← 亚历山太的革利免

杂记

§4.13.89-4.13.91

驳华伦提努关于属灵族类与毁灭死亡的学说

作者引用华伦提努的布道辞,指其主张属灵族类降临是为了消灭死亡,批判了将造物主与真神割裂的诺斯替主义世界观和人类观,并揭示了该教义与基督战胜死亡之间的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13.89

Καὶ περὶ μὲν τούτων πολὺς ὁ λόγος, ὃν ἐν ὑστέρῳ σκοπεῖν ἀποκείσεται κατὰ καιρὸν διαλαμβάνουσιν.1 Οὐαλεντῖνος δὲ ἔν τινι ὁμιλίᾳ κατὰ λέξιν γράφει· ἀπ’ ἀρχῆς ἀθάνατοί ἐστε καὶ τέκνα ζωῆς ἐστε αἰωνίας καὶ τὸν θάνατον ἠθέλετε μερίσασθαι εἰς ἑαυτούς, ἵνα δαπανήσητε αὐτὸν καὶ ἀναλώσητε, καὶ ἀποθάνῃ ὁ θάνατος ἐν ὑμῖν καὶ δι’ ὑμῶν. ὅταν γὰρ τὸν μὲν κόσμον λύητε, ὑμεῖς δὲ μὴ καταλύησθε, κυριεύετε τῆς κτίσεως καὶ τῆς φθορᾶς ἁπάσης. φύσει γὰρ σῳζόμενον γένος ὑποτίθεται καὶ αὐτὸς ἐμφερῶς τῷ Βασιλείδῃ, ἄνωθεν δὲ ἡμῖν δεῦρο τοῦτο δὴ τὸ διάφορον γένος ἐπὶ τὴν τοῦ θανάτου καθαίρεσιν ἥκειν, θανάτου δὲ γένεσιν ἔργον εἶναι τοῦ κτίσαντος τὸν κόσμον. διὸ καὶ τὴν γραφὴν ἐκείνην οὕτως ἐκδέχεται· οὐδεὶς ὄψεται τὸ πρόσωπον τοῦ θεοῦ καὶ ζήσεται ὡς θανάτου αἰτίου. περὶ τούτου τοῦ θεοῦ ἐκεῖνα αἰνίττεται γράφων αὐταῖς λέξεσιν· ὁπόσον ἐλάττων ἡ εἰκὼν τοῦ ζῶντος προσώπου, τοσοῦτον ἥσσων ὁ κόσμος τοῦ ζῶντος αἰῶνος.

关于这些事尚有许多论述,将留待适当时机由论述者在后文详加考察。而华伦提努在某篇布道辞中逐字写道: “你们从起初就是不死的,是永生之子;你们愿意将死亡分受入自身,为要将它消磨殆尽,使死亡在你们里面并通过你们而死。因为当你们消解世界而自身不被毁灭之时,你们便统治了受造物和一切朽坏。” 因为他自己也同巴西里德一样,设定了一个本性得救的族类,并认为这一特异族类乃是从上降至我们这里来废除死亡的,而死亡的生成则是创世者的作为。因此他也把那段经文——“没有人得见上帝的面还能存活”——解释为视上帝为死亡的肇因。关于这位神,他用原话写道,暗示了以下内容: “画像比活人的容貌逊色多少,世界比活着的世代(艾翁)也就逊色多少。

§4.13.90

τίς οὖν αἰτία τῆς εἰκόνος; μεγαλωσύνη τοῦ προσώπου παρεσχημένου2 τῷ ζωγράφῳ τὸν τύπον, ἵνα τιμηθῇ δι’ ὀνόματος αὐτοῦ· οὐ γὰρ αὐθεντικῶς εὑρέθη μορφή, ἀλλὰ τὸ ὄνομα ἐπλήρωσεν τὸ ὑστερῆσαν ἐν πλάσει. συνεργεῖ δὲ καὶ τὸ τοῦ θεοῦ ἀόρατον εἰς πίστιν τοῦ πεπλασμένου. τὸν μὲν γὰρ Δημιουργὸν ὡς θεὸν καὶ πατέρα κληθέντα εἰκόνα τοῦ ἀληθινοῦ θεοῦ καὶ προφήτην προσεῖπεν, ζωγράφον δὲ τὴν Σοφίαν, ἧς τὸ πλάσμα ἡ εἰκών, εἰς δόξαν τοῦ ἀοράτου, ἐπεὶ ὅσα ἐκ συζυγίας προέρχεται, πληρώματά ἐστιν, ὅσα δὲ ἀπὸ ἑνός, εἰκόνες. ἐπεὶ δὲ τὸ φαινόμενον αὐτοῦ οὐκ ἔστιν ἡ ἐκ μεσότητος ψυχή, ἔρχεται τὸ διαφέρον, καὶ τοῦτ’ ἔστι τὸ ἐμφύσημα τοῦ διαφέροντος πνεύματος, ὃ ἐμπνεῖται τῇ ψυχῇ, τῇ εἰκόνι τοῦ πνεύματος, καὶ καθόλου τὰ ἐπὶ τοῦ Δημιουργοῦ λεγόμενα τοῦ κατ’ εἰκόνα γενομένου, ταῦτ’ ἐν εἰκόνος αἰσθητῆς μοίρᾳ ἐν τῇ Γενέσει περὶ τὴν ἀνθρωπογονίαν προπεφητεῦσθαι λέγουσι. καὶ δὴ μετάγουσι τὴν ὁμοιότητα καὶ ἐφ’ ἑαυτούς, ἄγνωστον τῷ Δημιουργῷ τὴν τοῦ διαφέροντος ἐπένθεσιν πνεύματος γεγενῆσθαι παραδιδόντες.

