- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.11.78-4.11.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者回应了关于基督徒为何遭受逼迫的质疑,阐明上帝并非意欲迫害发生,而是预先宣告苦难以磨练信徒的坚忍,并指出法官偏颇的审判和肉体的死亡根本无法损害义人。
Ναί, φασίν, εἰ κήδεται ὑμῶν ὁ θεός, τί δήποτε διώκεσθε καὶ φονεύεσθε; ἢ αὐτὸς ὑμᾶς εἰς τοῦτο ἐκδίδωσιν; ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατικοῖς περιπίπτειν ἡμᾶς τὸν κύριον βουληθῆναι, ἀλλὰ προφητικῶς τὰ συμβήσεσθαι μέλλοντα προειρηκέναι, ὡς διὰ τὸ ὄνομα αὐτοῦ διωχθησόμεθα. φονευθησόμεθα, ἀνασκινδυλευθησόμεθα. ὥστ’ οὐ διώκεσθαι ἠθέλησεν ἡμᾶς, ἀλλ’ ἃ πεισόμεθα προεμήνυσεν, διὰ τῆς τοῦ συμβήσεσθαι προαγορεύσεως1 εἰς καρτερίαν γυμνάσας, ᾗ τὴν κληρονομίαν ἐπηγγείλατο. καίτοι οὐ μόνοι, ἀλλὰ μετὰ πολλῶν κολαζόμεθα. ἀλλ’ ἐκεῖνοι, φασί, κακοῦργοι τυγχάνοντες δικαίως ὑπίσχουσι τὴν τιμωρίαν.
“是的,”他们说,“如果上帝眷顾你们,你们究竟为何遭受逼迫并被杀害?难道是他亲自把你们交出受此折磨吗?”但我们并不认为主是意欲让我们陷入这些患难,而是以预言的方式预先说出了将要发生的事,即为了他的名,我们将遭受逼迫、被杀害、被钉在木桩上。因此,他并非想要我们受逼迫,而是预先宣告了我们将承受的苦难,通过预先告知将要发生之事,使我们在忍耐中受到磨练,而他已向这忍耐许诺了产业。况且我们受惩罚并非形单影只,而是与许多人一起。“然而那些人,”他们说,“身为作恶者,受罚乃是理所应当。”
ἄκοντες οὖν μαρτυροῦσιν ἡμῖν τὴν δικαιοσύνην τοῖς διὰ δικαιοσύνην ἀδίκως κολαζομένοις. ἀλλ’ οὐδὲ τὸ ἄδικον τοῦ δικαστοῦ τῆς προνοίας ἅπτεται· δεῖ γὰρ κύριον εἶναι τὸν κριτὴν τῆς ἑαυτοῦ γνώμης, μὴ νευροσπαστούμενον ἀψύχων δίκην ὀργάνων ἀφορμὰς ἴσως μόνον παρὰ τῆς ἔξωθεν αἰτίας λαμβάνοντα. δοκιμάζεται γοῦν ἐν ᾧ κρίνει καθάπερ καὶ ἡμεῖς κατά τε τὴν τῶν αἱρετῶν ἐκλογὴν κατά τε τὴν ὑπομονήν· κἂν μὴ ἀδικῶμεν, ἀλλ’ ὡς ἀδικοῦσιν ἡμῖν ὁ δικαστὴς ἀφορᾷ· οὐ γὰρ οἶδεν τὰ καθ’ ἡμᾶς οὐδὲ θέλει μαθεῖν, προλήψει δὲ συναπάγεται κενῇ, διὸ καὶ κρίνεται. διώκουσι τοίνυν ἡμᾶς οὐκ ἀδίκους εἶναι καταλαβόντες, ἀλλ’ αὐτῷ μόνῳ τῷ Χριστιανοὺς εἶναι τὸν βίον ἀδικεῖν2 ὑπολαμβάνοντες αὐτούς τε οὕτω πολιτευομένους καὶ τοὺς ἄλλους τὸν ὅμοιον αἱρεῖσθαι βίον προτρεπομένους.
