- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.12.81-4.12.84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特引用了巴西里德的观点,即殉道和婴孩受苦源于前世罪孽或潜在罪性在摄理下的显现,并驳斥该学说抹杀了自由意志的认信且使上帝沦为不义。
Βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπόσοι ὑποπίπτουσι ταῖς λεγομέναις θλίψεσιν, ἤτοι ἡμαρτηκότες ἐν ἄλλοις λανθάνοντες πταίσμασιν εἰς τοῦτο ἄγονται τὸ ἀγαθόν, χρηστότητι τοῦ περιάγοντος ἄλλα ἐξ ἄλλων ὄντως ἐγκαλούμενοι,1 ἵνα μὴ ὡς κατάδικοι ἐπὶ κακοῖς ὁμολογουμένοις πάθωσι, μηδὲ λοιδορούμενοι ὡς ὁ μοιχὸς ἢ ὁ φονεύς, ἀλλ’ ὅτι Χριστιανοὶ † πεφυκότες, ὅπερ αὐτοὺς παρηγορήσει μηδὲ πάσχειν δοκεῖν· κἂν μὴ ἡμαρτηκὼς δ’ ὅλως τις ἐπὶ τὸ παθεῖν γένηται, σπάνιον μέν, ἀλλ’ οὐδὲ οὗτος κατ’ ἐπιβουλὴν δυνάμεώς τι πείσεται, ἀλλὰ πείσεται ὡς ἔπασχε καὶ τὸ νήπιον τὸ δοκοῦν οὐχ ἡμαρτηκέναι. εἶθ’ ὑποβὰς πάλιν ἐπιφέρει· ὡς οὖν τὸ νήπιον οὐ προημαρτηκὸς ἢ ἐνεργῶς μὲν οὐχ ἡμαρτηκὸς οὐδέν, ἐν ἑαυτῷ δὲ τὸ ἁμαρτῆσαι ἔχον, ἐπὰν ὑποβληθῇ τῷ παθεῖν, εὐεργετεῖται, πολλὰ κερδαῖνον δύσκολα, οὑτωσὶ δὴ κἂν τέλειος μηδὲν ἡμαρτηκὼς ἔργῳ τύχῃ, δέ, ἃν πάθῃ, τοῦτο ἔπαθεν ἐμφερῶς τῷ νηπίῳ·2 ἔχων μὲν γὰρ ἐν ἑαυτῷ τὸ ἁμαρτητικόν, ἀφορμὴν δὲ πρὸς τὸ ἡμαρτηκέναι μὴ λαβὼν οὐχ ἡμάρτανεν. ὥστ’ οὐκ αὐτῷ τὸ μὴ ἁμαρτῆσαι λογιστέον. ὡς γὰρ ὁ μοιχεῦσαι θέλων μοιχός ἐστι, κἂν τοῦ μοιχεῦσαι μὴ ἐπιτύχῃ, καὶ ὁ ποιῆσαι φόνον θέλων ἀνδροφόνος ἐστί, κἂν μὴ δύνηται φονεῦσαι, οὑτωσὶ δὴ καὶ τὸν ἀναμάρτητον ὃν λέγω ἐὰν ἴδω πάσχοντα, κἂν μηδὲν ᾖ κακὸν πεπραχώς, κακὸν ἐρῶ τῷ θέλειν ἁμαρτάνειν.3 πάντ’ ἐρῶ γὰρ μᾶλλον ἢ κακὸν τὸ προνοοῦν ἐρῶ.
