- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.9.63-3.9.67
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特驳斥了禁欲派借外经中与莎乐美的对话来否定婚姻与生育的论点,阐明主所废除的是欲望与罪恶的作为,而非受造界的自然经纶。他进一步引证保罗的书信以及与莎乐美对话的后续内容,论证独身与合乎理性的婚姻皆取决于个人的自由抉择。
Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν· φέρεται δέ, οἶμαι, ἐν τῷ κατ’ Αἰγυπτίους εὐαγγελίῳ. φασὶ γάρ, ὅτι αὐτὸς εἶπεν ὁ σωτήρ· ἦλθον καταλῦσαι τὰ ἔργα τῆς θηλείας, θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν.1 τί οὖν ἂν εἴποιεν; κατελύθη ἡ διοίκησις αὕτη; οὐκ ἂν φήσαιεν· μένει γὰρ ἐπὶ τῆς αὐτῆς οἰκονομίας ὁ κόσμος. ἀλλ’ οὐκ ἐψεύσατο ὁ κύριος· τῷ ὄντι γὰρ τὰ τῆς ἐπιθυμίας κατέλυσεν ἔργα, φιλαργυρίαν, φιλονικίαν, φιλοδοξίαν, γυναικομανίαν, παιδεραστίαν, ὀψοφαγίαν, ἀσωτίαν καὶ τὰ τούτοις ὅμοια· τούτων δὲ ἡ γένεσις φθορὰ τῆς ψυχῆς, εἴ γε νεκροὶ τοῖς παραπτώμασι γινόμεθα· καὶ αὕτη ἡ θήλεια ἀκρασία ἦν. γένεσιν δὲ καὶ φθορὰν τὴν ἐν κτίσει προηγουμένως γίνεσθαι ἀνάγκη μέχρι παντελοῦς διακρίσεως καὶ ἀποκαταστάσεως ἐκλογῆς, δἰ ἣν καὶ αἱ τῷ κόσμῳ συμπεφυρμέναι οὐσίαι τῇ οἰκειότητι προσνέμονται.
然而,那些借着虚有其名的节制抗拒神的创造的人,也搬出了对莎乐美所说的那番话,我们先前曾提到过;据我认为,这番话载于《埃及人福音》。因为他们声称救主亲自说过:“我来是要废除女人的作为”——女人是指欲望,作为则是指生与灭。那么他们会怎么说呢?这一治理秩序被废除了吗?他们不能这样说;因为世界仍然处于相同的经纶之中。但主并没有说谎;因为他确实废除了欲望的作为:贪财、好争、虚荣、恋女狂、少年爱、贪食、放荡以及诸如此类的事。而这些事情的产生便是灵魂的败坏,如果我们真的成了“死在过犯之中”的人;而这女人就是放荡。但是在受造界中,生与灭主要必须持续发生,直到选民的完全分离与复兴为止,正是为了选民,那些与世界混杂的实质才得以归入各自相宜的归属。
ὅθεν εἰκότως περὶ συντελείας μηνύσαντος τοῦ λόγου ἡ Σαλώμη φησί· μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται; ἄνθρωπον δὲ καλεῖ ἡ γραφὴ διχῶς, τόν τε φαινόμενον καὶ τὴν ψυχήν, πάλιν τε αὖ τὸν σῳζόμενον καὶ τὸν μή. καὶ θάνατος ψυχῆς ἡ ἁμαρτία λέγεται. διὸ καὶ παρατετηρημένως ἀποκρίνεται ὁ κύριος· μέχρις ἄν τίκτωσιν αἱ γυναῖκες, τουτέστι μέχρις ἂν αἱ ἐπιθυμίαι ἐνεργῶσι. διὰ τοῦτο ὥσπερ δἰ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως, φησὶν ὁ ἀπόστολος· φυσικῇ δὲ ἀνάγκῃ θείας οἰκονομίας γενέσει θάνατος ἕπεται, καὶ συνόδῳ ψυχῆς καὶ σώματος ἡ τούτων διάλυσις ἀκολουθεῖ. εἰ δὲ ἕνεκεν μαθήσεως καὶ ἐπιγνώσεως ἡ γένεσις, ἀποκαταστάσεως δὲ ἡ διάλυσις· ὡς δὲ αἰτία θανάτου διὰ τὸ τίκτειν ἡ γυνὴ νομίζεται, οὕτω καὶ ζωῆς διὰ τὴν αὐτὴν αἰτίαν λεχθήσεται ἡγεμών.