因此,他们是在违背本心的情况下,为我们这些因正义而受不公正惩罚之人作了正义的见证。然而法官的不义丝毫不损害上主的摄理;因为审判者应当主宰自己的意志,而不应像无生命的器具那样如木偶般受人牵线摆布,或许仅仅从外在原因中获取契机。无论如何,他在其审判之事上受考验,正如我们在可择事物的抉择上以及在忍耐上受考验一样。即使我们没有行不义之事,法官却视我们为行不义者;因为他不知晓关于我们的实情,也不愿知晓,反而被虚妄的成见所裹挟,因此他也必受审判。所以他们逼迫我们,并非由于查明我们是不义之人,而是仅仅因为身为基督徒这一事实,便认定我们在败坏社会生活,既因我们自己如此行事生活,也因我们劝导他人选择同样的道路。
Διὰ τί δὲ οὐ βοηθεῖσθε διωκόμενοι; φασί. τί γὰρ καὶ ἀδικούμεθα ὡς πρὸς ἡμᾶς αὐτούς, θανάτῳ ἀπολυόμενοι πρὸς τὸν κύριον καὶ καθάπερ ἡλικίας μεταβολήν, οὕτω δὲ καὶ βίου ἐναλλαγὴν ὑπομένοντες; εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα3 τοῖς τὴν ἀφορμὴν τῆς ταχείας ἀποδημίας παρεσχημένοις, εἰ δι’ ἀγάπην μαρτυροῖμεν· εἰ δὲ μὴ φαῦλοί τινες ἄνδρες εἶναι τοῖς πολλοῖς ἐδοκοῦμεν ἡμεῖς, ᾔδεσαν δὲ καὶ αὐτοὶ τὴν ἀλήθειαν, πάντες μὲν ἂν ἐπεπήδων τῇ ὁδῷ, ἐκλογὴ δὲ οὐκ ἂν ἦν. ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, φῶς οὖσα τοῦ κόσμου, ἐλέγχει τὴν ἀπιστίαν. ἐμὲ μὲν γὰρ Ἄνυτός τε καὶ Μέλητος ἀποκτείνειεν μέντ’ ἄν, βλάψειεν δ’ ἂν οὐδ’ ὁπωστιοῦν· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι τὸ ἄμεινον πρὸς τοῦ χείρονος βλάπτεσθαι. ὥστε θαρροῦντα ἡμῶν ἕκαστον λέγειν· κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
他们说:“那么,你们受逼迫时为何得不到援助呢?”就我们自身而言,我们究竟受了什么不义呢?我们藉由死亡得以解脱归向主,承受生命的转换,正如承受年龄的转变一样。如果我们心智清明,只要我们是出于爱而作见证,我们就当对那些为我们提供迅速远行之机缘的人心存感激。如果我们没有被大众视为卑劣之人,且他们自己也知晓真理,那么所有人都会涌向这条道路,从而也就没有了挑选。然而,我们的信仰作为世上的光,驳斥了不信。 “因为安尼图斯和美勒托固然可以杀死我,但绝不能伤害我分毫;因为我认为神圣法则绝不允许更优秀者受更恶劣者伤害。” 因此我们每个人都可以满怀信心地说:“主是我的帮助者,我必不惧怕;人能把我怎么样呢?”因为“义人的灵魂在上帝手中,任何痛苦都绝不能触及他们。”
- 4.11.78διὰ τῆς τοῦ συμβήσεσθαι προαγορεύσεως
名词 προαγορεύσεως 由带冠词的将来时不定式 τοῦ συμβήσεσθαι 作为属格修饰,意为“对将要发生之事的预先宣告”。此处采用将来时不定式,表明在预言发出时该事件具有尚未发生的未来性。
- 4.11.79τὸν βίον ἀδικεῖν
此处 τὸν βίον 作为动词 ἀδικεῖν 的直接宾语,并非指侵害个别人,而是指“危害社会生活/公众生活秩序本身”,表达了外教人认为基督徒的生活方式根本性地破坏了人类生活秩序的观点。
- 4.11.80χάριν εἰσόμεθα
由 οἶδα 的将来时第一人称复数 εἰσόμεθα 与宾格 χάριν 构成的成语表达,后接与格(τοῖς ... παρεσχημένοις),意为“我们将感激……”。
