- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.12.85-4.12.88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特斥责巴西里德将基督视为有罪之人并将殉道视作前世之罪的报应,论证患难并非由上帝主动施加,而是出于祂将恶转化为善的摄理之容许。
πῶς δὲ οὐκ ἄθεος θειάζων μὲν τὸν διάβολον, ἄνθρωπον δὲ ἁμαρτητικὸν τολμήσας εἰπεῖν τὸν κύριον; πειράζει γὰρ ὁ διάβολος εἰδὼς μὲν ὅ ἐσμεν, οὐκ εἰδὼς δὲ εἰ ὑπομενοῦμεν· ἀλλὰ ἀποσεῖσαι τῆς πίστεως ἡμᾶς βουλόμενος καὶ ὑπάγεσθαι ἑαυτῷ πειράζει, ὅπερ καὶ μόνον ἐπιτέτραπται αὐτῷ διά τε τὸ ἡμᾶς ἐξ ἑαυτῶν σῴζεσθαι δεῖν, ἀφορμὰς παρὰ τῆς ἐντολῆς εἰληφότας, διά τε τὸν καταισχυμμὸν τοῦ πειράσαντος καὶ ἀποτυχόντος διά τε τὴν ἰσχυροποίησιν τῶν κατὰ τὴν ἐκκλησίαν διά τε τὴν συνείδησιν τῶν θαυμασάντων τὴν ὑπομονήν. εἰ δὲ τὸ μαρτύριον1 ἀνταπόδοσις διὰ κολάσεως, καὶ ἡ πίστις καὶ ἡ διδασκαλία, δἰ ἃς τὸ μαρτύριον· συνεργοὶ ἄρα αὗται κολάσεως, ἧς τίς ἂν ἄλλη μείζων ἀπέμφασις γένοιτο; ἀλλὰ πρὸς μὲν τὰ δόγματα ἐκεῖνα, εἰ μετενσωματοῦται ἡ ψυχή, καὶ περὶ τοῦ διαβόλου κατὰ τοὺς οἰκείους λεχθήσεται καιρούς, νυνὶ δὲ τοῖς εἰρημένοις καὶ ταῦτα προσθῶμεν· ποῦ ἔτι ἡ πίστις κατὰ ἀνταπόδοσιν τῶν προημαρτημένων τοῦ μαρτυρίου γινομένου, ποῦ δὲ ἡ ἀγάπη ἡ πρὸς τὸν θεὸν διὰ τὴν ἀλήθειαν διωκομένη καὶ ὑπομένουσα, ποῦ δὲ ἔπαινος ὁμολογήσαντος ἢ ψόγος ἀρνησαμένου, εἰς τί δὲ ἔτι χρησίμη ἡ πολιτεία ἡ ὀρθή, τὸ νεκρῶσαι τὰς ἐπιθυμίας καὶ μηδὲν τῶν κτισμάτων μισεῖν;
既然他一方面神化魔鬼,另一方面竟敢称主为有罪之人,他又怎能不是不敬神的呢?因为魔鬼虽然知道我们是什么,却不知道我们是否能忍耐,从而进行试探;更确切地说,魔鬼进行试探是妄图使我们脱离信仰并归顺于他——而唯独这一点是被允许给他的,这既是因为我们必须借着自己得救(从诫命中获得了出发点),也是为了使那试探失败者蒙羞,为了使教会中的人得坚固,并且为了那些赞赏坚忍之人的良心。但是,如果殉道是借着惩罚所作的报应,那么导致殉道的信仰和教导也是如此;这样看来,它们便成了惩罚的帮凶——还有什么比这更大的荒谬呢?不过,关于那些关于灵魂是否轮回应报的教义以及关于魔鬼的教义,将在适当时机予以讨论;眼下让我们在已说过的话上再补充以下几点:如果殉道是作为对先前所犯罪行的报应而发生,信仰还存在于何处?为了真理遭受迫害并坚持忍耐的对上帝的爱又在何处?对认信者的称赞或对否认者的责备又在何处?那灭绝私欲、不恨恶任何受造物的端正操守,又还有何用处呢?