因此,当道指示有关终结的事时,莎乐美理所当然地说:“人要死到几时呢?”圣经称呼“人”有两种含义:既指可见的外在人,也指灵魂;又指得救的人和未得救的人。而灵魂的死被称为罪。所以主也审慎地回答道:“直到女人生产的时候”,也就是直到欲望发生作用的时候。 因此使徒说:“这就如罪是从一人入了世界,死又借着罪临到众人,因为众人都犯了罪;并且死就作了王,从亚当到摩西。”但依照神圣经纶的自然必然性,死随着生而来,灵魂与肉体的解体伴随着它们的结合。如果生是为了学习与真知,那么解体就是为了复兴。正如女人因生产被视为死亡的原因,同样地,也正因同一原因,她将被称作生命的引导者。
αὐτίκα ἡ προκατάρξασα τῆς παραβάσεως ζωὴ προσηγορεύθη, διότι τῆς διαδοχῆς αἰτία τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται, ὁμοίως δικαίων ὡς καὶ ἀδίκων μήτηρ, ἑκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἢ ἔμπαλιν ἀπειθῆ κατασκευάζοντος. ὅθεν οὐχ ἡγοῦμαι ἔγωγε μυσάττεσθαι τὴν ἐν σαρκὶ ζωὴν τὸν ἀπόστολον, ὁπηνίκα ἂν φῇ· ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. εἰ δὲ τὸ ζῆν ἐν σαρκί, καὶ τοῦτό μοι καρπὸς ἔργου, τί αἱρήσομαι οὐ γνωρίζω· συνέχομαί τε ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ κρεῖττον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δἰ ὑμᾶς. ἐνεδείξατο γάρ, οἶμαι, διὰ τούτων σαφῶς τῆς μὲν ἐξόδου τοῦ σώματος τὴν πρὸς θεὸν ἀγάπην τελείωσιν εἶναι, τῆς δὲ ἐν σαρκὶ παρουσίας τὴν εὐχάριστον διὰ τοὺς σωθῆναι δεομένους ὑπομονήν.2
事实上,那开了违诫之先端的女人被命名为“生命”,因为她成了生者与犯罪者世代相继的原因,她同样是义人和不义之人的母亲,而我们各人要么使自己成为义,要么反过来使自己成为不顺服的。因此,当使徒这样说时,我绝不认为他厌恶肉身的生活:“只要凡事放胆,无论是生是死,总叫基督一如既往、如今也在我身上显大。因我活着就是基督,我死了就有益处。但我在肉身活着,若这也是我工作的果子,我该挑选什么,我不知道;我正在两难之间,情愿离世与基督同在,因为这是好得无比的;然而我在肉身活着,为你们更是要紧的。” 因为我想,他借着这些话清楚表明,脱离肉身的成全乃是对神之爱,而在肉身中存留的〔成全〕,则是为了那些需要得救之人而怀有的感恩忍耐。
τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι; φαμένης γὰρ αὐτῆς καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα, ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης, ἀμείβεται λέγων ὁ κύριος· πᾶσαν φάγε βοτάνην, τὴν δὲ πικρίαν ἔχουσαν μὴ φάγῃς. σημαίνει γὰρ καὶ διὰ τούτων ἐφ’ ἡμῖν εἶναι καὶ οὐκ ἐξ ἀνάγκης κατὰ κώλυσιν ἐντολῆς ἤτοι τὴν ἐγκράτειαν ἢ καὶ τὸν γάμον, καὶ ὅτι ὁ γάμος συνεργάζεταί τι τῇ κτίσει προσδιασαφῶν.
