← 亚历山太的革利免

杂记

§3.6.45-3.6.48

驳假托节制论与真节制的本质

作者通过正确阐释圣经教导及救主与莎乐美的对话,反驳了那些否定婚姻与生育的假托节制者,指出真正的节制并非对外在肉体的摧残与否定,而是身心灵的圣化与内在灵魂的德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.45

Τοῖς δὲ εὐφήμως δἰ ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισάγειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέον· πρῶτον μὲν τὸ τοῦ ἀποστόλου Ἰωάννου· καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν ἐγνώκαμεν ὅτι ἐσχάτη ὥρα ἐστίν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν. ἔπειτα καὶ διαστρεπτέον αὐτοὺς τὰ ὑπ’ αὐτῶν φερόμενα διαλύοντας1 ὧδέ πως· τῇ Σαλώμῃ ὁ κύριος πυνθανομένῃ, μέχρι πότε θάνατος ἰσχύσει; οὐχ ὡς κακοῦ τοῦ βίου ὄντος καὶ τῆς κτίσεως πονηρᾶς, μέχρις ἂν εἶπεν ὑμεῖς αἱ γυναῖκες τίκτητε, ἀλλ’ ὡς τὴν ἀκολουθίαν τὴν φυσικὴν διδάσκων· γενέσει γὰρ πάντως ἕπεται καὶ φθορά.

然而,对于那些以节制之美名对受造界及神圣的创造主——唯一的全能之神行不敬之事,并教导人不当接受婚姻与生殖,既不当将其他注定受苦之人带入世界,亦不当向死亡供给养料的人,必须向他们陈明以下几点。首先,是使徒约翰的这句话: “现在已经有许多敌基督者出来了,由此我们就知道这是末世了。他们从我们中间出去,却不是属我们的;因为若是属我们的,就必仍旧与我们同在。” 其次,也必须通过驳斥他们所援引的论据来反驳他们,大致如下。对于莎乐美所询问的:“死亡将得势到何时?”主回答说——并非因为生命是邪恶的、受造界是败坏的——“只要你们妇女继续生育”,祂这样说是作为指明自然规律的教导,因为生成必然伴随着毁灭。

§3.6.46

τρυφῆς μὲν οὖν καὶ πάσης ἀκοσμίας ἡμᾶς ὁ νόμος ἐξάγειν προῄρηται, καὶ τοῦτό ἐστιν αὐτοῦ τέλος, ἐκ τῆς ἀδικίας ἡμᾶς εἰς δικαιοσύνην ὑπάγειν, γάμους τε αἱρουμένους σώφρονας καὶ παιδοποιίας καὶ πολιτείας. ὁ δὲ κύριος οὐ καταλύειν τὸν νόμον ἀφικνεῖται, ἀλλὰ πληρῶσαι· πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι2 κατὰ τὴν αὑτοῦ παρουσίαν, ἐπεὶ τὰ τῆς ὀρθῆς πολιτείας καὶ τοῖς δικαίως βεβιωκόσι πρὸ τοῦ νόμου διὰ τοῦ λόγου ἐκηρύσσετο. οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώματι πολιτεύονται, ἀλλ’ οὐ πνεύματι. γῆ δὲ καὶ σποδὸς τὸ σῶμα ἄνευ πνεύματος. αὐτίκα μοιχείαν ἐξ ἐνθυμήσεως κρίνει ὁ κύριος· τί γάρ; οὐκ ἔστι καὶ γάμῳ ἐγκρατῶς χρῆσθαι καὶ μὴ πειρᾶσθαι διαλύειν ὃ συνέζευξεν ὁ θεός; τοιαῦτα γὰρ διδάσκουσιν οἱ τῆς συζυγίας μερισταί, δἰ οὓς καὶ τὸ ὄνομα βλασφημεῖται. μιαρὰν δὲ εἶναι τὴν συνουσίαν λέγοντες οὗτοι οἱ τὴν σύστασιν καὶ αὐτοὶ ἐκ συνουσίας εἰληφότες πῶς οὐκ ἂν εἶεν μιαροί;