εἰ δέ, ὡς αὐτός φησιν ὁ Βασιλείδης, ἓν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἠγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσῴζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον τὸ μισεῖν μηδὲ ἕν, θελήματι τοῦ θεοῦ καὶ αἱ κολάσεις ἔσονται· ὅπερ ἀσεβὲς ἐννοεῖν. οὔτε γὰρ ὁ κύριος θελήματι ἔπαθεν τοῦ πατρὸς οὔθ’ οἱ διωκόμενοι βουλήσει τοῦ θεοῦ διώκονται, ἐπεὶ δυεῖν θάτερον, ἢ καλόν τι ἔσται διωγμὸς διὰ τὴν βούλησιν τοῦ θεοῦ, ἢ ἀθῷοι οἱ διατιθέντες καὶ θλίβοντες. ἀλλὰ μὴν οὐδὲν ἄνευ θελήματος τοῦ κυρίου τῶν ὅλων. λείπεται δὴ συντόμως φάναι τὰ τοιαῦτα συμβαίνειν μὴ κωλύσαντος τοῦ θεοῦ·2 τοῦτο γὰρ μόνον σῴζει καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ.
再者,正如巴西里德自己所说,如果我们把所谓上帝旨意的一部分理解为爱一切事物(因为一切事物都与整体保持着相称的理性关联),另一部分理解为不贪欲任何事物,第三部分理解为不憎恨任何一件东西,那么刑罚也将是出于上帝的旨意了——作此设想实属不敬。因为主并非因天父的意旨而受苦,遭受迫害的人也并非因上帝的意愿而受迫害;否则必居其一:要么迫害因上帝的意愿而成为某种善事,要么施加迫害并带来磨难的人无罪。然而,确实没有任何事是在万有之主的旨意之外发生的。因此简言之,唯一合理的解释是,此类事情的发生乃是由于上帝未加阻止;因为唯有这样才能同时保全上帝的摄理与良善。
οὐ τὸ ἐνεργεῖν τοίνυν αὐτὸν τὰς θλίψεις οἴεσθαι χρή, μὴ γὰρ εἴη τοῦτο ἐννοεῖν, ἀλλὰ μὴ κωλύειν τοὺς ἐνεργοῦντας πεπεῖσθαι προσῆκεν καταχρῆσθαί τε εἰς καλὸν τοῖς τῶν ἐναντίων τολμήμασιν (καθελῶ γοῦν φησι, τὸν τοῖχον καὶ ἔσται εἰς καταπάτημα), παιδευτικῆς τέχνης τῆς τοιαύτης οὔσης προνοίας ἐπὶ μὲν τῶν ἄλλων διὰ τὰς οἰκείας ἑκάστου ἁμαρτίας, ἐπὶ δὲ τοῦ κυρίου καὶ τῶν ἀποστόλων διὰ τὰς ἡμῶν. αὐτίκα ὁ θεῖος ἀπόστολος τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ θεοῦ φησίν, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. διὰ τοῦτον οὖν τὸν ἁγιασμὸν ἡμῶν οὐκ ἐκωλύθη παθεῖν ὁ κύριος.
因此,绝不应认为祂亲自施行了这些患难——愿我们绝不要有此念头!——而应当确信,祂没有阻止那些施行者,并将敌对者的妄行善加利用(诚如经上所说:“我必拆毁它的墙垣,任它被践踏”);因为这样的摄理乃是一种施教的技艺,在其他人身上是因各人自己的罪,在主与使徒身上则是因我们的罪。正如神圣的使徒所说:“上帝的旨意就是要你们成为圣洁,远避淫行;要你们各人晓得怎样用圣洁、尊贵守着自己的器皿,不放纵私欲的邪情,像那不认识主的外邦人;不要在这事上越轨,欺负他的弟兄,因为这一类的事,主必报应,正如我们预先对你们说过,又切切警告过的。上帝召我们,本不是要我们沾染污秽,乃是要我们成为圣洁。所以,那废弃的,不是废弃人,乃是废弃那把圣灵赐给你们的上帝。” 正是为了我们的这一圣化,主才未被阻止去受苦。
εἰ τοίνυν ἀπολογούμενός τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα αὐτοῦ, εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσις· εἰ μὲν γὰρ μὴ εἴη τῆς θείας διοικήσεως, οἴχεται ἡ οἰκονομία τῶν καθαρσίων καὶ πέπτωκεν ἡ ὑπόθεσις αὐτοῖς, εἰ δὲ ἐκ προνοίας τὰ καθάρσια, ἐκ προνοίας καὶ αἱ κολάσεις. ἡ πρόνοια δὲ εἰ καὶ ἀπὸ τοῦ Ἄρχοντος, ὥς φασιν, κινεῖσθαι ἄρχεται, ἀλλ’ ἐγκατεσπάρη ταῖς οὐσίαις σὺν καὶ τῇ τῶν οὐσιῶν γενέσει πρὸς τοῦ θεοῦ τῶν ὅλων. ὧν οὕτως ἐχόντων ἀνάγκη ὁμολογεῖν αὐτοὺς ἢ τὴν κόλασιν μὴ εἶναι ἄδικον (καὶ δικαιοπραγοῦσιν οἱ καταδικάζοντες καὶ διώκοντες τοὺς μάρτυρας) ἢ ἐκ θελήματος ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς.3 οὐκέτι οὖν ὁ πόνος καὶ ὁ φόβος, ὡς αὐτοὶ λέγουσιν, ἐπισυμβαίνει τοῖς πράγμασιν ὡς ὁ ἰὸς τῷ σιδήρῳ, ἀλλ’ ἐκ βουλήσεως ἰδίας προσέρχεται τῇ ψυχῇ.
