← 亚历山太的革利免

杂记

§3.5.40-3.5.42

异端的两大分类与节制胜于放纵

作者将纷繁的异端划分为“放任纵欲”与“过激禁欲”两大阵营,并首先驳斥前者,指出若凡事可行,节制则更为安全与高贵,从而规劝当洁净灵魂而非顺从肉体情欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.40

Ἵν’ οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ’ αὖ καθ’ ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώμεθά τε ἐπ’ αὐτοῖς καὶ ἐπὶ μήκιστον τὰ ὑπομνήματα προάγωμεν, φέρε εἰς δύο διελόντες τάγματα ἁπάσας τὰς αἱρέσεις ἀποκρινώμεθα αὐτοῖς. ἢ γάρ τοι ἀδιαφόρως ζῆν διδάσκουσιν, ἢ τὸ ὑπέρτονον ᾄδουσαι ἐγκράτειαν διὰ δυσσεβείας καὶ φιλαπεχθημοσύνης καταγγέλλουσι. πρότερον δὲ περὶ τοῦ προτέρου διαληπτέον τμήματος. εἰ πάντα ἔξεστιν ἑλέσθαι βίον, δῆλον ὅτι καὶ τὸν μετ’ ἐγκρατείας, καὶ εἰ πᾶς βίος ἀκίνδυνος ἐκλεκτῷ, δῆλον ὅτι ὁ μετὰ ἀρετῆς καὶ σωφροσύνης πολὺ μᾶλλον ἀκίνδυνος· δοθείσης γὰρ ἐξουσίας τῷ κυρίῳ τοῦ σαββάτου,1 εἴπερ ἀκολάστως βιώσαι, ἀνεύθυνον εἶναι, πολλῷ μᾶλλον ὁ κοσμίως πολιτευσάμενος οὐχ ὑπεύθυνος ἔσται· πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει, φησὶν ὁ ἀπόστολος. εἰ δὲ καὶ πάντα ἔξεστι, δῆλον ὅτι καὶ τὸ σωφρονεῖν.

因此,为了不致因在这个论题上过度深究而提及更多荒谬的异端,也不致因被迫针对其中每一个逐一反驳而在它们面前蒙羞并使记录无限拖长,且让我们把所有的异端划分为两个阵营来回答他们。因为他们要么教导人漫无节制地生活,要么高唱极端的禁欲,出于不敬与仇视而加以宣扬。但我们必须先论述前一个阵营。如果任何一种生活方式都可以被选择,显然包含节制的生活也是可以选择的;如果对于选民而言任何生活方式都毫无危险,显然伴随美德与自制的生活更是毫无危险。因为倘若安息日之主哪怕放荡度日也获准不受追究,那么生活井然有序之人岂不更绝不会受到问责?因为使徒说:“凡事都可行,但不都有益处。”如果凡事都可行,显然保持自制也是可行的。

§3.5.41

ὥσπερ οὖν ὁ τῇ ἐξουσίᾳ εἰς τὸ κατ’ ἀρετὴν βιῶσαι συγχρησάμενος ἐπαινετός, οὕτω πολὺ μᾶλλον ὁ τὴν ἐξουσίαν ἡμῖν δεδωκὼς ἐλευθέραν καὶ κυρίαν καὶ συγχωρήσας ἡμῖν βιοῦν ὡς βουλόμεθα σεμνὸς καὶ προσκυνητός, μὴ ἐάσας δουλεύειν ἡμῶν κατὰ ἀνάγκην τὰς αἱρέσεις καὶ τὰς φυγάς. εἰ δὲ τὸ ἀδεὲς ἑκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον. ὁ μὲν γὰρ εἰς ἡδονὰς ἐξοκείλας σώματι χαρίζεται, ὁ δὲ σώφρων τὴν κυρίαν τοῦ σώματος ψυχὴν ἐλευθεροῖ τῶν παθῶν. κἂν ἐπ’ ἐλευθερίᾳ κεκλῆσθαι λέγωσιν ἡμᾶς, μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν μὴν τῇ σαρκὶ παρέχωμεν κατὰ τὸν ἀπόστολον· εἰ δὲ ἐπιθυμίᾳ χαριστέον καὶ τὸν ἐπονείδιστον βίον ἀδιάφορον ἡγητέον, ὡς αὐτοὶ λέγουσιν, ἤτοι πάντα ταῖς ἐπιθυμίαις πειστέον, καί, εἰ τοῦτο, τὰ ἀσελγέστατα καὶ ἀνοσιώτατα πρακτέον ἅπαντα ἑπομένους τοῖς ἀναπείθουσιν ἡμᾶς· ἢ τῶν ἐπιθυμιῶν τινὰς ἐκκλινοῦμεν καὶ οὐκέτι ἀδιαφόρως βιωτέον οὐδὲ ἀνέδην δουλευτέον τοῖς ἀτιμοτάτοις μέρεσιν ἡμῶν, γαστρὶ καὶ αἰδοίοις, δἰ ἐπιθυμίαν κολακευόντων τὸν ἡμέτερον νεκρόν.2 τρέφεται γὰρ καὶ ζωοποιεῖται διακονουμένη εἰς ἀπόλαυσιν ἐπιθυμία, καθάπερ ἔμπαλιν κολουομένη μαραίνεται.

