← 亚历山太的革利免

杂记

§3.6.49-3.6.52

使徒与义人的婚姻及本于爱的真正节制

作者驳斥了那些借基督独身为由、将婚姻贬为出于魔鬼之淫乱的禁欲派,通过阐明福音书中关于自阉之说的本意、列举异教运动员克制的例证,并援引保罗书信以及旧约义人与使徒们娶妻生子的事实,论证真正的节制乃是根植于爱神的灵魂德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.49

Εἰσίν θ’ οἳ πορνείαν ἄντικρυς τὸν γάμον λέγουσι καὶ ὑπὸ τοῦ διαβόλου ταύτην παραδεδόσθαι δογματίζουσι, μιμεῖσθαι δ’ αὑτοὺς οἱ μεγάλαυχοί φασι τὸν κύριον μήτε γήμαντα μήτε τι ἐν τῷ κόσμῳ κτησάμενον, μᾶλλον παρὰ τοὺς ἄλλους νενοηκέναι τὸ εὐαγγέλιον καυχώμενοι. λέγει δὲ αὐτοῖς ἡ γραφή· ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. εἶτ’ οὐκ ἴσασι τὴν αἰτίαν τοῦ μὴ γῆμαι τὸν κύριον· πρῶτον μὲν γὰρ τὴν ἰδίαν νύμφην εἶχεν, τὴν ἐκκλησίαν, ἔπειτα δὲ οὐδὲ ἄνθρωπος ἦν κοινός, ἵνα καὶ βοηθοῦ τινος κατὰ σάρκα δεηθῇ· οὐδὲ τεκνοποιήσασθαι ἦν αὐτῷ ἀναγκαῖον ἀιδίως μένοντι καὶ μόνῳ υἱῷ θεοῦ γεγονότι. αὐτὸς δὲ οὗτος ὁ κύριος λέγει· ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. καὶ πάλιν· ὥσπερ δὲ ἦν ἐν ταῖς ἡμέραις Νῶε, ἦσαν γαμοῦντες γαμίζοντες, οἰκοδομοῦντες φυτεύοντες, καὶ ὡς ἦν ἐν ταῖς ἡμέραις Λώτ, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ ὅτι οὐ πρὸς τὰ ἔθνη λέγει, ἐπιφέρει· ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; καὶ πάλιν· οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. καίτοι καὶ ταῦτα ἀλληγορεῖται. διὰ τοῦτο οὐδὲ τοὺς καιροὺς ὥρισεν οὕς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἵνα διαμένῃ κατὰ τὰς γενεὰς ὁ κόσμος.

也有一些人公然声称婚姻是淫乱,并断言这是由魔鬼传授下来的;这些自吹自擂的人宣称自己是在效法主——主既未娶妻,亦未在这世上置办任何财产——他们夸耀自己比别人更领会福音。然而经上对他们说:“神阻挡骄傲的人,赐恩给谦卑的人。” 再者,他们不知道主不娶妻的原因。首先,主有祂自己的新妇,就是教会;其次,祂并非寻常之人,以致在肉身中需要某种帮手;对于永恒长存且作为神独生子的祂而言,生儿育女也毫无必要。正是这位主自己说道:“神所配合的,人不可分开。” 祂又说:“挪亚的日子怎样,他们照常又娶又嫁、建造、栽种;罗得的日子怎样,人子降临也要怎样。” 为了显明祂并非对异教徒说话,祂接着说:“人子来的时候,在世上遇得见信德吗?” 祂又说:“在那些日子,怀孕的和哺乳的妇女有祸了。” 尽管这些话也可以作寓意解。为此,祂甚至没有定出“父凭着自己的权柄所定”的时期,以便世界按着各世代延续下去。

§3.6.50

τὸ δὲ οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον·1 εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω· οὐκ ἴσασιν ὅτι μετὰ τὴν τοῦ ἀποστασίου ῥῆσιν πυθομένων τινῶν ὅτι ἐὰν οὕτως ᾖ ἡ αἰτία τῆς γυναικός, οὐ συμφέρει τῷ ἀνθρώπῳ γαμῆσαι, τότε ὁ κύριος ἔφη· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ’ οἷς δέδοται· τοῦτο γὰρ οἱ πυνθανόμενοι μαθεῖν ἠβουλήθησαν, εἰ συγχωρεῖ καταγνωσθείσης ἐπὶ πορνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι.2 Φασὶ δὲ καὶ ἀθλητὰς οὐκ ὀλίγους ἀφροδισίων ἀπέχεσθαι δἰ ἄσκησιν σωματικὴν ἐγκρατευομένους, καθάπερ τὸν Κροτωνιάτην Ἀστύλον καὶ Κρίσωνα τὸν Ἱμεραῖον. καὶ Ἀμοιβεὺς δὲ ὁ κιθαρῳδὸς νεόγαμος ὢν ἀπέσχετο τῆς νύμφης. ὅ τε Κυρηναῖος Ἀριστοτέλης Λαΐδα ἐρῶσαν ὑπερεώρα μόνος· ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων. ὥστ’ οὐδ’ ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ δἰ ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν. Αὐτίκα περὶ τῶν βδελυσσομένων τὸν γάμον Παῦλος ὁ μακάριος λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων. καὶ πάλιν λέγει· μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος. ὁ δὲ αὐτὸς κἀκεῖνα γράφει· δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. καὶ πάλιν· ἕκαστος δὲ τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.

