- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.4.28-3.4.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免严厉驳斥了将性淫乱冠以奥秘相通之名的异端,援引保罗的书信确立真正的道德纯洁。他进一步揭露他们所依凭的伪经原文,并痛斥普罗狄库斯派假托王室特权不受律法约束而在暗中通奸纵欲的虚假自由。
εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία καὶ δὴ συμμέτοχοι εἶεν ἂν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι, εἶεν δ’ ἂν ἐν ταῖς μείζοσι παρ’ αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι1 ἀνέδην εἰσδεχόμεναι τοὺς βουλομένους ἅπαντας. ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς τὰ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον2 τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τὴν ἐξομοίωσιν τοῦ θείου. γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία. καὶ γὰρ ἀπὸ τῆς φωνῆς ἁγνεύειν μελετᾶν διδάσκων ὁ ἀπόστολος γράφει· τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος καὶ τὰ ἑξῆς ἕως μᾶλλον δὲ καὶ ἐλέγχετε.
因此,这样的“相通”引入了妓院,猪和公山羊实当成为他们的同侪;而那些站在房檐前招揽顾客、肆无忌惮地接纳一切愿意之人的娼妓,在他们之中倒反而会有更大的指望。 “但你们学习基督,却不是这样,如果你们果真听过他,并在他里面受过教导,正如真理在耶稣基督里一样,就要脱去你们从前行为上的旧人,这旧人是照着欺骗的私欲而败坏的;又要将你们心灵的灵更新,并且穿上新人,这新人是照着神在真理的公义和圣洁中受造的,”依循神圣者的相似。 “所以,你们该效法神,好像蒙爱的儿女;也要在爱中行事,正如基督也爱了你们,为我们舍了自己,作为馨香的供物和祭物献给神。至于淫乱,以及一切污秽或贪婪,在你们中间连提都不可,这才合乎圣徒的体统;秽语和愚妄之言亦然。” 因为使徒教导要从言辞上操练纯洁,写道: “因为你们确切知道这事,凡淫乱的,”接下去一直到: “倒不如将它们揭露出来。”
Ἐρρύη δὲ αὐτοῖς τὸ δόγμα ἔκ τινος ἀποκρύφου, καὶ δὴ παραθήσομαι τὴν λέξιν τὴν τῆς τούτων ἀσελγείας μητέρα· καὶ εἴτε αὐτοὶ τῆς βίβλου συγγραφεῖς (ὅρα τὴν ἀπόνοιαν, εἰ καὶ θεοῦ διαψεύδονται δι’ ἀκρασίαν), εἴτε ἄλλοις περιτυχόντες τὸ καλὸν τοῦτο ἐνόησαν δόγμα διεστραμμένως ἀκηκοότες· ἔχει δὲ οὕτως τὰ τῆς λέξεως· ἓν ἦν τὰ πάντα· ἐπεὶ δὲ ἔδοξεν αὐτοῦ τῇ ἑνότητι μὴ εἶναι μόνῃ, ἐξῆλθεν ἀπ’ αὐτοῦ ἐπίπνοια, καὶ ἐκοινώνησεν αὐτῇ καὶ ἐποίησεν τὸν ἀγαπητόν· ἐκ τούτου ἐξῆλθεν ἀπ’ αὐτοῦ ἐπίπνοια, ᾗ κοινωνήσας ἐποίησεν δυνάμεις μήτε ὁραθῆναι μήτε ἀκουσθῆναι δυναμένας ἕως ἐπ’ ὀνόματος ἰδίου ἑκάστην. εἰ γὰρ καὶ οὗτοι καθάπερ οἱ ἀπὸ Οὐαλεντίνου πνευματικὰς ἐτίθεντο κοινωνίας, ἴσως τις αὐτῶν τὴν ὑπόληψιν ἐπεδέξατ’ ἄν· σαρκικῆς δὲ ὕβρεως κοινωνίαν εἰς προφητείαν ἁγίαν ἀνάγειν ἀπεγνωκότος ἐστὶ τὴν σωτηρίαν.3
他们的这套教条乃是从某部伪经中流出来的,我且把作为他们这些放肆行径之母的原文引述如下;要么他们自己就是该书的作者(看看其狂妄,竟然因放纵甚至伪托神的名义!),要么偶遇他人、在曲解听闻之后构想出了这等“妙论”。那段原文是这样的: “万物本为一;然而当其合一性以为不宜独处时,便有一股气息自其发出,且与这气息相通,造出了所爱者;又自此发出了一股气息,与它相通而造出了既不能被看见、亦不能被听见的能力,”一直到: “各自拥有专名。” 因为如果这些人也像瓦伦廷派的人那样,主张属灵的相通,或许还会有人接受他们的见解;但将肉体暴行的相通拔高为神圣的预言,则是绝望于得救之人的作为。
τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν, υἱοὺς μὲν φύσει τοῦ πρώτου θεοῦ λέγοντες αὑτούς· καταχρώμενοι δὲ τῇ εὐγενείᾳ καὶ τῇ ἐλευθερίᾳ ζῶσιν ὡς βούλονται· βούλονται δὲ φιληδόνως, κρατηθῆναι ὑπ’ οὐδενὸς νενομικότες ὡς ἂν κύριοι τοῦ σαββάτου καὶ ὑπεράων παντὸς γένους πεφυκότες4 βασίλειοι παῖδες, βασιλεῖ δέ, φασί, νόμος ἄγραφος. πρῶτον μὲν οὖν οὐ ποιοῦσιν ἃ βούλονται πάντα, πολλὰ γὰρ αὐτοὺς κωλύσει καὶ ἐπιθυμοῦντας καὶ πειρωμένους, καὶ ἃ ποιοῦσι δέ, οὐχ ὡς βασιλεῖς, ἀλλ’ ὡς μαστιγίαι ποιοῦσι, λάθρᾳ γὰρ μοιχεύουσι τὸ ἁλῶναι δεδιότες καὶ τὸ καταγνωσθῆναι ἐκκλίνοντες καὶ φοβούμενοι τὸ κολασθῆναι. πῶς δὲ ἐλεύθερον ἡ ἀκρασία καὶ ἡ αἰσχρολογία; πᾶς γάρ, φησίν, ὁ ἁμαρτάνων δοῦλός ἐστιν, ὁ ἀπόστολος λέγει.