律法原本旨在领我们脱离奢靡与一切放纵,这正是它的目标:将我们从不义引入公义,选择端正的婚姻、生育以及行止。而主到来“并非要废除律法,乃是要成全”——所谓成全,并非因律法有所欠缺,而是藉着依据律法的预言因祂的降临而得以应验,因为纯正行止的要义甚至早在律法之前,就已经藉着道向公义生活的人传扬了。因此,许多不晓得节制的人凭着肉体度日,而非凭着灵;然而没有灵的肉体不过是尘土和灰烬。主随即根据意图审判奸淫;难道不是吗?难道不可带着节制度婚姻生活,而不去企图拆散“神所配合的”吗?因为那些离间夫妻之人所教导的正是这等事,因他们的缘故,那名也遭到了亵渎。这等人说性结合是污秽的,然而他们自己也是从性结合中获得了构成的实质,他们岂不成了污秽之人吗?

§3.6.47

τῶν δὲ ἁγιασθέντων ἅγιον οἶμαι καὶ τὸ σπέρμα. ἡγιάσθαι μὲν οὖν ἡμῖν ὀφείλει οὐ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ τὸ σῶμα· ἐπεὶ τίνι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιάσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς γυναικός; τί δέ ἐστιν ὅπερ ὁ κύριος εἶπεν πρὸς τοὺς περὶ τοῦ ἀποστασίου πυνθανομένους, εἰ ἔξεστιν ἀπολῦσαι γυναῖκα Μωυσέως ἐπιτρέψαντος;3 πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, φησίν, ὁ Μωυσῆς ταῦτα ἔγραψεν· ὑμεῖς δὲ οὐκ ἀνέγνωτε ὅτι τῷ πρωτοπλάστῳ ὁ θεὸς εἶπεν· ἔσεσθε οἱ δύο εἰς σάρκα μίαν; ὥστε ὁ ἀπολύων τὴν γυναῖκα χωρὶς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι. ἀλλὰ μετὰ τὴν ἀνάστασιν, φησίν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται. καὶ γὰρ περὶ τῆς κοιλίας καὶ τῶν βρωμάτων εἴρηται· τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· τούτους ἐπιρραπίζων τοὺς δίκην κάπρων καὶ τράγων ζῆν οἰομένους,4 ἵνα μὴ ἀδεῶς ἐσθίοιεν καὶ ὀχεύοιεν.

再者,我认为已被圣化之人的种子也是圣洁的。因此,在我们身上当被圣化的不仅是灵,而且还有性情、生活以及肉体;否则,使徒保罗因何理由说妻子因丈夫得以圣化,或丈夫因妻子得以圣化呢?主对那些就休书之事询问“既然摩西准许了,是否可以休妻”的人,所说的又是什么呢? 祂说:“因为你们的心硬,摩西才写了这些;难道你们没有读过,神对最初受造的人说:你们二人将成为一体吗?所以,凡休妻的,若不是因为淫乱的缘故,就是叫她犯奸淫了。” 然而他们说:“在复活之后,人也不娶也不嫁。” 因为关于肚腹与食物也是如此说的:“食物是为肚腹,肚腹是为食物;但神要叫这两样都废坏”——这是在斥责那些自以为应当像野猪和公山羊那样生活的人,免得他们无所顾忌地吞食与交媾。

