- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.13.92-4.13.94
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者说明将对圣父即独一真神的论证推迟至后续著作,并引用《腓立比书》驳斥将信徒贬为“属血气者”的异端与孟他努派。随后他区分人的本性与犯罪行为以解释“爱仇敌”,并论述对受造物的正当使用。
ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ υἱοῦ πατήρ, ὁ δημιουργὸς τῶν συμπάντων, ὁ παντοκράτωρ κύριος, εἰς ἐκείνην ἀνεβαλόμεθα τὴν σκέψιν καθ’ ἣν πρὸς τὰς αἱρέσεις ὑπεσχήμεθα διαλέξασθαι, τοῦτον εἶναι μόνον δεικνύντες τὸν ὑπ’ αὐτοῦ κεκηρυγμένον. ἀλλ’ ἡμῖν γε ὁ ἀπόστολος εἰς τὴν τῶν θλίψεων ὑπομονὴν γράφων καὶ τοῦτο φησὶν ἀπὸ θεοῦ· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες. εἰ δὲ σπένδεται ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ τῆς πίστεως χαίρων καὶ συγχαίρων, τοὺς δέ, πρὸς οὓς ὁ λόγος τῷ ἀποστόλῳ, τοὺς Φιλιππησίους, συμμετόχους τῆς χάριτος καλῶν, πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς λέγει;1 ὁμοίως καὶ περὶ Τιμοθέου καὶ ἑαυτοῦ γράφων οὐδένα γὰρ ἔχω φησὶν ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ.
至于这位就是圣子的父、万物的创造者、全能的主,我们已将此推迟到我们在其中承诺反驳各异端的考察中,届时将证明只有这一位是由他宣扬的。但使徒写信给我们以促成对患难的忍耐,说:“这原是出于神:因为为了基督的缘故,你们蒙恩不仅是信靠他,也是为他受苦;承受着正如你们在我身上所见、现在又在我身上所听到的同样的争战。所以,如果在基督里有任何劝勉,有任何爱心的安慰,有任何圣灵的交通,有任何慈悲怜悯,你们就当使我的喜乐满足,使你们心意相同,爱心相同,同心合意,思念同一件事。” 如果他在“为信心的祭物和服事而献上”时,满心喜乐并同享喜乐,同时又将使徒说话的对象即腓立比人称为“同得恩典的人”,他又怎会称他们为“同心者”却又说他们是“属血气者”呢?同样,关于提摩太和自己,他写道:“因为我没有人与我同心,真正挂念你们的事;众人都求自己的事,不求耶稣基督的事。”
Μὴ τοίνυν ψυχικοὺς ἐν ὀνείδους μέρει λεγόντων ἡμᾶς οἱ προειρημένοι, ἀλλὰ καὶ οἱ Φρύγες· ἤδη γὰρ καὶ οὗτοι τοὺς τῇ νέᾳ προφητείᾳ μὴ προσέχοντας ψυχικοὺς καλοῦσιν, πρὸς οὓς ἐν τοῖς Περὶ προφητείας διαλεξόμεθα. ἀγάπην οὖν ἀσκεῖν τὸν τέλειον χρή, κἀνθένδε ἐπὶ τὴν θείαν φιλίαν σπεύδειν, δι’ ἀγάπην ἐκτελοῦντα τὰς ἐντολάς. τὸ δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς οὐκ ἀγαπᾶν τὸ κακὸν λέγει οὐδὲ ἀσέβειαν ἢ μοιχείαν ἢ κλοπήν, ἀλλὰ τὸν κλέπτην καὶ τὸν ἀσεβῆ καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἄνθρωπός ἐστι καὶ ἔργον θεοῦ.2 ἀμέλει τὸ ἁμαρτάνειν ἐν ἐνεργείᾳ κεῖται, οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον θεοῦ.