至于那句“这话不是人人都能领受的;因为有生来就是阉人的,也有被人阉的,并有为天国的缘故自阉的;谁能领受,就领受吧” ——他们不知道,在关于休书的训诫之后,有人问道:“妻子的情况若是这样,倒不如不娶,”那时主便说:“这话不是人人都能领受的,唯独赐给谁,谁才能领受。”因为发问的人想要得知的是:当妻子因犯淫乱被定罪并被逐出后,祂是否准许人另娶一个女人。 据说不少运动员也为了肉体的锻炼而克制自己,禁绝男女之欢,正如克罗顿的阿斯提洛斯和希墨拉的克里森一样。琴师阿摩伊拜乌斯虽新婚燕尔,也远离新娘。而昔兰尼的亚里士多德唯独轻视深爱他的拉伊斯;他曾向这位名妓起誓,若她在对抗对手的事上助他一臂之力,必将她带回故乡;当他事成之后,为了巧妙地履行誓言,他命人画了一幅与她极尽相似的肖像,立于昔兰尼,正如伊斯托罗斯在《论竞技之特性》中所记述的那样。因此,若非出于对神的爱,即便独身自阉亦非善德。 事实上,关于厌恶婚姻的人,福乐的保罗说道:“在后来的时期,必有人离弃真道,听从引诱人的邪灵和鬼魔的道理,禁止嫁娶,禁戒食物。” 他又说:“不可让人借着谦卑的私意崇拜和苦待己身,夺去你们的奖赏。” 这位使徒同样写道:“你有妻子缠身吗?就不可求脱卸;你没有妻子缠身吗?就不可求妻子。” 他又说:“男子当各有自己的妻子,免得撒但诱惑你们。”

§3.6.52

τί δέ; οὐχὶ καὶ οἱ παλαιοὶ δίκαιοι εὐχαρίστως τῆς κτίσεως μετελάμβανον; οἳ δὲ καὶ ἐπαιδοποιήσαντο γήμαντες ἐγκρατῶς. καὶ τῷ μὲν Ἠλίᾳ οἱ κόρακες ἔφερον τροφὴν ἄρτους καὶ κρέα· καὶ Σαμουὴλ δὲ ὁ προφήτης, ὃν καταλελοίπει κωλεὸν ἐξ ὧν ἤσθιε, φέρων ἔδωκε τῷ Σαοὺλ φαγεῖν. οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται.3 ὁ μὴ ἐσθίων τοίνυν τὸν ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων ἦλθεν φησὶν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός. ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι; Πέτρος μὲν γὰρ καὶ Φίλιππος ἐπαιδοποιήσαντο, Φίλιππος δὲ καὶ τὰς θυγατέρας ἀνδράσιν ἐξέδωκεν,

那么,古代的义人岂不也是带着感恩领受受造之物吗?他们娶妻,并且在节制中生养儿女。乌鸦曾给以利亚送来面包和肉作为食物;先知撒母耳也把自己所吃剩下的腿肉拿来给扫罗吃。那些声称自己在生活与行止上超越了这些古人的人,甚至无法与他们的行为相比拟。 “所以,不吃的人不可轻看吃的人,吃的人也不可论断不吃的人;因为神已经收纳他了。” 不仅如此,主论到自己时也说:“约翰来了,也不吃也不喝,他们就说:他是被鬼附着的。人子来了,也吃也喝,他们就说:看哪,这是个贪食好酒的人,是税吏的朋友,又是罪人。” 难道他们连使徒们也予以弃绝吗?因为彼得与腓利都生养了儿女,腓利甚至将女儿们嫁给了丈夫,

语法注3 条
  1. 3.6.50τὸ δὲ οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον·

    中性单数定冠词 τὸ 将随后的一整句引文名词化,作为表示论题的“关系宾格/话题宾格”('至于……这句话'),在主句 οὐκ ἴσασιν ὅτι...('他们不知道……')之前引出所要讨论的核心话语。

  2. 3.6.50εἰ συγχωρεῖ καταγνωσθείσης ἐπὶ πορνείᾳ γυναικὸς καὶ ἐκβληθείσης ἑτέραν γῆμαι.

    εἰ 引导间接疑问句('是否')。动词 συγχωρεῖ 作非人称用法('准许',或以主基督为主语'祂是否准许'),支配不定式 γῆμαι('娶')及其宾语 ἑτέραν('另一个女人'),中间插入的属格绝对结构 καταγνωσθείσης... καὶ ἐκβληθείσης 充当状语条件:'在妻子因淫乱被定罪并被逐出的情况下'。

  3. 3.6.52οἳ δέ, καὶ τούτους ὑπερφέρειν λέγοντες πολιτείᾳ καὶ βίῳ, οὐδὲ συγκριθῆναι ταῖς ἐκείνων πράξεσι δυνήσονται.

    οἳ δέ 是由带有转折小词 δέ 的关系词词干构成的指示性主语('而这些人……')。其后接分词短语 λέγοντες(修饰主语),并支配间接引语 καὶ τούτους ὑπερφέρειν('声称自己连这些人也超越了')。主句谓语为 δυνήσονται,支配被动不定式 συγκριθῆναι('被比较'),与之连用的是表示比较对象的与格 ταῖς ἐκείνων πράξεσι('与那些人的行为')。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.6.49-3.6.52