- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.6.53-3.6.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特援引保罗及众使徒为服事圣工而携妇女同行的例证,驳斥了极端的禁欲主义,并指出先知们的严苛生活亦是建立在对神的感恩之上。进而,他驳斥了卡波克拉底派放荡的共有论,藉由福音书与旧约经文阐明了真正的施舍分享与合法使用财富的道理。
καὶ ὅ γε Παῦλος οὐκ ὀκνεῖ ἔν τινι ἐπιστολῇ τὴν αὑτοῦ προσαγορεύειν σύζυγον,1 ἣν οὐ περιεκόμιζεν διὰ τὸ τῆς ὑπηρεσίας εὐσταλές. λέγει οὖν ἔν τινι ἐπιστολῇ· οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; ἀλλ’ οὗτοι μὲν οἰκείως τῇ διακονίᾳ, ἀπερισπάστως τῷ κηρύγματι προσανέχοντες, οὐχ ὡς γαμετάς, ἀλλ’ ὡς ἀδελφὰς περιῆγον τὰς γυναῖκας συνδιακόνους ἐσομένας πρὸς τὰς οἰκουροὺς γυναῖκας, δἰ ὧν καὶ εἰς τὴν γυναικωνῖτιν ἀδιαβλήτως παρεισεδύετο ἡ τοῦ κυρίου διδασκαλία. ἴσμεν γὰρ καὶ ὅσα περὶ διακόνων γυναικῶν ἐν τῇ ἑτέρᾳ πρὸς Τιμόθεον ἐπιστολῇ ὁ γενναῖος διατάσσεται Παῦλος. ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. τίς αὐτῶν μηλωτὴν καὶ ζώνην δερματίνην ἔχων περιέρχεται ὡς Ἠλίας; τίς δὲ σάκκον περιβέβληται γυμνὸς τὰ ἄλλα καὶ ἀνυπόδετος ὡς Ἡσαΐας; ἢ περίζωμα μόνον λινοῦν, ὡς Ἱερεμίας; Ἰωάννου δὲ τὴν ἔνστασιν τὴν γνωστικὴν τοῦ βίου τίς μιμήσεται; ἀλλὰ καὶ οὕτω βιοῦντες ηὐχαρίστουν τῷ κτίσαντι οἱ μακάριοι προφῆται.
而且,保罗在某封书信中毫不犹豫地称呼自己的配偶,只是为了服事的便利而未曾携她同行。因此他在某封书信中说:“难道我们没有权柄带着身为姊妹的妻子同往,像其余的使徒一样吗?”然而,这些使徒为了切合职事、毫无分心地专注于宣讲,带领妇女同行并非作为妻子,而是作为姊妹,使她们成为向持家的妇女同工的女执事,藉着她们,主的教导便可无可指摘地进入内室。因为我们也知道那位崇高的保罗在《提摩太后书》中关于女执事所作的一切吩咐。然而,正是这位使徒宣告说,“神的国不在乎吃喝”,亦不在乎禁戒葡萄酒和肉食,“只在乎公义、和平并圣灵中的喜乐”。 他们当中有谁披着羊皮、腰束皮带,像以利亚那样走动呢?又有谁像以赛亚那样,身披麻布,其余部位赤裸且赤足呢?或者像耶利米那样,仅束一条麻布腰带呢?又有谁能效法约翰那种具备真知识的严苛生活呢?然而,福乐的先知们即便是如此生活,仍向造物主献上感恩。
Ἡ δὲ Καρποκράτους δικαιοσύνη καὶ τῶν ἐπ’ ἴσης αὐτῷ τὴν ἀκόλαστον μετιόντων κοινωνίαν ὧδέ πως καταλύεται. ἅμα γὰρ τῷ φάναι τῷ αἰτοῦντί σε δός ἐπιφέρει· καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς, ταύτην διδάσκων τὴν κοινωνίαν, οὐχὶ δὲ τὴν λάγνον. πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος;2 τί δ’ ὅταν ὁ κύριος φῇ· ἐπείνασα καὶ ἐχορτάσατέ με, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με. εἶτα ἐπιφέρει· ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. οὐχὶ δὲ τὰ αὐτὰ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομοθετεῖ; ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ φησίν.
至于卡波克拉底的“公义”,以及与他同样追求放荡共有之人的主张,则通过以下方式被瓦解。因为主在说了“有求你的,就给他”的同时,接着又说:“想借贷的,不可推辞”,所教导的是这种相通与分享,而非肉欲的共有。若没有任何拥有、施舍并借出的人存在,又怎能有乞求、领受并借贷的人呢?再者,当主说:“我饿了,你们给我吃;渴了,你们给我喝;我作客旅,你们留我住;我赤身露体,你们给我穿”,随后又说:“这些事你们既做在这些最小的一个身上,就是做在我身上了”,情况又是如何呢? 难道祂在旧约中不是也设立了同样的法则吗?祂说:“周济贫穷的,乃是借给神”,又说:“不可推辞向穷乏人行善”。
καὶ πάλιν ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε εἶπεν. πενία δὲ ἄνδρα ταπεινοῖ· χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. ἐπιφέρει δέ· ἰδοὺ ἀνήρ, ὃς οὐκ ἔδωκεν ἐπὶ τόκῳ τὸ ἀργύριον αὐτοῦ, ἀποδεκτὸς γίνεται· καὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος κρίνεται. οὐχὶ διασαφεῖ ἄντικρυς; ὡς οὖν ἐξ ἐναντίων ὁ κόσμος σύγκειται ὥσπερ ἐκ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὕτω κἀκ τῶν διδόντων κἀκ τῶν λαμβανόντων. πάλιν τε αὖ ὅταν εἴπῃ· εἰ θέλεις τέλειος γενέσθαι, πωλήσας τὰ ὑπάρχοντα δὸς πτωχοῖς, ἐλέγχει τὸν καυχώμενον ἐπὶ τῷ πάσας τὰς ἐντολὰς ἐκ νεότητος τετηρηκέναι· οὐ γὰρ πεπληρώκει τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος ἐδιδάσκετο δἰ ἀγάπην μεταδιδόναι.
