← 亚历山太的革利免

杂记

§3.4.32-3.4.35

驳斥肉欲正当化与对立派谬论

作者引用经文见证(非尼哈、约翰一书、诗篇等)驳斥将肉欲正当化的谬论,反驳了将人体上下半身归咎于不同权能所造的学说,并揭露了“对立派”借反抗第二造物者之名纵容通奸的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.32

ἤδη δὲ καὶ τοῖς ἀνθρωπίνοις νομοθέταις καὶ τῷ θείῳ ἀπεχθάνονται παρανόμως βιοῦν ἐπανῃρημένοι. ὁ γοῦν ἐκκεντήσας τὸν πόρνον εὐλογούμενος πρὸς τοῦ θεοῦ δείκνυται ἐν τοῖς Ἀριθμοῖς. καὶ ἐὰν εἴπωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ. τουτέστι μετὰ τοῦ θεοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτὸς ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας.

再者,他们既已选择过背离律法的生活,就不仅见憎于人间的立法者,也见憎于神圣的立法者。正如在《民数记》中,那刺穿行淫者的人被显明是蒙神赐福的。约翰也在书信中说:“如果我们说我们与他”——也就是与神——“有相通,却仍在黑暗中行走,我们就是说谎,不行真理了;但如果我们行在光中,如同他自己在光中一样,我们就与他有相通,并且他儿子耶稣的血就洗净我们的罪。”

§3.4.33

πόθεν οὖν κρείττους εἰσὶ τῶν κοσμικῶν οἱ τοιαῦτα πράσσοντες καὶ τοῖς χειρίστοις τῶν κοσμικῶν ὅμοιοι;1 ὅμοιοι γάρ, οἶμαι, τὰς φύσεις οἱ καὶ τὰς πράξεις ὅμοιοι. ὧν δὲ ὑπερφέρειν κατὰ τὴν εὐγένειαν ἀξιοῦσι, τούτων καὶ τοῖς ἤθεσιν ὑπερέχειν ὀφείλουσιν,2 ὅπως τὸν εἰς τὴν φυλακὴν συγκλεισμὸν διαφύγωσιν. ὄντως γὰρ ὡς ὁ κύριος ἔφη, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλείω τῶν γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ, περὶ δὲ τῆς τῶν βρωμάτων ἐγκρατείας δείκνυται ἐν τῷ Δανιήλ. συνελόντι δ’ εἰπεῖν, περὶ ὑπακοῆς ὁ Δαβὶδ ψάλλων λέγει· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; καὶ παραχρῆμα ἀκούει· ἐν τῷ φυλάσσεσθαι τὸν λόγον σου ἐν ὅλῃ καρδίᾳ. ὅ τε Ἱερεμίας φησί· τάδε λέγει κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύσησθε.

那么,行这些事且与世俗中最恶劣之人无异的他们,又凭什么胜过世俗之人呢?因为依我之见,行为相似的人,其本性亦相似。既然他们自命在贵胄出身上凌驾于这些人之上,他们就理当在品行上也超越这些人,免得他们被关进监牢。因为正如主确实说过的那样:“你们的义若不胜过文士和法利赛人的义,断不能进神的国。”关于饮食上的节制,在《但以理书》中已有指示。简言之,关于顺服,大卫在诗歌中吟道:“少年人用什么使他的行径端正呢?”并立即听见回答:“藉着一心谨守你的话语。”耶利米亦言:“耶和华如此说:你们不要效法列国的道。”

§3.4.34

Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροὶ καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας. λέληθε δὲ αὐτοὺς ὅτι καὶ τὰ ἀνωτέρω μέρη τῆς τροφῆς ὀριγνᾶται καὶ λαγνεύει τισίν, ἐναντιοῦνται δὲ καὶ τῷ Χριστῷ πρὸς τοὺς Φαρισαίους εἰρηκότι τὸν αὐτὸν θεὸν καὶ τὸν ἐκτὸς ἡμῶν καὶ τὸν ἔσω ἄνθρωπον πεποιηκέναι. ἀλλὰ καὶ ἡ ὄρεξις οὐ τοῦ σώματός ἐστι, κἂν διὰ τὸ σῶμα γίνηται. Ἄλλοι τινές, οὓς καὶ Ἀντιτάκτας καλοῦμεν, λέγουσιν ὅτι ὁ μὲν θεὸς ὁ τῶν ὅλων πατὴρ ἡμῶν ἐστι φύσει, καὶ πάνθ’ ὅσα πεποίηκεν ἀγαθά ἐστιν· εἷς δέ τις τῶν ὑπ’ αὐτοῦ γεγονότων ἐπέσπειρεν τὰ ζιζάνια τὴν τῶν κακῶν φύσιν γεννήσας, οἷς καὶ πάντας ἡμᾶς περιέβαλεν ἀντιτάξας ἡμᾶς τῷ πατρί. διὸ δὴ καὶ αὐτοὶ ἀντιτασσόμεθα τούτῳ εἰς ἐκδικίαν τοῦ πατρός, ἀντιπράσσοντες τῷ βουλήματι τοῦ δευτέρου. ἐπεὶ οὖν οὗτος οὐ μοιχεύσεις εἴρηκεν, ἡμεῖς, φασί, μοιχεύσωμεν ἐπὶ καταλύσει τῆς ἐντολῆς αὐτοῦ.

