← 亚历山太的革利免

杂记

§3.18.108-3.18.110

依使徒书信论婚姻之圣洁与驳斥放荡

作者援引保罗与彼得书信,捍卫婚姻的正当性与道德圣洁,强力驳斥放纵肉欲的伪诺斯底主义者,并为《杂记》第三卷作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18.108

μεθ’ ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός,1 καὶ ἔτι σαφέστερον εἰπών· τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς ἕως νῦν δὲ ἅγιά ἐστι. τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμου κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμον συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν; τί πρὸς ταύτας εἰπεῖν ἔχουσι τὰς νομοθεσίας οἱ τὴν σπορὰν καὶ τὴν γένεσιν μυσαττόμενοι; ἐπεὶ καὶ τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον νομοθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν μιᾶς γυναικὸς συνίστησι συζυγία.2

紧接着这一清偿,妻子在料理家务与在基督里的信仰上成为帮助者;使徒更明白地说道:“至于那已经嫁娶的,我吩咐他们,其实不是我吩咐,乃是主吩咐说:妻子不可离开丈夫(若是离开了,不可再嫁,或是仍同丈夫和好),丈夫也不可离弃妻子。我对其余的人说,不是主说:倘若某弟兄……”直到“但如今他们是圣洁的了”。 那么,那些抨击律法、声称婚姻只是在律法下被允许而非在新约下被允许的人,对此有何话说呢?那些厌恶播种与生育的人,对这些法规又能说些什么呢?因为使徒亦规定,善于管理自己家庭的监督应当带领教会,而正是与一妇的结合构成了主的家室。

§3.18.109

πάντα οὖν καθαρὰ τοῖς καθαροῖς, λέγει, τοῖς δὲ μεμιαμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίαται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. ἐπὶ δὲ τῆς παρὰ τὸν κανόνα ἡδονῆς μὴ πλανᾶσθε φησίν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. καὶ ἡμεῖς μὲν ἀπελουσάμεθα, οἱ ἐν τούτοις γενόμενοι, οἳ δέ,3 εἰς ταύτην ἀπολούοντες τὴν ἀσέλγειαν, ἐκ σωφροσύνης εἰς πορνείαν βαπτίζουσι, ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι χαρίζεσθαι δογματίζοντες, ἀκρατεῖς ἐκ σωφρόνων εἶναι διδάσκοντες καὶ τὴν ἐλπίδα τὴν σφῶν ταῖς τῶν μορίων ἀναισχυντίαις προσανέχοντες, ἀποκηρύκτους εἶναι τῆς βασιλείας τοῦ θεοῦ, ἀλλ’ οὐκ ἐγγράφους τοὺς φοιτητὰς παρασκευάζοντες, ψευδωνύμου γνώσεως προσηγορίᾳ τὴν εἰς τὸ ἐξώτερον σκότος ὁδοιπορίαν ἐπανῃρημένοι. τὸ λοιπόν, ἀδελφοί, ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ὅσα καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.

他说:“因此,在洁净的人,凡物都洁净;但在污秽不信的人,什么都不洁净,连他们的心思和天良也都污秽了。” 论到违反规矩的享乐,他说:“不要自欺!无论是淫乱的、拜偶像的、奸淫的、作娈童的、亲男色的、贪婪的、偷窃的、醉酒的、辱骂的、勒索的,都不能承受神的国。”我们这些曾陷于这些事中的人固然洗净了自己;然而他们却把人洗涤入这般的放荡之中,将人从自守施洗入淫乱,立定教义教人纵容享乐与情欲,教导自制之人变得放荡无节,将自身的指望寄托于下体的无耻之行,使他们的门徒成为神国弃绝之人而非注册的国民,借着伪称之知的名号,欣然承当了通往外边黑暗的旅途。 “末了,弟兄们,凡是真实的、庄重的、公义的、纯洁的、可爱的、有美名的,若有什么德行,若有什么称赞,这些事你们都要思念。你们在我身上所学习的、所领受的、所听见的、所看见的,这些事你们都要去行,赐平安的神就必与你们同在。”

§3.18.110

καὶ ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ τὰ ὅμοια λέγει· ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν, τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ›ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.‹ Ἀλλὰ γὰρ πέρα τοῦ δέοντος ἡ πρὸς τοὺς ψευδωνύμους τῆς γνώσεως ὑποκριτὰς ἀναγκαία γενομένη ἀπήγαγεν ἡμᾶς καὶ εἰς μακρὸν ἐξέτεινε τὸν λόγον ἀντιλογία. ὅθεν καὶ ὁ τρίτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς τοῦτο ἔχει τὸ πέρας.

彼得在书信中亦讲了同样的话:“叫你们的信心和盼望都在于神。你们既因顺从真理洁净了自己的心,作顺从的儿女,就不要效法从前蒙昧无知的时候那放纵情欲的模样;那召你们的既是圣洁,你们在一切所行的事上也要圣洁;因为经上记着说:‘你们要圣洁,因为我是圣洁的。’” 然而,这场对伪称之知的伪善者们所必需进行的驳斥,超出了应有的限度,将我们引向偏处,并把论述拖得极长。因此,我们依照真实哲学写就的诺斯底札记《杂记》第三卷,便以此告终。

语法注3 条
  1. 3.18.108μεθ’ ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός

    紧接前一段落末尾关于夫妻相互义务的引文,主语“妻子”(ἡ γυνή)在语境中被省略,βοηθός 作主格补足语。ἔκτισις(源自 ἐκτίνω,“清偿、履行”)指前文刚提及的夫妻义务或债务(林前7:3 ὀφειλή)的履行,故整句意为“紧接着这一清偿[即履行夫妻义务],她在持家与信仰上成为帮助者”。

  2. 3.18.108οἶκον δὲ κυριακὸν μιᾶς γυναικὸς συνίστησι συζυγία

    此句语序发生倒装,主语为句末的主格短语 μιᾶς γυναικὸς συζυγία(与一妻之结合),宾语为前置的宾格短语 οἶκον κυριακόν(主的家室),动词为 συνίστησι。句意为“正是与一妇的结合构成了主的家室”。

  3. 3.18.109καὶ ἡμεῖς μὲν ἀπελουσάμεθα, οἱ ἐν τούτοις γενόμενοι, οἳ δέ

    此处是 ἡμεῖς μέν 与 οἳ δέ 形成的鲜明对照结构。作者化用哥林多前书6:11(ἀπελούσασθε),将包含作者在内的基督徒从罪恶中洗净自身(中间态 ἀπελουσάμεθα),与异端分子主动将信徒“洗入/浸入”放荡之中(及物的主动态分词 ἀπολούοντες)形成辛辣的讽刺性对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.18.108-3.18.110