然而巴西里德在其《注释集》第二十三卷中,论及那些因殉道而受惩罚的人时,原话如下: “因为我断言,凡陷入所谓苦难中的人,要么是在其他过犯中隐秘地犯了罪,从而被引导走向这一善果——借着引领他们之者的慈爱,实际上因一件又一件事被指控,使他们不致作为公认罪行的死囚而受苦,也不致像奸淫者或凶手那样遭受辱骂,而是因为他们是基督徒受苦,这一事实本身将安慰他们,使他们甚至不觉得自己是在受苦;即使有人根本没有犯罪而陷入苦难之中——这固然罕见——这个人也绝非因某种权能者的阴谋而受苦,而是像看似未曾犯罪的婴孩所受的苦那样受苦。” 接着,他往下继续补充道: “因此,正如那未曾预先犯罪、或在实际行为中根本未犯任何罪、但自身之内潜藏着犯罪倾向的婴孩,一旦遭受痛苦,便获得益处,在诸多艰难中得着益处;照样,即使一个完全人在行为上未犯任何罪,但他若受苦,也是如同婴孩一样承受这苦难。因为他自身之内潜藏着犯罪的倾向,只是因未曾获得犯罪的契机而未曾犯罪,所以未犯罪并不应算作他的功劳。正如意图行奸淫者即便未能得逞也是奸淫者,意图杀人者即便不能杀害也是杀人犯,照样,倘若我看见我所说的这个无罪之人受苦,哪怕他未行任何恶事,我也要凭着他意欲犯罪这一点称他为恶人。因为我宁愿说出任何话,也绝不说摄理是恶的。”
εἶθ’ ὑποβὰς καὶ περὶ τοῦ κυρίου ἄντικρυς ὡς περὶ ἀνθρώπου λέγει· ἐὰν μέντοι παραλιπὼν τούτους ἅπαντας τοὺς λόγους ἔλθῃς ἐπὶ τὸ δυσωπεῖν με διὰ προσώπων τινῶν, εἰ τύχοι, λέγων, ὁ δεῖνα οὖν ἥμαρτεν, ἔπαθεν γὰρ ὁ δεῖνα, ἐὰν μὲν ἐπιτρέπῃς, ἐρῶ, οὐχ ἥμαρτεν μέν, ὅμοιος δὲ ἦν τῷ πάσχοντι νηπίῳ· εἰ μέντοι σφοδρότερον ἐκβιάσαιο τὸν λόγον, ἐρῶ, ἄνθρωπον ὅντιν’ ἂν ὀνομάσῃς ἄνθρωπον εἶναι, δίκαιον δὲ τὸν θεόν. καθαρὸς γὰρ οὐδείς, ὥσπερ εἶπέ τις, ἀπὸ ῥύπου. ἀλλὰ τῷ Βασιλείδῃ ἡ ὑπόθεσις προαμαρτήσασάν φησι τὴν ψυχὴν ἐν ἑτέρῳ βίῳ τὴν κόλασιν ὑπομένειν ἐνταῦθα, τὴν μὲν ἐκλεκτὴν ἐπιτίμως διὰ μαρτυρίου, τὴν ἄλλην δὲ καθαιρομένην οἰκείᾳ κολάσει. καὶ πῶς τοῦτο ἀληθὲς ἐφ’ ἡμῖν κειμένου τοῦ ὁμολογῆσαι καὶ κολασθῆναι ἢ μή;4 λύεται γὰρ ἐπὶ τοῦ ἀρνησομένου ἡ κατὰ τὸν Βασιλείδην πρόνοια.