那么画像的缘由是什么呢?正是那向画家提供原型的容貌的伟大,为要借着他的名得尊荣;因为形体并非本然生成,而是名弥补了塑造中的不足。上帝那不可见性也协同促成了对受造之物的信任。” 因为他把那被称为神与父的造物主称为真神的肖像与先知,而称索菲亚为画家;索菲亚所造之物便是肖像,为了彰显不可见者的荣耀;因为凡从交合产生的皆是充满(普勒洛玛),而凡从单一体产生的皆是肖像。又因为其所显露出的并非那出自中间领域的魂,特异的部分便降临了,这便是特异之灵的吹气,它被吹入魂中,即吹入灵的肖像中;并且总括来说,凡论及那“照着形象”被造的造物主之事,他们说都是创世记中关于人类起源在感性肖像位分上预先被预言的。于是他们将这种相似性也转移到自己身上,宣称特异之灵的置入是在造物主不知情的情况下发生的。

§4.13.91

ὅταν μὲν οὖν περὶ τοῦ ἕνα εἶναι τὸν θεὸν τὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον διαλαμβάνωμεν, καὶ πρὸς τοῦτο διαλεξόμεθα (ἀρχικὸς γὰρ ὁ λόγος), πρὸς δὲ τὸ κατεπεῖγον ἀπαντητέον. εἰ ἐπὶ τὸ καταλῦσαι θάνατον ἀφικνεῖται τὸ διαφέρον γένος, οὐχ ὁ Χριστὸς τὸν θάνατον κατήργησεν, εἰ μὴ καὶ αὐτὸς αὐτοῖς ὁμοούσιος λεχθείη·3 εἰ δ’ εἰς τοῦτο κατήργησεν ὡς μὴ τοῦ διαφέροντος ἅπτεσθαι γένους, οὐχ οὗτοι τὸν θάνατον καταργοῦσιν οἱ ἀντίμιμοι τοῦ Δημιουργοῦ, οἱ τῇ ἐκ μεσότητος ψυχῇ, τῇ σφετέρᾳ εἰκόνι, ἐμφυσῶντες τὴν ζωὴν τὴν ἄνωθεν κατὰ τὴν τοῦ δόγματος αἵρεσιν, κἂν διὰ τῆς μητρὸς τοῦτο συμβαίνειν λέγωσιν· ἀλλὰ κἂν εἰ σὺν Χριστῷ καταστρατεύεσθαι τοῦ θανάτου λέγοιεν, ὁμολογούντων4 τὸ δόγμα τὸ κεκρυμμένον, ὡς τῆς θείας τοῦ Δημιουργοῦ κατατρέχειν τολμῶσι δυνάμεως, τὴν κτίσιν τὴν αὐτοῦ ὡς κρείττους ἐπανορθούμενοι, πειρώμενοι σῴζειν τὴν ψυχικὴν εἰκόνα, ἣν αὐτὸς ῥύσασθαι τῆς φθορᾶς οὐ κατίσχυσεν. εἴη δ’ ἂν καὶ ὁ κύριος ἀμείνων τοῦ δημιουργοῦ θεοῦ· οὐ γὰρ ἄν ποτε ὁ υἱὸς τῷ πατρὶ διαφιλονεικοίη καὶ ταῦτα ἐν θεοῖς.

因此,当我们论及借着律法、先知与福音所宣扬的上帝是独一的这一论题时,我们也将针对这一点进行辩驳(因为那是根本性的论题);但眼下必须回应紧迫之点。如果特异族类的降临是为了消灭死亡,那么废除死亡的就不是基督,除非有人说基督与他们同质;但如果基督废除死亡是为了使死亡不染指特异族类,那么消灭死亡的就绝不是这些造物主的伪劣模仿者——他们按照其宗派教义,将上头的生命吹入那出自中间领域的魂中,吹入他们自己的肖像中(哪怕他们说这是通过母亲成就的)。然而,即使他们声称自己是同基督一起征伐死亡,也让他们承认那隐秘的教义吧:他们竟敢自居为更优胜者来纠正他〔造物主〕的创造,企图拯救他自身无力救拔脱离朽坏的魂性肖像,从而攻击造物主的神圣权能。这样一来,主也将胜过造物主上帝了;因为子绝不会与父发生争执,尤其是在神明之间。

语法注4 条
  1. 4.13.89διαλαμβάνουσιν

    与格现在分词复数。在此语境中,配合非人称动词 ἀποκείσεται,作表示关涉或判断者的关涉与格(“留待在适当时机论述的人们[即我们在后文讨论时]考察”)。

  2. 4.13.90παρεσχημένου

    完成体中动分词(中性单数属格),修饰 τοῦ προσώπου。此处取中动态意义(“容貌本身向画家提供了原型”),而非纯粹的被动态。

  3. 4.13.91εἰ μὴ καὶ αὐτὸς αὐτοῖς ὁμοούσιος λεχθείη

    由 εἰ μή 与希求法(λεχθείη)构成的假设/潜势条件句。“除非基督自身也被说成是与他们同质的”,以此指出若顺推华伦提努派的前提必将导向神学上的荒谬后果。

  4. 4.13.91ὁμολογούντων

    第三人称复数的主动态现在时命令法(-ντων 词尾)。承接前面的让步条件从句(κἂν εἰ... λέγοιεν),带有论辩与反讽色彩:“让他们承认那隐秘的教义吧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.13.89-4.13.91