← 亚历山太的革利免

杂记

§3.4.36-3.4.39

对立派的自相矛盾与曲解圣经之驳斥

革利免揭露了对立派借反抗立法者之名却仅挑选与节制相关的诫命加以破坏的自相矛盾,并论证了他们如何通过断章取义及诵读中的音调句读变造来蓄意曲解预言书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.36

ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ πειράθητι ἀπαλλαγῆναι φησίν. ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμένῳ, ἢ φίλοι γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν. τί δέ; οὐκ ἴστε, ὦ γεννάδαι (ὡς πρὸς παρόντας γὰρ εἴποιμ’ ἄν),1 ὅτι ταῖς καλῶς ἐχούσαις ἐντολαῖς μαχόμενοι τῇ ἰδίᾳ ἀνθίστασθε σωτηρίᾳ; οὐ γὰρ τὰ διαγορευθέντα χρησίμως, ἀλλ’ ἑαυτοὺς καταστρέφετε. καὶ ὁ μὲν κύριος τὰ ἀγαθὰ ὑμῶν ἔργα λαμψάτω ἔφη, ὑμεῖς δὲ τὰς ἀσελγείας ὑμῶν ἐκφανεῖς ποιεῖτε. ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δι’ ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὑπ’ αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν βάρβαρον ἐθελῆσαι Ξέρξην φασίν;

再者,他们自命唯独顺从的救主自己,亦曾禁止怀恨与辱骂,并说道:“同告你的对头还在路上,要设法成为他的朋友而得以解脱。”因此,他们要么通过与这位对头相对立而同时拒绝基督的劝勉,要么与此者成为朋友而不再与之为敌。怎么,诸位高尚之士(容我仿佛对在场者而言),难道你们不知道,与美善的诫命争战乃是抗拒你们自己的拯救吗?因为你们并未推翻那些有益的法令,反而毁灭了你们自己。主曾说过“叫你们的善行发光”,你们却显露出自己的放荡。此外,如果你们真想废除立法者的诫命,为何因你们自己的放纵,妄图废除“不可奸淫”、“不可污损男童”以及一切有助于节制的规条,却不去废除由他所造的冬天,以便在隆冬之中造成夏季?或者为何不像编撰史书者所言野蛮人薛西斯所企图的那样,使陆地通航、使海洋可行走呢?

§3.4.37

τί δ’ οὐχὶ πάσαις ταῖς ἐντολαῖς ἀντιτάσσεσθε; εἰπόντος γὰρ αὐξάνεσθε καὶ πληθύνεσθε ὑμᾶς τοὺς ἀντιτεταγμένους ἐχρῆν μηδ’ ὅλως συνουσίᾳ χρῆσθαι, καὶ εἰπόντος ἔδωκα ὑμῖν πάντα εἰς τροφὰς καὶ ἀπολαύσεις ὑμᾶς ἐχρῆν μηδενὸς ἀπολαύειν. ἀλλὰ καὶ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ λέγοντος ὑμᾶς ἐχρῆν μὴ ἀποδιδόναι ἀντίταξιν ἀντιτάξει, καὶ τὸν κλέπτην κελεύσαντος τετραπλοῦν ἀποδιδόναι ὑμᾶς ἐχρῆν καὶ προσδοῦναι τῷ κλέπτῃ· ὁμοίως τε αὖ καὶ τῇ ἀγαπήσεις τὸν κύριον ἐντολῇ ἀντιτασσομένους ἔδει οὐδὲ τὸν τῶν ὅλων θεὸν ἀγαπῆσαι, καὶ πάλιν εἰπόντος οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτὸν ὑμᾶς ἀκόλουθον ἦν καὶ τὰ γλυπτὰ προσκυνεῖν. πῶς οὖν οὐκ ἀσεβεῖτε ἀντιτασσόμενοι μέν, ὥς φατε, τῷ δημιουργῷ, τὰ δὲ ὅμοια ταῖς πόρναις καὶ τοῖς μοιχοῖς ἐζηλωκότες; πῶς δὲ οὐκ αἰσθάνεσθε μείζονα ποιοῦντες ὃν ὡς ἀσθενῆ νομίζετε, εἴπερ ὃ βούλεται, τοῦτο γίνεται, ἀλλ’ οὐχὶ ἐκεῖνο ὅπερ ἠθέλησεν ὁ ἀγαθός; ἔμπαλιν γὰρ ἀσθενὴς δείκνυται πρὸς ὑμῶν αὐτῶν ὁ ὑμέτερος, ὥς φατε, πατήρ.

你们为何不反抗所有的诫命呢?因为当他说“要生养众多”时,身为对立者的你们本该完全不进行房事;当他说“我将一切赐给你们作食物并供享用”时,你们本该一无所享。而且,当他说“以眼还眼”时,你们本不该以抗争还报抗争;当他吩咐贼人要四倍偿还时,你们本该再多给贼人财物。同样,在反抗“你要爱主”这一诫命时,你们本该连万物的神也不爱;再者,当他说“不可制作雕刻或铸造的偶像”时,顺理成章地你们甚至应当去敬拜雕像。那么,当你们自称反抗造物主,却热衷于效仿妓女和行奸淫者的行径时,你们岂非不敬虔吗?如果造物主所愿的得以成就,而善者所愿的却未成就,你们岂未觉察到自己反而把自认为软弱的那一位塑造成了更强盛者吗?因为恰恰相反,依你们自己所示,你们所称的父才是软弱的。

