- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.4.25-3.4.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特驳斥了借禁欲之名拒斥受造物的马吉安派以及主张共妻的异端,为尼哥拉和马提亚关于克制肉体的本意进行辩护,并严厉斥责了将淫乱诡称为“奥秘相通”之徒。
Τῶν δὲ ἀφ’ αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι’ ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος. κἂν συγχρήσωνται τῇ τοῦ κυρίου φωνῇ λέγοντος τῷ Φιλίππῳ· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι, ἀλλ’ ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον. πῶς οὖν σαρκίον ἔχων νεκρὸν οὐκ εἶχεν; ὅτι ἐξανέστη τοῦ μνήματος τοῦ κυρίου τὰ πάθη νεκρώσαντος, ζήσαντος δὲ Χριστῷ. ἐπεμνήσθημεν δὲ καὶ τῆς κατὰ Καρποκράτην ἀθέσμου γυναικῶν κοινωνίας, περὶ δὲ τῆς Νικολάου ῥήσεως διαλεχθέντες ἐκεῖνο παρελίπομεν. ὡραίαν, φασί, γυναῖκα ἔχων οὗτος, μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆρος πρὸς τῶν ἀποστόλων ὀνειδισθεὶς ζηλοτυπίαν, εἰς μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι τῷ βουλομένῳ ἐπέτρεψεν. ἀκόλουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι παραχρήσασθαι τῇ σαρκὶ δεῖ,1 καὶ δὴ κατακολουθήσαντες τῷ τε γενομένῳ τῷ τε εἰρημένῳ ἁπλῶς καὶ ἀβασανίστως ἀνέδην ἐκπορνεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες.
在被异端所引诱的人中,我们固然提到了本都的马吉安,他因与造物主对抗而拒绝使用属世之物。然而,如果这当被称为节制的话,造物主自己便成了他节制的原因;这个抗拒神的巨人自以为在反抗造物主,却在抨击受造物与受造之人时,身不由己地成了节制者。即使他们援引主对腓力所说的话: “任凭死人埋葬他们的死人,你跟从我吧,”然而让他们看清楚:腓力也携带着同样的肉身形貌,却并未带有一具污秽的死尸。那么,他既带着这副肉身,怎会没有死尸呢?因为在主治死诸般情欲、活于基督之时,他已从坟墓中复活。我们也曾提及卡波克拉特派不法共妻的行径,而在讨论尼哥拉的言论时,我们遗漏了那件事。据说他有一位美丽的妻子,在救主升天之后,因被使徒们指责心怀嫉妒,便将妻子领到众人中间,任凭愿意娶她的人娶她。因为他们声称,此举与那句“应当苦待肉体”的话相一致;而那些追随其异端的人,未经审察且盲从其所行所言,竟肆无忌惮地彻底沉溺于淫行之中。
πυνθάνομαι δ’ ἔγωγε τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ παρ’ ἣν ἔγημεν κεχρῆσθαι γυναικὶ τῶν τ’ ἐκείνου τέκνων τὰς θηλείας μὲν καταγηρᾶσαι παρθένους, ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν· ὧν οὕτως ἐχόντων ἀποβολὴ πάθους ἦν ἡ εἰς μέσον τῶν ἀποστόλων τῆς ζηλοτυπουμένης ἐκκύκλησις γυναικός, καὶ ἡ ἐγκράτεια τῶν περισπουδάστων ἡδονῶν τὸ παραχρῆσθαι τῇ σαρκὶ ἐδίδασκεν. οὐ γάρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, ἡδονῇ καὶ θεῷ. λέγουσι γοῦν καὶ τὸν Ματθίαν οὕτως διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παραχρῆσθαι μηθὲν αὐτῇ πρὸς ἡδονὴν ἀκόλαστον ἐνδιδόντα, ψυχὴν δὲ αὔξειν διὰ πίστεως καὶ γνώσεως.