普罗狄库斯派的人同样伪称自己为诺斯替派而立下这类教条,称自己生来就是最初之神的原生之子;然而他们滥用自己的高贵与自由,随心所欲地活着——而他们所欲的乃是沉溺快乐——自以为不被任何事物所辖制,仿佛他们是安息日的主,且是天生凌驾于一切种族之上的君王之子,而且他们说,“对于君王,律法是不成文的”。首先,他们并不能随心所欲地做成一切事,因为在他们贪图和尝试时,有许多事会阻碍他们;其次,他们所做的事并非如君王般行之,而是如该受鞭笞的奴隶般行之,因为他们因惧怕被捕、规避被定罪、害怕受刑罚而暗中通奸。放纵和污言秽语又怎能是自由呢? 使徒说: “因为凡犯罪的,”他说,“就是奴仆。”
ἀλλὰ πῶς κατὰ θεὸν πολιτεύεται ὁ πάσῃ ἐπιθυμίᾳ ἔκδοτον ἑαυτὸν παρασχὼν τοῦ κυρίου φήσαντος ἐγὼ δὲ λέγω, μὴ ἐπιθυμήσῃς; ἑκὼν δέ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπαθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας ἁμαρτάνοντας ἐλεοῦμεν; κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν.5 ὑβρίζει δέ τις ξένος πολίτας καὶ τούτους ἀδικεῖ, οὐχὶ δὲ ὡς παρεπίδημος τοῖς ἀναγκαίοις χρώμενος ἀπρόσκοπος τοῖς πολίταις διαβιοῖ; πῶς δὲ καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν μεμισημένοις διὰ τὸ μὴ πράσσειν τὰ ὑπὸ τῶν νόμων διηγορευμένα, τουτέστι τοῖς ἀδίκοις καὶ ἀκρατέσι καὶ πλεονέκταις καὶ μοιχοῖς τὰ αὐτὰ πράσσοντες θεὸν ἐγνωκέναι μόνοι λέγουσιν; ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται.
但是,主既然说过“但我说,不可起贪欲”,一个将自己全然交托给各样私欲的人,又怎能依照神的心意行事为人呢?既然我们对别人在违背本意下的犯罪尚且怜悯,难道还有人愿意蓄意犯罪,并将通奸、纵欲、毁坏他人婚姻定为教条吗?即使他们来到了异己的世界,在不属自己的事物上若未能尽忠,他们就绝不会拥有真实之物。难道一个外乡人应当侮辱公民、侵犯他们,而不是作为一个寄居者取用必需之物、无可指摘地在公民中间度日吗?再者,他们做着与那些因不遵行法律明文规定而见憎于外邦人之人——即不义者、无节制者、贪婪者与通奸者——相同的事,又怎能说唯有他们认识了神呢?因为他们本应当即便置身于异己的事物之中,亦当生活得光明磊落,好真正彰显出君王的风范。
- 3.4.28εἶεν δ’ ἂν ἐν ταῖς μείζοσι παρ’ αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι
由 ἄν 与希求法 εἶεν 构成的潜势希求句。紧承前句“猪和公山羊当成为他们的同侪”,引出一个极具讽刺意味的推论:如果按他们所言无差别的肉体苟合即是进入神国之途,那么街头公开接客的娼妓反而在他们之中享有更大的救赎指望。
- 3.4.28ἀποθέσθαι ὑμᾶς τὰ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον
引自以弗所书4:22。不定词 ἀποθέσθαι 由前文的 ἐδιδάχθητε(受教)所支配,构成宾格带不定词结构,ὑμᾶς 为不定词的逻辑主语。τὸν παλαιὸν ἄνθρωπον 为 ἀποθέσθαι 的直接宾语,介词短语 τὰ κατὰ τὴν προτέραν ἀναστροφήν 修饰或限定旧人过去的生活行为范畴。
- 3.4.29σαρκικῆς δὲ ὕβρεως κοινωνίαν εἰς προφητείαν ἁγίαν ἀνάγειν ἀπεγνωκότος ἐστὶ τὴν σωτηρίαν
表特征的谓语属格结构。不定词短语 σαρκικῆς δὲ ὕβρεως κοινωνίαν εἰς προφητείαν ἁγίαν ἀνάγειν 作句子的主语,完成时分词属格 ἀπεγνωκότος 作系动词 ἐστί 的表语,意为“将肉体暴行的相通拔高为神圣预言,乃是绝望于救恩之人的特征”。
- 3.4.30ὑπεράων παντὸς γένους πεφυκότες
罕见词形 ὑπεράων 在此支配属格 παντὸς γένους,相当于副词性介词 ὑπεράνω(凌驾于一切种族/出身之上)。与完成时分词 πεφυκότες(生来即是)结合,构成说明其自诩具有超然王室地位的环境分词短语。
- 3.4.31πιστοὶ ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν
带有否定词 μή 的条件分词(γενόμενοι):意为“若在属于他人的事上未能尽忠”。此处化用了路加福音16:12的福音书教导(“倘若你们在别人的东西上不忠心,谁还把你们自己的东西给你们呢?”)。