祂又说:“不可使慈爱与诚实离开你”。又说:“贫穷使人卑下,殷勤人的手却使人富足”。祂接着说:“看哪,那未曾放债取利的人,必蒙悦纳”;又说:“人自己的资财被算为他生命的赎价”。 这岂不是阐明得很明确吗?正如世界是由热与冷、燥与湿等相反之物构成的那样,世界同样是由施舍者和领受者构成的。再者,当祂说“你若愿意作完全人,变卖你所有的,分给穷人”时,祂是在驳斥那个夸耀自己“从小就遵守了这一切诫命”的人;因为他并未完全遵行“爱人如己”。那时他在主的带领下走向完全,被教导要出于爱心与人分享。
καλῶς οὖν πλουτεῖν οὐ κεκώλυκεν, ἀλλὰ γὰρ τὸ ἀδίκως καὶ ἀπλήστως πλουτεῖν· κτῆσις γὰρ ἐπισπευδομένη μετὰ ἀνομίας ἐλάττων γίνεται. εἰσὶ γὰρ οἳ σπείροντες πλείονα ποιοῦσι, καὶ οἳ συνάγοντες ἐλαττοῦνται· περὶ ὧν γέγραπται· ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ μὲν γὰρ σπείρων καὶ πλείονα συνάγων οὗτός ἐστιν ὁ διὰ τῆς ἐπιγείου καὶ προσκαίρου μεταδόσεως τὰ οὐράνια κτώμενος καὶ τὰ αἰώνια, ἕτερος δὲ ὁ μηδενὶ μεταδιδούς, κενῶς δὲ θησαυρίζων ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει (περὶ οὗ γέγραπται· συνάγων τοὺς μισθοὺς συνήγαγεν εἰς δεσμὸν τετρυπημένον), τούτου τὴν χώραν εὐφορῆσαι λέγει ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, ἔπειτα τοὺς καρποὺς ἀποθέσθαι βουληθέντα, οἰκοδομησόμενον ἀποθήκας μείζονας κατὰ τὴν προσωποποιίαν εἰπεῖν πρὸς ἑαυτόν·3 ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενά σοι εἰς ἔτη πολλά, φάγε, πίε, εὐφραίνου· ἄφρον οὖν, ἔφη, ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἃ οὖν ἡτοίμασας, τίνι γένηται;
因此,祂并未禁止人正当地富足,而是禁止人不义且贪得无厌地富足;因为“借着不法仓促得来的财物必至减少”。因为“有施散的,却更增添;有收聚的,反致穷乏”;关于他们,经上记着说:“他施舍,周济贫穷;他的仁义存到永远”。因为那“施散而收获更多”的人,乃是藉着属地且暂时的分享,获得了属天且永恒之物的人;而另一人则不与任何人分享,徒然地“在地上积攒财宝,地上有虫子咬,能锈坏”(关于他,经上记着:“挣工钱的,将工钱装在破漏的囊中”)。在福音书中,主说到这个人的田产丰收;后来他想要积存粮食,打算建造更大的仓房,借着人物代言的手法对自己说道:“你有许多财物积存,可作多年的费用,只管吃喝快乐吧”。祂便说:“无知的人哪,今夜必要你的灵魂;你所预备的要归谁呢?”
- 3.6.53τὴν αὑτοῦ προσαγορεύειν σύζυγον
不定词 προσαγορεύειν 作动词 οὐκ ὀκνεῖ 的宾语。名词 σύζυγος 通常可指“同工”或“同伴”,但在此处根据下文的 ἣν οὐ περιεκόμιζεν(他未曾带她同行)以及关于使徒婚姻的讨论语境,克莱门特将《腓立比书》4:3 中的 σύζυγε 解读为保罗的“妻子”。
- 3.6.54πῶς δὲ ὁ αἰτῶν καὶ λαμβάνων καὶ δανειζόμενος ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος καὶ διδόντος καὶ δανείζοντος;
这是一个省略了主句谓语动词(如 ἔσται)的反问句。后半部分的 ἀπὸ μηδενὸς ὑπάρχοντος τοῦ ἔχοντος... 构成了由介词 ἀπό 统辖带分词属格的结构(“如果没有任何拥有、施舍并借出的人存在”),其中实体化的分词 τοῦ ἔχοντος 及后续并列分词进一步说明并限定了 μηδενός。
- 3.6.56τούτου τὴν χώραν εὐφορῆσαι λέγει ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, ἔπειτα τοὺς καρποὺς ἀποθέσθαι βουληθέντα, οἰκοδομησόμενον ἀποθήκας μείζονας κατὰ τὴν προσωποποιίαν εἰπεῖν πρὸς ἑαυτόν·
这是由主句动词 ὁ κύριος λέγει 所统辖的带不定式的宾格结构(A.c.I.)。不定词 εὐφορῆσαι(其宾格主语为 τὴν χώραν)与后文的 εἰπεῖν 并列;εἰπεῖν 的逻辑主语通过修饰富人的宾格分词 βουληθέντα 和 οἰκοδομησόμενον(回指前面的 τούτου)来体现,并由此引出直接引语。