因此,前面提到的人不要带着责难的意思称我们为“属血气者”,弗吕家派的人也不要如此;因为他们也已经把不遵从新预言的人称为“属血气者”,我们将会在《论预言》中同他们辩论。因此,完全之人应当操练爱,并由此奔向神的友谊,因着爱遵行诫命。至于“爱仇敌”,并非指爱邪恶,亦非指爱不敬虔、奸淫或偷窃,而是指爱盗贼、不敬虔者和奸淫者;并非由于他犯罪并因特定行径玷污了“人”的称号,而是由于他是人,是神所造之物。确实,犯罪存在于行径中,而非存在于本体中;因此也决非神的作为。
ἐχθροὶ δὲ οἱ ἁμαρτάνοντες εἴρηνται θεοῦ, ἐχθροὶ δὴ τῶν ἐντολῶν αἷς μὴ ὑπακηκόασι, γενόμενοι, ὥσπερ φίλοι οἱ ὑπακηκοότες, οἳ μὲν διὰ τὴν οἰκείωσιν, οἳ δὲ διὰ τὴν ἀπαλλοτρίωσιν τὴν ἐκ προαιρέσεως προσαγορευθέντες· οὐθὲν γὰρ ἡ ἔχθρα οὐδ’ ἡ ἁμαρτία ἄνευ τοῦ ἐχθροῦ καὶ τοῦ ἁμαρτάνοντος. καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδ’ ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται· ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ’ ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ’ ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια,3 δι’ οὓς καὶ ἐγένετο, πλὴν ἐφ’ ὅσον γε αὐτοῖς ἀναγκαῖον συμπαρεῖναι. κατὰ φυσικὴν τοίνυν ὄρεξιν χρηστέον τοῖς μὴ κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.
犯罪的人被称为“神的仇敌”,是因为他们成了他们所未顺服的诫命的仇敌;正如顺服的人被称为“朋友”,后者因亲近、前者因出于意愿的疏离而得此称呼;因为脱离仇敌与犯罪者,敌意与罪便化为乌有。而“不贪求任何事物”并非教导说将渴求的事物当作外来物而毫无渴望——不像那些主张创造者不同于最初之神的人所设想的那样,也不像认为受造之物是可憎与邪恶的那样,因为这些观点是不敬神的;相反,我们称世上的事物为“外来的”,并非因为它们荒谬,也不是因为它们不属于掌管万有的神,而是因为我们并非永世存留于其中,它们在占有层面上是外来的且属于代代相传之人,但在使用层面上则归我们每一个人独有——事物本就是为我们而造的,只要我们必须与它们同在。因此,应当根据本性的欲望适度使用未被禁止的事物,摒弃一切过度偏离与执恋。
- 4.13.92εἰ δὲ σπένδεται ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ τῆς πίστεως χαίρων καὶ συγχαίρων, τοὺς δέ, πρὸς οὓς ὁ λόγος τῷ ἀποστόλῳ, τοὺς Φιλιππησίους, συμμετόχους τῆς χάριτος καλῶν, πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς λέγει;
条件从句“εἰ δὲ σπένδεται... καλῶν”(统摄分词“χαίρων”与“καλῶν”)引出主句的反问句“πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς λέγει;”。该结构将异端对信徒蔑称为“ψυχικοί”(属血气者)与使徒保罗称腓立比人为“σύμψυχοι”(同心者)并置对比,借反诘揭示异端看法的矛盾与荒谬。
- 4.13.93οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἄνθρωπός ἐστι καὶ ἔργον θεοῦ
通过“οὐ καθὸ... καθὸ δέ...”的对称结构,限定了应当去爱罪人/仇敌的角度。连词“καθό”表示“就……而言”或“在……限度内”。该句鲜明区分了“就其犯罪而言(行径层面)”与“就其是人与神的受造物而言(本体与受造层面)”。
- 4.13.94κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια
与格“κτήσει”与“χρήσει”在此充当限定与规约与格(“在占有/所有上”与“在使用上”)。前一短语(在占有上属于外人且归代代传承者)与后一短语(在使用上属于我们各自独有)形成明确的对照关系,界定了世俗事物的真正属性。
