← 亚历山太的革利免

杂记

§3.7.57-3.7.60

依凭神恩的真正节制与哲学自制的差异

作者将依靠神的恩典与爱、从根本上消除欲望的真正基督徒自制,与仅克制行为的哲学自制以及仇视肉体的异教徒与异端分子的盲目禁欲进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.57

Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθ’ ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλ’ ὅπως καὶ τοῦ ἐπιθυμεῖν ἐγκρατεύηται. λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι τοῦ θεοῦ. διὰ τοῦτο εἶπεν αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταύτην ἔλαβεν τὴν χάριν καὶ ὁ Μωυσῆς τὸ ἐνδεὲς σῶμα περικείμενος, ἵνα τεσσαράκοντα ἡμέρας μήτε πεινάσῃ μήτε διψήσῃ. ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης.1 οὐ γὰρ ὅπου φῶς, ἐκεῖ σκότος· ἔνθα δέ ἐστιν ἐπιθυμία ἐγκαθεζομένη, μόνη τυγχάνουσα, κἄν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν.2

因此,人间的自制——我指的是按照希腊哲学家的那种——声称要与欲望争战,不在行为上顺从它;而我们这边的自制则是根本不起欲望,不是为了让人在抱有欲望的同时去忍耐,而是使人连欲望本身也能克制。若非借着神的恩典,绝无可能获得这种自制。为此主说:“你们祈求,就给你们。”摩西即便身处匮乏的肉身之中,也领受了这恩典,以致四十天之久不饥也不渴。正如身心健全胜过身患疾病时谈论健康,成为光胜过谈论光,合乎真理的自制同样胜过哲学家所教导的自制。因为光之所在,必无黑暗;而在欲望盘踞之处,即便它只是单独存在,哪怕在身体行为上保持静默,在记忆中却仍与那不在眼前之物行苟合。

§3.7.58

καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περί τε γάμου περί τε τροφῆς καὶ τῶν ἄλλων, μηδὲν κατ’ ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα. οὐ γάρ ἐσμεν ἐπιθυμίας τέκνα, ἀλλὰ θελήματος. καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ’ ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώφρονι παιδοποιούμενος θελήματι. οὐ γὰρ τῆς σαρκὸς πρόνοιαν ποιεῖσθαι εἰς ἐπιθυμίας ἐμάθομεν, εὐσχημόνως δὲ ὡς ἐν ἡμέρᾳ, τῷ Χριστῷ καὶ τῇ κυριακῇ τῇ φωτεινῇ ἀγωγῇ, περιπατοῦντες, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔρισι καὶ ζήλοις.

总体而言,无论是关于婚姻、食物还是其他事物,我们的讨论都应坚持这一原则:凡事不随欲望而行,唯愿要那些必需之物。因为我们不是欲望的儿女,而是意志的儿女。即便是为了繁衍后代而结婚的人,也当操练自制,以致不对自己的妻子起贪欲——他本应爱她——而是以崇高且节制的意志生儿育女。因为我们所学到的,不是“为肉体安排去放纵私欲”,而是“行事为人要端正,好像行在白昼”——即在基督里,并在主光明的行事为人中——“不可荒宴醉酒,不可好色邪荡,不可争竞嫉妒”。

§3.7.59

ἀλλὰ γὰρ οὐ μόνον περί τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκει, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἄλλα ὅσα σπαταλῶσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, περιεργαζομένη δὲ τὴν χλιδήν. ἐγκράτειά ἐστιν ἀργυρίου καταφρονεῖν, τρυφῆς, κτήσεως, θέας καταμεγαλοφρονεῖν, στόματος κρατεῖν, κυριεύειν λογισμῶν τῶν πονηρῶν. ἤδη δὲ καὶ ἄγγελοί τινες ἀκρατεῖς γενόμενοι ἐπιθυμίᾳ ἁλόντες οὐρανόθεν δεῦρο καταπεπτώκασιν. Οὐαλεντῖνος δὲ ἐν τῇ πρὸς Ἀγαθόποδα ἐπιστολῇ πάντα φησὶν ὑπομείνας ἐγκρατὴς ἦν· θεότητα Ἰησοῦς εἰργάζετο, ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα. τοσαύτη ἦν αὐτῷ ἐγκρατείας δύναμις, ὥστε καὶ μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ἡμεῖς μὲν οὖν δἰ ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δἰ αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντες· καλὸν γὰρ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν εὐνουχίζειν ἑαυτὸν πάσης ἐπιθυμίας καὶ καθαρίζειν τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.

