← 亚历山太的革利免

杂记

§3.8.61-3.8.62

驳斥歪曲保罗经文以辩护放纵的言论

作者针对那些歪曲保罗经文为放纵辩护的异端,引用保罗紧随其后的反驳以及关于身体行为受审判与新造之人的教导予以驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8.61

Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην1 ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν (καί τινας ἄλλας τοιαύτας, ὧν ἐπὶ τοιούτοις μεμνῆσθαι οὐκ εὔλογον· οὐ γὰρ ἐπισκευάζω ναῦν πειρατικήν), φέρε δὴ διὰ βραχέων διακόψωμεν αὐτῶν τὴν ἐγχείρησιν. αὐτὸς γὰρ ὁ γενναῖος ἀπόστολος τῇ προειρημένῃ λέξει ἐπιφέρων2 ἀπολύσεται τὸ ἔγκλημα· τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν; μὴ γένοιτο. οὕτως ἐνθέως καὶ προφητικῶς καταλύει παραχρῆμα τὴν σοφιστικὴν τῆς ἡδονῆς τέχνην.

既然那些引入“无差别”(道德放纵)的人认为,通过强解少数经文便能为自己的纵欲辩护——尤其是那一处:“罪必不能作你们的主,因为你们不在律法之下,乃在恩典之下”(以及其他几处类似的经文,为这种目的提及它们并不适宜,因为我并不打算装备一艘海盗船)——那么来吧,让我们简要地斩断他们的企图。因为高尚的使徒本人紧接着上述经文所说的话,便会化解这一指控:“这却怎么样呢?我们在恩典之下,不在律法之下,就可以犯罪吗?绝不可!”他就是如此充满神圣灵感并以预言的方式,立即摧毁了享乐的诡辩之术。

§3.8.62

οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν,3 εἴτε ἀγαθὸν εἴτε κακόν, ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις ἀπολάβῃ. ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, οὐκέτι ἁμαρτητική· τὰ ἀρχαῖα παρῆλθεν, ἀπελουσάμεθα τὸν βίον τὸν παλαιόν· ἰδοὺ γέγονε καινά, ἁγνεία ἐκ πορνείας, ἐγκράτεια ἐξ ἀκρασίας, δικαιοσύνη ἐξ ἀδικίας. τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.

因此看来他们并不懂得:“我们众人都必须在基督的审判台前显露出来,叫各人按着肉身所行的,或善或恶受报”——也就是叫人领受自己借着身体所行的一切。 “所以,若有人在基督里,他就是新造的人”——不再是属罪的。“旧事已过”,我们已经洗去了旧有的生活;“看哪,都变成新的了”:自淫乱中生出纯洁,自放荡中生出节制,自不义中生出公义。“义和不法有什么相交呢?光暗有什么相通呢?基督和彼列有什么和谐呢?信主的和不信主的有什么同分呢?神的殿和偶像有什么一致呢?我们既有这些应许,就当洁净自己,除去肉体和灵的一切污秽,敬畏神,得以成圣。”

语法注3 条
  1. 3.8.61ἀτὰρ δὴ κἀκείνην

    宾格 κἀκείνην(καὶ ἐκείνην)与分词 βιαζόμενοι 所统辖的 τινας ὀλίγας γραφὰς 构成并列宾语,意为“(强解)那一处[经文]”,直接引出后文所引用的经文。

  2. 3.8.61τῇ προειρημένῃ λέξει ἐπιφέρων

    分词 ἐπιφέρων 支配与格 τῇ προειρημένῃ λέξει,意为“在上述言语之后补充/接着说道”,分词的宾语即后文直接引出的使徒之言(τί οὖν...)。

  3. 3.8.62κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν

    引自《哥林多后书》5:10。介词短语 διὰ τοῦ σώματος 在语法上既可修饰 κομίσηται,亦可修饰 ἔπραξεν;作者在后文紧接着的转述中明确写作 ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις ἀπολάβῃ,表明作者将其理解为修饰做事的动词,即“借着身体所行的事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.8.61-3.8.62