- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.5.43-3.5.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出沉溺于情欲的生活绝不可能达致对神的认识与盼望,并引用歌罗西书与约翰书信论证,真知并非空洞的言辞,而是通过道德行止与顺服诫命所结出的果实与神圣之光。
θεοῦ δὲ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ τῶν παθῶν ἀγομένοις ἀδύνατον· οὐκοῦν οὐδὲ τῆς ἐλπίδος τυχεῖν μηδεμίαν τοῦ θεοῦ γνῶσιν περιπεποιημένοις· καὶ τοῦ μὲν ἀποτυγχάνοντος τοῦδε τοῦ τέλους ἡ τοῦ θεοῦ ἄγνοια κατηγορεῖν ἔοικε,1 τὸ δὲ ἀγνοεῖν τὸν θεὸν ἡ τοῦ βίου πολιτεία παρίστησιν. παντάπασι γὰρ ἀδύνατον ἅμα τε ἐπιστήμονα εἶναι καὶ τὴν τοῦ σώματος κολακείαν μὴ ἐπαισχύνεσθαι· οὐδὲ γὰρ συνᾴδειν ποτὲ δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν2 ἢ καὶ μόνον καλὸν τὸν κύριον καὶ μόνον ἀγαθὸν τὸν θεὸν καὶ μόνον ἐραστόν. ἐν Χριστῷ δὲ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ, οὐχὶ δὲ πορνεία ἣν ἀσκοῦσιν. νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, δι’ ἃ ἔρχεται ἡ ὀργή. ἀποθέσθωσαν οὖν καὶ αὐτοὶ ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος αὐτῶν, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
然而,对于仍被情欲牵引的人而言,获得对神的认知是不可能的;因此,对于未曾获得任何关于神的认知的人而言,得享盼望也是不可能的。神圣知识的匮乏似乎在控告那未能达致此终极目标的人,而生活中的行止则证明了他对神的一无所知。因为既拥有真知又不以谄媚肉体为耻,乃是完全不可能的;享乐是善这一观点,绝不可能与唯有美德才是善、或唯有主是美善、唯有神是善且唯独祂配受爱慕的真理相和谐。 “你们在基督里受了不是人手所行的割礼,乃是藉着脱去肉体的身体,在基督的割礼中受的。” “所以,你们若真与基督一同复活,就当求上面的事,当思念上面的事,不要思念地上的事。因为你们已经死了,你们的生命与基督一同藏在神里面” ——绝非他们所行的淫乱。 “所以,要治死你们在地上的肢体,就是淫乱、污秽、邪情、欲望,因这些事,愤怒必临到。” 因此,他们自己也当除掉“忿怒、暴躁、恶毒、毁谤,以及口中污秽的言语;因脱去了旧人和旧人的欲望,穿上了新人,这新人在知识上渐渐更新,照着造他之主的形象。”
τὰ γὰρ τῆς πολιτείας ἐλέγχει σαφῶς τοὺς ἐγνωκότας τὰς ἐντολάς, ἐπεὶ οἷος ὁ λόγος τοῖος ὁ βίος· ἀπὸ δὲ τῶν καρπῶν τὸ δένδρον, οὐκ ἀπὸ τῶν ἀνθῶν καὶ πετάλων, γνωρίζεται. ἡ γνῶσις οὖν ἐκ τοῦ καρποῦ καὶ τῆς πολιτείας, οὐκ ἐκ τοῦ λόγου καὶ τοῦ ἄνθους· οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλά τινα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπακοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ ἐν γενέσει αὐτόν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον. ὅ γὰρ ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἐν τῷ νῷ ἡ γνῶσις. μηδὲ λεγόντων ἐλευθερίαν τὴν ὑπὸ ἡδονῆς δουλείαν,3 καθαπερεὶ τὴν χολὴν γλυκεῖαν· ἡμεῖς γὰρ ἐλευθερίαν μεμαθήκαμεν ἣν ὁ κύριος ἡμᾶς ἐλευθεροῖ μόνος, ἀπολύων τῶν ἡδονῶν τε καὶ τῶν ἐπιθυμιῶν καὶ τῶν ἄλλων παθῶν. ὁ λέγων, ἔγνωκα τὸν κύριον, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν, Ἰωάννης λέγει.
因为生活中的行止清楚地检验着那些认识诫命的人,因为言语如何,生活亦如何。“树凭果子被认出,而非凭花朵与树叶。”因此,真知出自果子与行止,而非出自言语和花朵;因为我们断不主张真知仅是空疏的言语,而是一种神圣的学知,是那因顺从诫命而在灵魂中生成的光芒,它使受造界中的万物昭然若揭,使人自身预备好认识自我,并教导人得以亲近神。因为正如眼睛在肉体之中,真知在理智之中亦是如此。切不可让他们把在享乐之下的奴役称为自由,如同把苦胆说成甜美一般;因为我们所学得的自由,乃是唯有主使我们自由的那种自由,祂将我们从享乐、欲望及其他情欲中释放出来。 正如约翰所说:“人若说‘我认识主’,却不遵守他的诫命,便是说谎话的,真理也不在他里面了。”
- 3.5.43τοῦ μὲν ἀποτυγχάνοντος τοῦδε τοῦ τέλους ἡ τοῦ θεοῦ ἄγνοια κατηγορεῖν ἔοικε
动词 κατηγορεῖν(控告、指责)支配属格宾语 τοῦ ἀποτυγχάνοντος(实体化的现在分词属格,“未能达致者”)。τοῦδε τοῦ τέλους 则是动词分词 ἀποτυγχάνω(脱靶、错过)所要求的宾格性属格。
- 3.5.43συνᾴδειν ποτὲ δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν
动词 συνᾴδειν(与……和谐、一致)支配与格。其主语是带中性冠词的对格不定式短语 τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν(“享乐是善”),与其相协调的对象则是带与格冠词的不定式短语 τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν(“唯有美德才是善”)。
- 3.5.44μηδὲ λεγόντων ἐλευθερίαν τὴν ὑπὸ ἡδονῆς δουλείαν
λεγόντων 为现在主动命令式第三人称复数(“不可让他们称……”)。该句构成双重对格结构,τὴν ὑπὸ ἡδονῆς δουλείαν(“在享乐之下的奴役”)为直接宾语,ἐλευθερίαν(“自由”)为宾语补足语(述语对格)。后文的 καθαπερεὶ τὴν χολὴν γλυκεῖαν(“如同称苦胆为甜美”)亦为该句式的省略并列。