然而,不仅应当在一种形式(即性事)上看待自制,而且应当在我们的灵魂因放荡而渴求、不满足于必需品反而汲汲于奢华的一切其他事态上看待自制。蔑视金钱,轻视奢侈、财富与景观,管住口舌,克制邪恶的思想,这才是自制。事实上,连某些天使也因失控、被欲望征服而从天上堕落至此。瓦伦廷在给阿加托普斯的信中说:“他忍受了一切,是自制的;耶稣践行着神性,以独特的方式饮食而不排泄食物。在他里面自制的能力如此之大,以至于食物在他体内甚至未曾腐败,因为他自身并不具有腐败性。” 因此,我们是因着对主的大爱以及因着美善本身而欣然拥抱自制,圣化圣灵的殿宇;因为“为了天国而从一切欲望中自我阉割”,并且“洗净良心脱离死行,以事奉永生的神”,乃是美善的。

§3.7.60

οἳ δέ, διὰ τὸ μῖσος τὸ πρὸς τὴν σάρκα τῆς κατὰ γάμον συναλλαγῆς καὶ τῆς τῶν καθηκόντων βρωμάτων μεταλήψεως ἀχαρίστως ἀπαλλάττεσθαι ποθοῦντες, ἀμαθεῖς τε καὶ ἄθεοι, ἀλόγως ἐγκρατευόμενοι,3 καθάπερ τὰ πλεῖστα τῶν ἄλλων ἐθνῶν. Βραχμᾶναι γοῦν οὔτε ἔμψυχον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν· ἀλλ’ οἳ μὲν αὐτῶν καθ’ ἑκάστην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται, ἔνιοι δ’ αὐτῶν διὰ τριῶν ἡμερῶν, ὥς φησιν Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖς· καταφρονοῦσι δὲ θανάτου καὶ παρ’ οὐδὲν ἡγοῦνται τὸ ζῆν· πείθονται γὰρ εἶναι παλιγγενεσίαν, † ἅ δὲ σέβουσιν Ἡρακλέα καὶ Πᾶνα. οἱ καλούμενοι δὲ Σεμνοὶ τῶν Ἰνδῶν γυμνοὶ διαιτῶνται τὸν πάντα βίον· οὗτοι τὴν ἀλήθειαν ἀσκοῦσι καὶ περὶ τῶν μελλόντων προμηνύουσι καὶ σέβουσί τινα πυραμίδα, ὑφ’ ἣν ὀστέα τινὸς θεοῦ νομίζουσιν ἀποκεῖσθαι. οὔτε δὲ οἱ γυμνοσοφισταὶ οὔθ’ οἱ λεγόμενοι Σεμνοὶ γυναιξὶ χρῶνται· παρὰ φύσιν γὰρ τοῦτο καὶ παράνομον δοκοῦσι, δἰ ἣν αἰτίαν σφᾶς αὐτοὺς ἁγνοὺς τηροῦσι, παρθενεύουσι δὲ καὶ αἱ Σεμναί. δοκοῦσι δὲ παρατηρεῖν τὰ οὐράνια καὶ διὰ τῆς τούτων σημειώσεως τῶν μελλόντων προμαντεύεσθαί τινα.

另有些人,却出于对肉体的仇恨,忘恩负义地渴望摆脱婚姻中的结合以及对当用食物的领受,他们既无知又悖逆神,进行着非理性的自制,如同大多数其他外邦民族一样。例如婆罗门,他们既不吃有生之物,也不饮酒;亚历山大·多学士在《印度记》中说,他们中有些人像我们一样每日进食,有些人则每三日一次;他们蔑视死亡,视生命如草芥,因为他们深信有轮回重生,† 他们崇拜赫拉克勒斯和潘。在印度人中被称为“尊者”(塞姆诺伊)的人终生赤身裸体;他们操练真理,预言未来之事,崇敬一座金字塔,相信其下安放着某位神明的遗骨。裸体哲学家和所谓的尊者都不亲近女色;因为他们认为这有悖自然且属不法,为此他们保持贞洁,女尊者们也守童贞。他们还被认为观测天象,并通过天象的征兆预卜某些未来之事。

语法注3 条
  1. 3.7.57ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης.

    比较句中的省略结构。在首句对比“健康”(ὑγιαίνειν)与“患病时谈论健康”(τοῦ νοσοῦντα...)之后,后接分句中省略了比较级谓语 ἄμεινον / ἀμείνων。其骨架为:οὕτω [ἄμεινόν ἐστι] τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν,以及 καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια [ἀμείνων ἐστὶ] τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης。其中的 τοῦ... 与 τῆς... 均为比较属格。

  2. 3.7.57κἄν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν.

    构成对照的与格用法。τῇ ἐνεργείᾳ(“在实际活动中”)与 τῇ μνήμῃ(“在记忆中”)均作关系与格(dative of respect)。κἄν 为 καὶ ἐάν(“哪怕/即便”)的混成形。συνουσιάζει πρὸς τὸ μὴ παρόν 指在精神或意念中与客观上不在眼前的事物发生交合。

  3. 3.7.60οἳ δέ, διὰ τὸ μῖσος τὸ πρὸς τὴν σάρκα τῆς κατὰ γάμον συναλλαγῆς καὶ τῆς τῶν καθηκόντων βρωμάτων μεταλήψεως ἀχαρίστως ἀπαλλάττεσθαι ποθοῦντες, ἀμαθεῖς τε καὶ ἄθεοι, ἀλόγως ἐγκρατευόμενοι

    省略系动词 εἰσί 的名词谓语句。句首的 οἳ δέ(“而另一些人……”)与前文的 Ἡμεῖς μὲν οὖν... 形成对比并作主语,受分词短语(ποθοῦντες, ἐγκρατευόμενοι)修饰,表语形容词(ἀμαθεῖς τε καὶ ἄθεοι)在省略 εἰσί 的情况下充当主句谓语。不定式 ἀπαλλάττεσθαι 支配分离属格 τῆς... συναλλαγῆς 与 τῆς... μεταλήψεως。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.7.57-3.7.60