§3.6.48

εἰ γοῦν τὴν ἀνάστασιν ἀπειλήφασιν, ὡς αὐτοὶ λέγουσι, καὶ διὰ τοῦτο ἀθετοῦσι τὸν γάμον, μηδὲ ἐσθιέτωσαν μηδὲ πινέτωσαν· καταργεῖσθαι γὰρ ἔφη τὴν κοιλίαν καὶ τὰ βρώματα ὁ ἀπόστολος ἐν τῇ ἀναστάσει. πῶς οὖν καὶ πεινῶσι καὶ διψῶσι καὶ τὰ κατὰ τὴν σάρκα πάσχουσι καὶ τὰ ἄλλα ὅσα ὁ διὰ Χριστοῦ τελείαν τὴν προσδοκωμένην ἀνάστασιν λαβὼν οὐ πείσεται; ἀλλὰ καὶ οἱ τὰ εἴδωλα σεβόμενοι βρωμάτων τε ἅμα καὶ ἀφροδισίων ἀπέχονται. οὐκ ἔστι δὲ ἡ βασιλεία θεοῦ βρῶσις καὶ πόσις φησίν. ἀμέλει διὰ φροντίδος ἐστὶ καὶ τοῖς Μάγοις οἴνου τε ὁμοῦ καὶ ἐμψύχων καὶ ἀφροδισίων ἀπέχεσθαι λατρεύουσιν ἀγγέλοις καὶ δαίμοσιν. ὡς δὲ ἡ ταπεινοφροσύνη πραότης ἐστίν, οὐχὶ δὲ κακουχία σώματος, οὕτω καὶ ἡ ἐγκράτεια ψυχῆς ἀρετὴ ἡ οὐκ ἐν φανερῷ, ἀλλ’ ἐν ἀποκρύφῳ.

那么,如果他们真如自己所说的那样已经获得了复活,并为此废弃了婚姻,就让他们也不吃也不喝吧;因为使徒说过,在复活之中肚腹与食物都将废坏。既然如此,他们为何还饥渴,承受肉体的苦楚,以及其他一切藉着基督获得了所期盼的完全复活之人断不会承受的苦难呢?其实,就连那些拜偶像的人也是同时禁绝食物与男女之事的。 经上说:“神的国不在乎吃喝。”诚然,拜天使与鬼魔的术士们也极力注意同时禁绝酒类、有生命之物以及男女之欢。然而正如谦卑是温和而非对肉体的摧残,节制同样也是灵魂的德性,不是在显露之处,而是在隐秘之处。

语法注4 条
  1. 3.6.45διαστρεπτέον αὐτοὺς τὰ ὑπ’ αὐτῶν φερόμενα διαλύοντας

    动形容词 διαστρεπτέον(非人称中性单数)支配宾格 αὐτούς,表示“必须反驳/转化他们”。分词 διαλύοντας 采用阳性复数宾格,与省略的行为主体(相当于 δεῖ 后的 ἡμᾶς)一致,表示方式或伴随状况:“藉着驳斥他们所援引的论据”。

  2. 3.6.46πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι

    在 οὐχ ὡς... ἀλλά... 的对比结构中,前者用 ὡς 修饰宾格形容词 ἐνδεῆ(指律法),意为“并非因[律法]有所欠缺”;后者使用带定冠词的不定词与格(τῷ ... γενέσθαι)表示原因或手段:“而是藉着依据律法的预言得以应验”。

  3. 3.6.47εἰ ἔξεστιν ἀπολῦσαι γυναῖκα Μωυσέως ἐπιτρέψαντος

    间接疑问从句 εἰ ἔξεστιν 作为分词 πυνθανομένους(询问者)所询问的具体内容(“是否可以休妻”)。Μωυσέως ἐπιτρέψαντος 为属格独立结构,表明背景或条件/让步:“既然摩西准许了 / 在摩西准许的情况下”。

  4. 3.6.47τούτους ἐπιρραπίζων τοὺς δίκην κάπρων καὶ τράγων ζῆν οἰομένους

    现在分词 ἐπιρραπίζων 说明了经文引语后说话者(使徒或神)的目的:“斥责那些自以为……的人”。名词宾格 δίκην 用作副词,带属格(κάπρων καὶ τράγων),意为“如野猪和公山羊那般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.6.45-3.6.48