随后,他更进一步,公开谈及主,仿佛谈论凡人一般: “然而,如果你撇开所有这些论证,通过某些具体的人来使我难堪,譬如说:‘那么某某人受了苦,某某人就犯了罪吗?’如果你允许,我便会说:‘他固然没有犯罪,但他如同受苦的婴孩一样。’然而,如果你更激烈地逼问这一论点,我便会说:无论你提出怎样的人,他都是人,而上帝是公义的。因为正如某人所言,‘没有一人是脱离污秽而洁净的’。” 然而,巴西里德的假说主张灵魂因在另一世中预先犯罪,才在今生忍受刑罚;蒙拣选的灵魂借着殉道体面地受罚,而其他灵魂则借其当受的刑罚得到净化。可是,承认信仰并受刑、抑或不承认,本完全在于我们自己,这一假说又怎能为真呢?因为对于那些将要否认信仰者而言,巴西里德所谓的摄理便不攻自破了。
ἐρωτῶ τοίνυν αὐτὸν ἐπὶ τοῦ κρατηθέντος ὁμολογητοῦ, πότερον μαρτυρήσει καὶ κολασθήσεται κατὰ τὴν πρόνοιαν ἢ οὔ. ἀρνούμενος γὰρ οὐ κολασθήσεται. εἰ δὲ ἐκ τῆς ἀποβάσεως καὶ τὸ μὴ δεῖν κολασθῆναι τοῦτον φήσει, τὴν ἀπώλειαν τῶν ἀρνησομένων ἐκ προνοίας ἄκων προσμαρτυρήσει. πῶς δὲ ἔτι μισθὸς ὁ ἐνδοξότατος ἐν οὐρανῷ ἀπόκειται τῷ μαρτυρήσαντι διὰ τὸ μαρτυρῆσαι; εἰ δὲ τὸν ἁμαρτητικὸν οὐκ εἴασεν ἡ πρόνοια ἐπὶ τὸ ἁμαρτεῖν ἐλθεῖν, ἄδικος γίνεται κατ’ ἄμφω, καὶ τὸν διὰ δικαιοσύνην εἰς κόλασιν ἑλκόμενον μὴ ῥυομένη, καὶ τὸν ἀδικεῖν ἐθελήσαντα ῥυσαμένη, τοῦ μὲν ποιήσαντος δἰ ὧν ἐβουλήθη, τῆς δὲ κωλυσάσης τὸ ἔργον καὶ μὴ δικαίως περιεπούσης τὸν ἁμαρτητικόν.
因此,我要就那被捕的认信者向他发问:他是依照摄理去见证并受刑呢,还是不依从摄理?因为他若否认信仰,便不会受刑。如果他根据结局断言此人不当受刑,他便不由自主地附带证明了那些否认信仰者的灭亡也是出于摄理。而且,天国中最荣耀的赏赐又怎能因殉道者作了见证而仍为他存留呢?再者,如果摄理不容许那有犯罪倾向之人真正去犯罪,那么摄理在两方面都成了不义的:既不搭救那因正义而被拉去受刑的人,又搭救了那想要作恶的人;他借其所愿之事付诸了行动,而摄理却阻拦了这一作为,未能公义地对待这有犯罪倾向之人。
- 4.12.81ἄλλα ἐξ ἄλλων ὄντως ἐγκαλούμενοι
意为“因一件又一件事相继被指控”。在此语境中,指人们虽在表面上因各种其他罪名被追究,却因神圣引领者的仁慈,得以仅以基督徒之名义受苦。
- 4.12.82κἂν τέλειος μηδὲν ἡμαρτηκὼς ἔργῳ τύχῃ, δέ, ἃν πάθῃ, τοῦτο ἔπαθεν ἐμφερῶς τῷ νηπίῳ
在句法上,让步从句 κἂν...τύχῃ(“即使碰巧是……”)统领主句 τοῦτο ἔπαθεν(“他承受了这苦难”)。句中的 δέ 为破格现象(anacoluthon),或作为条件句之后起强调与承接作用的虚词。
- 4.12.82τῷ θέλειν ἁμαρτάνειν
带冠词的不定式(中性单数与格),作原因与格(“因其意欲犯罪”),修饰动词短语 κακὸν ἐρῶ(“我将称他为恶人”)。
- 4.12.83ἐφ’ ἡμῖν κειμένου τοῦ ὁμολογῆσαι καὶ κολασθῆναι ἢ μή
独立属格结构。逻辑主语是带冠词的不定式短语 τοῦ ὁμολογῆσαι καὶ κολασθῆναι ἢ μή(“承认信仰并受罚与否”),分词 κειμένου 与介词短语 ἐφ’ ἡμῖν 构成述谓部分(“取决于我们自身”)。