因此,如果他们中有人辩解说,殉道者受刑是由于在这次入胎之前的罪,但将在此后重新获得今世操守的果子——因为治理正是如此安排的——我们便要质问他,这种报应是否出于摄理。因为如果不属于神圣的治理,那么净化的经纶便荡然无存,他们的假说也就崩溃了;但如果净化是出于摄理,刑罚也同样是出于摄理。即使照他们所说,摄理是从元首(阿耳孔)开始发动的,但它乃是由万有的上帝随着本质的生成一同播撒在诸本质之内的。既然情况如此,他们就必须承认:要么这刑罚并非不公(从而定罪和迫害殉道者的人行事公义),要么迫害本身也是出于上帝的旨意而被施行的。如此一来,痛苦与恐惧便不再像他们自己所说的那样如铁锈附着于铁一般偶然加于事物之上,而是出于灵魂自身的意愿临到灵魂。
- 4.12.85εἰ δὲ τὸ μαρτύριον ἀνταπόδοσις διὰ κολάσεως, καὶ ἡ πίστις καὶ ἡ διδασκαλία, δἰ ἃς τὸ μαρτύριον·
在后半句中省略了谓语部分。承接前句“εἰ δὲ τὸ μαρτύριον ἀνταπόδοσις...”,在“καὶ ἡ πίστις καὶ ἡ διδασκαλία”之后需补出如“ἀνταπόδοσίς εἰσι”或“κολάσεως αἴτιαί εἰσι”(信仰和教导也是如此/也是刑罚的缘由),从而引出紧随其后的推论“συνεργοὶ ἄρα αὗται κολάσεως”(它们便成了刑罚的帮凶)。
- 4.12.86μὴ κωλύσαντος τοῦ θεοῦ
独立属格结构(genitive absolute),在此并不表示直接的原因或积极的推动,而是表达一种消极的容许条件(“在上帝未加阻止的情况下”)。这与下文的“οὐ τὸ ἐνεργεῖν... ἀλλὰ μὴ κωλύειν”(非亲自施行,而是未加阻止)形成鲜明对照,阐明了摄理的容许性质。
- 4.12.88ὧν οὕτως ἐχόντων ἀνάγκη ὁμολογεῖν αὐτοὺς ἢ τὴν κόλασιν μὴ εἶναι ἄδικον (καὶ δικαιοπραγοῦσιν οἱ καταδικάζοντες καὶ διώκοντες τοὺς μάρτυρας) ἢ ἐκ θελήματος ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς.
非人称结构(ἀνάγκη [ἐστί] 搭配对格不定式 ὁμολογεῖν αὐτούς)统摄一个“ἤ... ἤ...”(要么……要么……)的两难推论结构。第一肢“τὴν κόλασιν μὴ εἶναι ἄδικον”(刑罚并非不公,附带插入语指迫害者行事公义)与第二肢“ἐκ θελήματος ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς”(迫害本身出于上帝旨意施行),构成了迫使巴西里德派陷入自相矛盾的双重困境。