§3.4.38

Ἀναλέγονται δὲ καὶ οὗτοι ἔκ τινων προφητικῶν περικοπῶν λέξεις ἀπανθισάμενοι καὶ συγκαττύσαντες κακῶς κατ’ ἀλληγορίαν εἰρημένας ἐξ εὐθείας λαβόντες. γεγράφθαι γάρ φασιν· ἀντέστησαν θεῷ καὶ ἐσώθησαν. οἳ δὲ καὶ τῷ ἀναιδεῖ θεῷ προστιθέασι, δέχονται δὲ ὡς βουλὴν παρηγγελμένην τὸ λόγιον τοῦτο καὶ σωτηρίαν σφίσι λογίζονται τὸ ἀνθίστασθαι τῷ δημιουργῶ. τῷ μὲν οὖν ἀναιδεῖ θεῷ οὐ γέγραπται· εἰ δὲ καὶ οὕτως ἔχοι, τὸν κεκλημένον διάβολον, ὦ ἀνόητοι, ἐξακούσατε ἀναιδῆ ἢ ὡς διαβάλλοντα τὸν ἄνθρωπον ἢ ὡς κατήγορον τῶν ἁμαρτανόντων ἢ ὡς ἀποστάτην. ὁ γοῦν λαός, ἐφ’ οὗ εἴρηται ἡ περικοπή, παιδευόμενοι ἐφ’ οἷς ἥμαρτον βαρέως φέροντες καὶ στένοντες διεγόγγυζον τὴν εἰρημένην λέξιν, ὅτι τὰ μὲν ἄλλα ἔθνη παρανομοῦντα οὐ κολάζεται, αὐτοὶ δὲ μόνοι παρ’ ἕκαστα κολούονται, ὡς καὶ Ἱερεμίαν εἰρηκέναι, διὰ τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; ὅμοιον τούτω τὸ παρὰ τῶ Μαλαχίᾳ, τὸ προειρημένον, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν· χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν2 τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τινα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν.

这些人还从某些预言书段落中摘取词句,将以讽喻之意说出的话按字面直接领会,拙劣地拼凑在一起。他们宣称经上记着说:“他们抗拒神,却得了拯救。”有些人甚至擅自加上“那无耻的神”,把这句神谕当成受吩咐的旨意来领受,并把抗拒造物主视作自己的拯救。 其实,“那无耻的神”根本未曾载于经卷;即便确有此言,愚昧的人哪,你们也该领会无耻者乃是指那被称为魔鬼者,或是因他毁谤人,或是因他控告犯罪之人,或是因他是背叛者。无论如何,针对其而言说此段经文的百姓,因自身所犯的罪遭受管教时,满怀怨恨与叹息,嘟囔着上述言语,抱怨说其他行不法的列邦不受惩罚,而偏偏只有他们自己处处受挫;正如耶利米亦曾说过:“为何恶人的道路亨通?”与此类似的,便是前文在玛拉基书中所提的:“他们抗拒神,却得了拯救。”因为先知们在蒙启示时,不仅述说自己从神听到了什么,更显明是通过反驳设问法传讲百姓所妄议之语,将人类的某些质询禀报出来,而当前的这句名言正属于此类。

§3.4.39

καὶ μή τι πρὸς τούτους ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ἀποτεινόμενος γράφει· καὶ μὴ καθὼς βλασφημούμεθα3 καὶ καθώς φασί τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν. οὗτοί εἰσιν οἱ κατὰ τὴν ἀνάγνωσιν φωνῆς τόνῳ διαστρέφοντες τὰς γραφὰς πρὸς τὰς ἰδίας ἡδονάς, καί τινων προσῳδιῶν καὶ στιγμῶν μεταθέσει τὰ παραγγελθέντα σωφρόνως τε καὶ συμφερόντως βιαζόμενοι πρός ἡδυπαθείας τὰς ἑαυτῶν. οἱ παροξύνοντες τὸν θεὸν τοῖς λόγοις ὑμῶν· ὁ Μαλαχίας φησί, καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς· πᾶς ὁ ποιῶν πονηρὸν ἀγαθὸς ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησεν· καί· ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης;

使徒在《罗马书》中针对这些人岂不是写道:“为什么不说——正如我们被毁谤,也是有人硬说我们所说的——‘我们可以作恶以成善’呢?这等人定罪是理所当然的。”正是这些人,在诵读时用声音的语调歪曲圣经以迎合私欲,并借由改换某些音调符号与句读,强行将那些节制而有益的教诫扭曲为他们自身的淫荡。玛拉基说:“你们这些用话语激怒神的人,你们还说:‘我们在何事上激怒了他呢?’因为你们说:‘凡行恶的,在主面前为善,并且喜悦他们’;又说:‘公义的神在哪里呢?’”

语法注3 条
  1. 3.4.36ὡς πρὸς παρόντας γὰρ εἴποιμ’ ἄν

    带有 ἄν 的希求语气(εἴποιμι),表潜在或假设虚拟:“因为若仿佛对在场的人而言,我可以说”。这是作者在书面论著中直接向不在场的对手进行修辞性呼告的插入成分。

  2. 3.4.38κατὰ ἀνθυποφορὰν

    修辞学术语“反驳设问法/预提反驳”(anthypophora)的介词短语。指先知并非以此作为神谕或自身观点,而是预先援引民众口中的抱怨、质疑或异议,进而予以驳斥的发话方式。

  3. 3.4.39καὶ μὴ καθὼς βλασφημούμεθα

    引自《罗马书》3:8。在句法上存在省略:在 καθὼς 引出的从句之前,省略了 καὶ μή 后的核心动词短语(如 [ποιήσωμεν τὰ κακά],“为何不[作恶]”),而由随后的 ὅτι ποιήσωμεν τὰ κακά 引述句完成这一反诘。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.4.36-3.4.39