因此,正如把这种权柄用于依循美德而生活的人值得称赞,那位赐予我们自由且自主的权柄、允许我们随心生活、未曾让我们的选择与弃绝被迫屈从于必然性的主,岂不更为尊贵且配得敬拜。即使两者——无论选择放纵者还是选择节制者——都拥有无所畏惧的心态,但二者的尊严却并不相同。因为前者搁浅于享乐而讨好肉体,自制者则将统辖肉体的灵魂从情欲中释放出来。即使他们宣称我们是“为自由而蒙召”,我们也绝不可如使徒所言,“把自由当作放纵肉体的机会”。然而,若如他们所言必须顺从欲望,且必须将可耻的生活视作无足轻重,那么我们要么就必须完全顺从欲望,若然如此,便当跟从那些诱导我们的人,去行一切最放荡、最不敬之事;要么我们就必须避开某些欲望,从而便不再能够漫无节制地生活,也不可毫无约束地奴役于我们最卑微的部位——肚腹与生殖器,因欲望之故去奉承我们的这具尸体。因为欲望若为了享乐而受侍奉,就会被滋养并充满活力,反之若受遏制,就会逐渐凋谢。

§3.5.42

πῶς δέ ἐστι δυνατὸν ἡττηθέντα τῶν τοῦ σώματος ἡδονῶν ἐξομοιοῦσθαι τῷ κυρίῳ ἢ γνῶσιν ἔχειν θεοῦ; πάσης γὰρ ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμία δὲ λύπη τις καὶ φροντὶς δἰ ἔνδειαν ὀρεγομένη τινός. ὥστ’ οὐκ ἄλλο τί μοι δοκοῦσιν οἱ τοῦτον ἐπανῃρημένοι τὸν τρόπον ἀλλ’ τὸ λεγόμενον δὴ τοῦτο, "πρός τ’ αἴσχεσιν ἄλγεα πάσχειν, "ἐπίσπαστον ἑαυτοῖς αἱρούμενοι κακὸν νῦν καὶ ἐς ὕστερον, εἰ μὲν οὖν πάντα ἐξῆν καὶ μηδὲν ἦν δέος ἀποτυχεῖν τῆς ἐλπίδος διὰ πράξεις πονηράς, ἴσως ἦν ἄν τις αὐτοῖς πρόφασις τοῦ βιοῦν κακῶς τε καὶ ἐλεεινῶς· ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δἰ ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ δὲ σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῆ θείᾳ γραφῇ, δἰ ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῶ κυρίῳ,3 οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ διατελεστέον. καθαρὸς γὰρ ὢν καὶ πάσης κακίας ἀπηλλαγμένος ὁ νοῦς δεκτικός πως ὑπάρχει τῆς τοῦ θεοῦ δυνάμεως, ἀνισταμένης ἐν αὐτῷ τῆς θείας εἰκόνος· καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπὶ τῷ κυρίῳ ἁγνίζει, φησίν, ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

一个屈服于肉体享乐的人,怎有可能与主同化,或获得对神的认知呢?因为欲望总是在一切享乐之先主导,而欲望乃是一种因匮乏而企求某物的痛苦与挂虑。所以,那些采纳这种生活方式的人,在我看来无非就是如俗语所说“在耻辱之外又遭痛苦”,无论在今世还是在来世,都为自己招致自讨的灾祸。因此,倘若凡事皆可行,且丝毫不用惧怕因恶行而失去盼望,他们卑劣而可怜地活着或许还有某种借口;然而,既然借由诫命已向我们指明了一种福乐的生活——所有人都当紧守这些诫命,既不可违背任何所说之言,也不可忽视本分所当行之事(哪怕极其微小),而必须跟从理性之道的引领;若离弃之道,就必然陷于不死的祸患,但若顺从信徒借以行路的圣洁圣经,便能照自身能力与主同化——我们就绝不可漫无节制地生活,而应当竭尽所能自洁远离享乐与欲望,并眷顾那当唯独依附于神圣事物的灵魂。因为当理智纯洁且脱离一切恶念时,它在某种程度上便能领受神的能力,因为神的形象在其中被重新树立;经上说:“凡向主怀着这指望的,就洁净自己,像他是洁净的一样。”

语法注3 条
  1. 3.5.40δοθείσης γὰρ ἐξουσίας τῷ κυρίῳ τοῦ σαββάτου

    这是一个属格绝对独立结构 δοθείσης ... ἐξουσίας,内部包含与格 τῷ κυρίῳ τοῦ σαββάτου(安息日之主)作为间接宾语。此处化用了福音书中“人子是安息日的主”之语,针对异端自命为“安息日之主”(即做什么都不受惩罚的选民)的论调进行让步假设,以此推出节制之生活更为安全的结论。

  2. 3.5.41κολακευόντων τὸν ἡμέτερον νεκρόν

    分词 κολακευόντων 为阳性属格复数,在前文紧邻的与格成分(γαστρὶ καὶ αἰδοίοις)中找不到形式上的一致修饰对象。此处属于顺应意义的结构(constructio ad sensum)或脱节句(anacoluthon),在逻辑上修饰前文的属格代词 ἡμῶν,表示行为的逻辑主体(即“因欲望奉承我们自身这具尸体的人们”)。

  3. 3.5.42εἰ δὲ σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῆ θείᾳ γραφῇ, δἰ ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῶ κυρίῳ

    此句为一个复合的条件与对比长句。前半部分以带有希求语气的假设从句 εἰ δὲ σφαλείημεν αὐτοῦ(若我们偏离道)引导,主节为非人称谓语 ἀνάγκη [ἐστίν] 支配不定式 περιπεσεῖν。后半部由 δέ 引入对照,不定式 ἐξομοιοῦσθαι 承前依附于 ἀνάγκη 或语境中隐含的 ἔξεστιν(可能),而与格分词 κατακολουθήσασι 则作为该不定式动作的逻辑主体(“对于跟从神圣圣经的人而言……得以同化于主”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.5.40-3.5.42