然而据我所知,尼哥拉除迎娶的妻子外未曾与任何女子亲近,他的子女中,女儿们守贞直至年迈,儿子亦保持贞洁。既然情况如此,将引发嫉妒的妻子推到使徒们中间,乃是对情欲的弃绝,而对那些极力追逐的快乐之节制,正是教导人们去“苦待肉体”。因为依我之见,他按照救主的诫命,并不愿去“事奉两个主”,即快乐与神。无论如何,人们说马提亚亦如此教导:当与肉体作战并苦待它,绝不在放纵的快乐上向它妥协分毫,而要借着信心与知识使灵魂增长。
Εἰσὶν δ’ οἳ τὴν πάνδημον Ἀφροδίτην κοινωνίαν μυστικὴν ἀναγορεύουσιν ἐνυβρίζοντες καὶ τῷ ὀνόματι· λέγεται γὰρ καὶ τὸ ποιεῖν τι κακὸν ἐργάζεσθαι, ὥσπερ οὖν καὶ τὸ ἀγαθόν τι ποιεῖν ὁμωνύμως ἐργάζεσθαι, ὁμοίως δὲ καὶ ἡ κοινωνία ἀγαθὸν μὲν ἐν μεταδόσει ἀργυρίου καὶ τροφῆς καὶ στολῆς, οἳ δὲ καὶ τὴν ὁποίαν δήποτ’ οὖν ἀφροδισίων συμπλοκὴν κοινωνίαν ἀσεβῶς κεκλήκασιν. φασὶ γοῦν τινα αὐτῶν ἡμετέρᾳ παρθένῳ ὡραίᾳ τὴν ὄψιν προσελθόντα φάναι· γέγραπται ›παντὶ τῷ αἰτοῦντί σε δίδου‹, τὴν δὲ σεμνῶς πάνυ ἀποκρίνασθαι μὴ συνιεῖσαν τὴν τἀνθρώπου ἀσέλγειαν· ἀλλὰ περὶ γάμου τῇ μητρὶ διαλέγου. ὢ τῆς ἀθεότητος·2 καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται3 οἱ τῆς ἀσελγείας κοινωνοί, οἱ τῆς λαγνείας ἀδελφοί, ὄνειδος οὐ φιλοσοφίας μόνον, ἀλλὰ καὶ παντὸς τοῦ βίου, οἱ παραχαράσσοντες τὴν ἀλήθειαν, μᾶλλον δὲ κατασκάπτοντες ὡς οἷόν τε αὐτοῖς· οἱ γὰρ τρισάθλιοι τὴν σαρκικὴν καὶ συνουσιαστικὴν κοινωνίαν ἱεροφαντοῦσι καὶ ταύτην οἴονται εἰς τὴν βασιλείαν αὐτοὺς ἀνάγειν τοῦ θεοῦ.
还有一些人将庸俗的阿佛洛狄忒宣称为奥秘的相通,甚至亵渎了这词汇本身。因为正如作恶被称为“作工”,做善事亦同名异义地被称为“作工”,相通亦同样在金钱、食物与衣裳的施与中是美善之事,他们却不敬地将任何性交的苟合皆称为“相通”。无论如何,据说他们中有一人走向我们一位容貌俊美的处女说道: “经上记着:‘凡求你的,就给他’,”然而她端庄至极地回答道,全然不解这男人的荒淫: “那么,去跟我母亲商谈婚事吧。” 呜呼,何等的不敬!这些放荡的同伙、好色的弟兄,不仅是哲学的耻辱,亦是整个生命的耻辱,他们甚至对主的言语横加伪托,篡改真理,倒不如说是在竭尽所能地拆毁真理;因为这些可悲透顶之人竟把肉体的房事相通当作秘仪来传布,并以为此举能将他们引向神的国。
- 3.4.25παραχρήσασθαι τῇ σαρκὶ δεῖ
动词 παραχράομαι(或 παραχρῶμαι)兼具“滥用/纵情任用”与“苦待/严酷对待/克制”两种截然相反的含义取向。此处纵欲派异端将其曲解为“对肉体肆意放纵”,而克莱门特则主张其原意是指禁欲、严加克制肉体的情欲。
- 3.4.27ὢ τῆς ἀθεότητος
由感叹词 ὤ 连带属格名词 τῆς ἀθεότητος 构成的感叹属格句式,表达强烈的义愤:“呜呼,何等的不敬!”
- 3.4.27καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται
复合动词 διαψεύδομαι 支配属格补足语(τῶν τοῦ κυρίου φωνῶν),意为“对……说谎/篡改/附会”。其主语是后文以 οἱ τῆς ἀσελγείας κοινωνοί 开始的一系列同位语短语。