那些遵行一切却唯独不遵从合乎真理之福音准则的人,为何不把对莎乐美所说之话的后文也引出来呢?因为当她说“那我没有生产岂不是做好了吗”——仿佛生育是不宜采取的事一般——主回答说:“一切菜蔬你都可以吃,但那带苦味的你不可吃。” 因为他也借由这些话表明,无论是节制还是婚姻,都在于我们自己的权柄,而非因诫命的禁止而出于必然,并且他还进一步阐明,婚姻在某种程度上是与创造相协同的。
μήτ’ οὖν ἁμάρτημά τις ἡγείσθω τὸν γάμον τὸν κατὰ λόγον, εἰ μὴ πικρὰν ὑπολαμβάνει παιδοτροφίαν (πολλοῖς γὰρ ἔμπαλιν ἀτεκνία λυπηρότατον), μήτ’, ἂν πικρὰ ἡ παιδοποιία φαίνηταί τινι μεταπερισπῶσα τῶν θείων διὰ τὰς χρειώδεις ἀσχολίας, μὴ φέρων οὗτος εὐκόλως τὸν μονήρη βίον ἐπιθυμείτω γάμου,3 ἐπεὶ τὸ εὐάρεστον μετὰ σωφροσύνης ἀβλαβὲς καὶ κύριος ἕκαστος ἡμῶν τυγχάνει τῆς περὶ τέκνων γονῆς αἱρέσεως. συνορῶ δ’ ὅπως τῇ προφάσει τοῦ γάμου οἳ μὲν ἀπεσχημένοι τούτου μὴ κατὰ τὴν ἁγίαν γνῶσιν εἰς μισανθρωπίαν ὑπερρύησαν καὶ τὸ τῆς ἀγάπης οἴχεται παρ’ αὐτοῖς, οἳ δὲ ἐνσχεθέντες καὶ ἡδυπαθήσαντες τῇ τοῦ νόμου συμπεριφορᾷ, ὥς φησιν ὁ προφήτης, παρωμοιώθησαν τοῖς κτήνεσιν.
因此,只要人不认为抚养子女是件苦事,就不要有人把合乎理性的婚姻视为罪恶(因为对许多人而言,没有子嗣反而是极令人痛苦的);同时,若有人觉得生儿育女因日常必需的忙碌而分散对属神之事的专注,因而显得苦楚,他也不应因难以忍受独身生活便去渴求婚姻。因为伴随节制的可喜悦之事是无害的,我们各人在生育子女的抉择上都是自己的主宰。但我看到,以婚姻为借口,有些人并非出于圣洁的知识而弃绝婚姻,以致陷入厌世,爱心在他们那里荡然无存;而另一些人则借着律法的宽容陷入婚姻并纵欲享乐,正如先知所说,“他们与畜类无异”。
- 3.9.63θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν
在由对比连词 μέν ... δέ 连接的平行结构中,省略了表示判断的动词或分词(如 νοουμένης 或 λεγομένης)。前半部分是属格之间的同位同指(θηλείας 与 τῆς ἐπιθυμίας),后半部分则是宾格之间的同位同指(ἔργα 与 γένεσιν καὶ φθοράν)。该句直接承接前文主的话语(属格 θηλείας 与宾格 ἔργα),以极凝练的句式概括了异端解释者对这两个词所赋予的具体指涉。
- 3.9.65τῆς μὲν ἐξόδου τοῦ σώματος τὴν πρὸς θεὸν ἀγάπην τελείωσιν εἶναι, τῆς δὲ ἐν σαρκὶ παρουσίας τὴν εὐχάριστον διὰ τοὺς σωθῆναι δεομένους ὑπομονήν
由动词 ἐνεδείξατο 引出的“宾格加不定式”间接引语结构。宾格短语 τὴν πρὸς θεὸν ἀγάπην 作不定式的主语宾格,τελείωσιν 作表语宾格;置于句首的属格短语 τῆς μὲν ἐξόδου τοῦ σώματος 既可视为修饰 τελείωσιν 的宾格性属格,亦可作关涉属格(“关于……”)。在后半句中省略了不定式 εἶναι,宾格短语 τὴν εὐχάριστον ... ὑπομονήν 与前半句形成紧密的平行对称。
- 3.9.67μήτ’, ἂν πικρὰ ἡ παιδοποιία φαίνηταί τινι μεταπερισπῶσα τῶν θείων διὰ τὰς χρειώδεις ἀσχολίας, μὴ φέρων οὗτος εὐκόλως τὸν μονήρη βίον ἐπιθυμείτω γάμου
这是承接前文“μήτ’ οὖν ἁμάρτημά τις ἡγείσθω...”的否定禁止相关结构(μήτε ... μήτε)。主句动词为第三人称命令式 ἐπιθυμείτω,受句首的 μήτε 否定,意为“也不应渴求婚姻”。句中插入了条件从句(ἄν 搭配虚拟语气)以及分词短语(μὴ φέρων),使结构显得复杂,但其主干实为“μήτε οὗτος ἐπιθυμείτω γάμου”(那人也不可渴求婚姻),其中 μὴ φέρων 起到原因或让步状语分词的作用(“仅因不能轻易忍受独身生活”)。