由此受到唆使的某些卑鄙下流之人,竟妄言人是由不同的权能塑造的:脐部以上属于更具神性的技艺,而脐部以下则出于低劣的权能,正是因此才渴求交合。然而他们却没有意识到,上部器官同样渴求食物,且在某些人身上亦会产生淫欲;此外,他们也背逆了基督,因为基督曾对法利赛人说过,是同一位神造了我们的外在之人与内在之人。况且,欲念并不属于肉体,即便它是藉着肉体而产生的。 另有一些人,我们亦称之为“对立派”,他们说:“万物的神在本性上是我们的父,他所造的一切本是良善的;但在从他而出的受造物中,有一位播下了稗子,产生了恶的本性,并以此缠累我们众人,使我们与父对立。因此,我们为了替父复仇,自己也同此者相对立,违抗这第二者的意愿。所以,既然此者说过‘不可奸淫’,那么,”他们说,“我们就通过行奸淫来废除他的诫命。”

§3.4.35

Φαίημεν δ’ ἂν καὶ πρὸς τούτους, ὅτι τοὺς ψευδοπροφήτας καὶ τοὺς ὅσοι τὴν ἀλήθειαν ὑποκρίνονται ἐξ ἔργων γινώσκεσθαι παρειλήφαμεν. διαβάλλεται δὲ ὑμῶν τὰ ἔργα· πῶς ἔτι τῆς ἀληθείας ἀντέχεσθαι ὑμᾶς ἐρεῖτε; ἢ γὰρ οὐδέν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινος γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἔστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοίων, φαύλας ἢ ἀστείας. καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ’ ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδέᾳ, ὅπερ ἀδύνατον·3 εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν.

对于这些人,我们也可以这样回答:我们已经受教,得知假先知和一切佯装真理的人都是藉着行为被认出来的。然而你们的行为却备受指摘,你们又怎能再声称自己持守真理呢?因为要么没有任何事物是恶的,并且你们指控其与神对立的那一位不再该受谴责,也未曾造成任何恶事(因为树木与果子一同被消除);要么,如果恶确实存在于实体之中,就让他们告诉我们,那些关于公义、节制、坚忍、宽容以及诸如此类之事所颁布的诫命,究竟是劣拙的还是美善的?如果禁止行绝大多数可耻之事的诫命是劣拙的,恶就会为了自我毁灭而立律反抗自身,而这是不可能的;但如果这诫命是美善的,他们反抗美善的诫命,就等同于承认自己是在反抗善并实行恶事。

语法注3 条
  1. 3.4.33ὅμοιοι γάρ, οἶμαι, τὰς φύσεις οἱ καὶ τὰς πράξεις ὅμοιοι.

    τὰς φύσεις 与 τὰς πράξεις 均为修饰形容词 ὅμοιοι 的关系对格(限制对格)。前面的 ὅμοιοι 作表语,后面的 οἱ καὶ τὰς πράξεις ὅμοιοι 作主语短语,其间省略了系动词 εἰσίν,句意为“在行为上相似的人,在本质上亦相似”。

  2. 3.4.33ὧν δὲ ὑπερφέρειν κατὰ τὴν εὐγένειαν ἀξιοῦσι, τούτων καὶ τοῖς ἤθεσιν ὑπερέχειν ὀφείλουσιν

    关系代词 ὧν 是由 ὑπερφέρειν 支配的比较属格,与主句中同样受 ὑπερέχειν 支配的比较属格 τούτων 形成照应(ὧν ... τούτων)。二者均指代世俗之人,逻辑结构为“在他们自夸在出身高贵上所超越的那些人面前,他们理当在品行上也超越这些人”。

  3. 3.4.35καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ’ ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδέᾳ, ὅπερ ἀδύνατον

    主语 ἡ ἐντολή 受倒装分离的分词短语 τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν(“禁止行绝大多数可耻之事”)修饰。短语 ἐπὶ καταλύσει τῇ ἰδέᾳ(校勘常作 τῇ ἰδίᾳ)作方式或目的的与格(“为了自身的毁灭/依其本相”)。句末的 ὅπερ ἀδύνατον 则是由中性关系代词引导的插入句,指代前面“恶立律反抗自身”这整个荒谬的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.4.32-3.4.35