- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.10.68-3.10.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门对“奉基督的名聚集的两三个人”提出了多种释义(包括家庭、灵魂功能、肉/魂/灵以及由犹太人和外邦人构成的统一教会),反驳了异端的二元论解读,并指出极端的独身禁欲者与肉体放荡者皆不得救。
Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ’ οἷς μέσος ἐστὶν ὁ κύριος; ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγει, ὅτι ἀνδρὶ γυνὴ διὰ θεοῦ ἁρμόζεται; ἀλλὰ κἂν εὔζωνός τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, μενέτω φησὶν ὁ ἀπόστολος ἄγαμος ὡς κἀγώ. βούλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται1 μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι τὸν γενεσιουργὸν θεόν, μετὰ δὲ τοῦ ἑνὸς τοῦ ἐκλεκτοῦ τὸν σωτῆρα, ἄλλου δηλονότι θεοῦ τοῦ ἀγαθοῦ υἱὸν πεφυκότα. τὸ δ’ οὐχ οὕτως ἔχει· ἀλλ’ ἔστι μὲν καὶ μετὰ τῶν σωφρόνως γημάντων καὶ τεκνοποιησάντων ὁ θεὸς δι’ υἱοῦ, ἔστι δὲ καὶ μετὰ τοῦ ἐγκρατευσαμένου λογικῶς ὁ αὐτὸς ὡσαύτως θεός. Εἶεν δ’ ἂν καὶ ἄλλως οἱ μὲν τρεῖς θυμός τε καὶ ἐπιθυμία καὶ λογισμός, σὰρξ δὲ καὶ ψυχὴ καὶ πνεῦμα κατ’ ἄλλον λόγον.
那么,奉基督的名聚集、主在他们中间的“两三个人”究竟是谁呢?难道主所说的“三个人”不是指丈夫、妻子和孩子吗?因为妻子是借着神与丈夫结合的。然而,即便有人想要轻装简行,因生养之事的繁琐而不选择生育,“他就守素安常,”使徒说,“像我一样。”因为他们解释说,主的意思是表明,创造主——即促成生成的造物神——是与多数人同在,而救主则是与那选拔出来的一人同在,救主显然是另一位善神的儿子。但事实并非如此;相反,神借着儿子与那些节制地结婚并生育的人同在,同样的这位神也同样与合乎理性地实行自制的人同在。 在另一种意义上,这三者也可以是血气、欲望和理性;或者照另一种说法,是肉体、灵魂与灵。
τάχα δὲ καὶ τὴν κλῆσιν τήν τε ἐκλογὴν δευτέραν καὶ τρίτον τὸ εἰς τὴν πρώτην τιμὴν κατατασσόμενον γένος αἰνίσσεται ἡ προειρημένη τριάς· μεθ’ ὧν ἡ πανεπίσκοπος τοῦ θεοῦ δύναμις ἀμερῶς μεριστή.2 ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσιν· ἐνευλογήσεις γάρ, φησί, τὸν εὐλογοῦντα καὶ καταράσῃ τὸν καταρώμενον. ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ’ εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός. οὕτως οἱ δύο καὶ οἱ τρεῖς ἐπὶ τὸ αὐτὸ συνάγονται, τὸν γνωστικὸν ἄνθρωπον.
也许前面提到的三位一组,还暗指了召命、作为第二者的选民,以及第三种被列入首等尊荣的族类;神那监察万物的权能无可分割地分赐在他们之中。因此,凡在必要之事上运用灵魂本性活动的人,必渴慕相称之事,憎恨有害之事,正如诫命所吩咐的:“因为你要祝福,”圣经说,“那祝福者,咒诅那咒诅者。”而当他超越了血气与欲望这些活动,因万物的神与创造者的缘故在行为上爱受造界时,他就将以属知识(诺斯替)的方式生活,照着与救主同化的样式获得了一种毫不费力的节制习性,将知识、信心与爱合而为一,从此在判断上成为专一且真正属灵的人,完全绝不受制于出于血气与欲望的思念,由工匠亲自照着主的形象雕琢完满,成为完全的人,已配得被主称为弟兄,他既是朋友又是儿子。这样,“二与三”就被聚拢到了同一事物——诺斯替人之中。
Εἴη δ’ ἂν καὶ ἡ ὁμόνοια τῶν πολλῶν ἀπὸ τῶν τριῶν ἀριθμουμένη μεθ’ ὧν ὁ κύριος, ἡ μία ἐκκλησία, ὁ εἷς ἄνθρωπος, τὸ γένος τὸ ἕν. ἢ μή τι3 μετὰ μὲν τοῦ ἑνὸς τοῦ Ἰουδαίου ὁ κύριος νομοθετῶν ἦν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ; νόμος τε ὁμοῦ καὶ προφῆται σὺν καὶ τῷ εὐαγγελίῳ ἐν ὀνόματι Χριστοῦ εἰς μίαν συνάγονται γνῶσιν. οὐκοῦν οἱ διὰ μῖσος μὴ γαμοῦντες ἢ δι’ ἐπιθυμίαν ἀδιαφόρως τῇ σαρκὶ καταχρώμενοι οὐκ ἐν ἀριθμῷ τῶν σῳζομένων ἐκείνων μεθ’ ὧν ὁ κύριος.
由有主同在的这三人所推算出的众人的和谐一致,也可以是唯一教会、唯一的人、唯一的族类。抑或是,主立法时与犹太人这单一者同在,而已在发预言并将耶利米遣往巴比伦时,又借着预言呼召来自外邦的人,从而召集了两个民族;而第三者则是从这两者中被创造出来的“一个新人”,主在其中行走并居住在这教会之中,难道不是这样吗?律法与先知书连同福音,都在基督的名下被汇聚为单一的真知。因此,那些因仇恨而不婚者,或是因欲望而肆意妄用肉体者,都不在那有主同在的得救者之列。
- 3.10.68βούλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται
多重嵌套的带宾格的不定式结构:主述动词 ἐξηγοῦνται(他们解释)支配带宾格主语 τὸν κύριον 的不定式 βούλεσθαι(主意欲),后者接续补足不定式 λέγειν(说),而 λέγειν 进一步引出 μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι...(造物主与多数人同在……)的不定式从句。这一句式在语法上将异端的二元论主张明确归为他人错误的转述。
- 3.10.69ἀμερῶς μεριστή
修辞与神学上的修辞矛盾(矛盾修饰法):否定性副词 ἀμερῶς(不可分地/无部分地)修饰形容词 μεριστή(被分赐的/可分的),用以表述神鉴察万有的能力(δύναμις)虽分赐于受造界的各个不同等阶,其自身却依然完满浑一、绝不被割裂的超越性存在方式。
- 3.10.70ἢ μή τι
疑问小词 μή τι 通常引导预期否定回答的修辞反问(“难道是……吗/莫非……”),但此处承接上文对“两三人”的诸多可能解释,作为推进论证的修辞性提问,其语用实际在于强烈暗示并确立肯定的结论,即主正是将犹太人与外邦人合为那属于教会的“一个新人”。
