- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.3.20-3.3.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引柏拉图与赫拉克利特的言论论述了与生殖和肉体相伴的恶之根源,批判了马吉安派对柏拉图思想的歪曲挪用;接着引述悲剧诗句阐述生儿育女的劳苦与人生祸患,并探讨了毕达哥拉斯派节制性事与禁食蚕豆的真正原由。
ἔτι δὲ σαφέστερον ἐπιφέρει· τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον,1 τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. οὐδὲν δὲ ἧττον κἀν τοῖς Νόμοις ὀδύρεται τὸ τῶν ἀνθρώπων γένος λέγων ὧδε· θεοὶ δὲ οἰκτείραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον πεφυκὸς γένος ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο τὰς τῶν ἑορτῶν ἀμοιβάς. ἔν τε τῇ Ἐπινομίδι καὶ τὰς αἰτίας τοῦ οἴκτου δίεισι καὶ τάδε λέγει· ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ’ αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.
而且他更为明确地补充道: “然而对于宇宙而言,其混合中的肉体性因素正是这些事情的原因,那是它从久远的本性中固有继承而来的;因为在进入如今的秩序之前,它分有了许多紊乱。” 同样,他在《法律篇》中哀叹人类种族时亦如此说道: “诸神怜悯生来劳苦的人类种族,便为他们指定了交替更迭的节期,作为脱离劳苦的休歇。” 而在《厄庇诺米斯篇》中,他详细述说了这怜悯的缘由,说道: “对于每一个生灵而言,从一开始出生皆是艰难的:首先是承受受孕胎居的状态,继而又是出生,此后还有抚育和教导,凡此种种皆如我们众人所言,是历经千万辛劳而成就的。”
τί δέ; οὐχὶ καὶ Ἡράκλειτος θάνατον τὴν γένεσιν καλεῖ Πυθαγόρᾳ τε καὶ τῷ ἐν Γοργίᾳ Σωκράτει ἐμφερῶς ἐν οἷς φησι θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες, ὕπνος; Ἀλλὰ τούτων μὲν ἅλις, ἐπειδὰν δὲ περὶ τῶν ἀρχῶν διαλαμβάνωμεν, τότε καὶ τὰς ἐναντιότητας ταύτας ἅς οἵ τε φιλόσοφοι αἰνίσσονται οἵ τε περὶ Μαρκίωνα δογματίζουσιν, ἐπισκεψόμεθα· πλὴν οὐκ ἀσαφῶς δεδεῖχθαι ἡμῖν νομίζω τὰς ἀφορμὰς τῶν ξένων δογμάτων τὸν Μαρκίωνα παρὰ Πλάτωνος ἀχαρίστως τε καὶ ἀμαθῶς εἰληφέναι.
又如何呢?赫拉克利特在如下言论中,岂非也与毕达哥拉斯以及《高尔吉亚篇》中的苏格拉底相似,将生殖称作死亡吗?他说: “我们清醒时所见的一切皆是死,入睡时所见的一切则是睡眠。” 然而关于这些事,至此已然足够。待我们探讨万物始原之时,便会再来考察哲学家们所暗示、马吉安派信徒所确立为教条的这些对立;不过我认为我们已经清楚表明,马吉安是忘恩负义且愚昧无知地从柏拉图那里窃取了其离奇教义的根据。
Ὁ δὲ περὶ ἐγκρατείας ἡμῖν προβαινέτω λόγος. ἐφάσκομεν δὲ τὴν δυσχρηστίαν ὑφορωμένους Ἕλληνας πολλὰ εἰς τὴν γένεσιν τῶν παίδων ἀποφθέγξασθαι, ἀθέως δὲ ἐκδεξαμένους ταῦτα τοὺς περὶ Μαρκίωνα ἀχαριστεῖν τῷ δημιουργῷ. λέγει γὰρ ἡ τραγῳδία· "τὸ μὴ γενέσθαι κρεῖττον ἢ φῦναι βροτούς. ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσι τίκτω· τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα μὲν κακούς, χρηστοὺς δ’ ἀπολλῦς̓· ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους; " καὶ ἔθ’ ὁμοίως· "ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν,2 παῖδας φυτεύειν οὔποτ’ ἀνθρώπους ἐχρῆν πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν." ἐν δὲ τοῖς αὖθις λεγομένοις καὶ τὴν αἰτίαν τῶν κακῶν ἐναργῶς ἐπὶ τὰς ἀρχὰς ἐπανάγει λέγων ὧδε· "ὢ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοὰς·3 μή νυν τὰ θνητὰ θνητὸς ὤν ἀγνωμόνει. "
且让我们关于节制自律的论述继续进行。我们先前曾说,希腊人因戒惧养育子女的困厄,针对繁育子嗣发出了诸多叹言,而马吉安一派人却不敬地领受了这些言论,对造物主忘恩负义。因为悲剧如此说道: “不曾出生,实胜过作为凡人生发于世。继而我伴随着剧烈的痛楚生下儿女;生下之后,若生出愚钝之辈,我便徒然悲泣,目睹恶劣者而痛失良善者;即便是得以保全的子女,我也因恐惧而消磨这颗凄凉的心。这究竟有何益处?难道单单一个灵魂在迷惘焦虑中为自身承受劳苦还不够吗?” 又类似地说道: “在我看来,不论如今还是昔日皆是如此:眼见我们是将孩子生于何等重重劳苦之中,凡人本绝不应当繁育儿女。” 而在接下来的言辞中,他又清晰地将恶因归结于最初的始原,这样说道: “生于不幸且处境悲惨的人啊,你生而为人,正是从这大空开始向凡人注入气息以养育万物之地,领受了这不幸的生命。因此,你既身为凡人,就休要对凡俗之事心怀怨愤。”
πάλιν δ’ αὖ τὰ ὅμοια τούτοις ὧδε ἀποδίδωσι· "θνητῶν δὲ ὄλβιος οὐδεὶς οὐδὲ εὐδαίμων· οὔπω γὰρ ἔφυ τις ἄλυπος." καὶ εἶτ’ αὗθις· "φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι. ὅσαι δὲ μορφαί, τέρμα δ’ οὐκ εἴποι τις ἄν." καὶ ἔθ’ ὁμοίως· "τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν. "
他又再次将同类之事表述如下: “凡人之中无一人是有福或幸福的;因为至今尚无一人生来免于悲苦。” 接着又说: “嗟乎!嗟乎!凡人的灾殃有多少种际遇!又有多少种形态!任谁也说不出其终局。” 又类似地说道: “因为在凡人的尘世诸事中,绝无一事能一直幸福到底。”
Ταύτῃ οὖν φασι καὶ τοὺς Πυθαγορείους ἀπέχεσθαι ἀφροδισίων. ἐμοὶ δὲ ἔμπαλιν δοκοῦσι γαμεῖν μὲν παιδοποιίας ἕνεκα, τῆς δὲ ἐξ ἀφροδισίων ἡδονῆς ἐθέλειν κρατεῖν μετὰ τὴν παιδοποιίαν. ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, "ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, "μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας. Θεόφραστος γοῦν ἐν τῷ πέμπτῳ τῶν Φυτικῶν αἰτίων τὰ κελύφη τῶν κυάμων περὶ τὰς ῥίζας τῶν νεοφύτων δένδρων περιτιθέμενα ξηραίνειν τὰ φυόμενα ἱστορεῖ, καὶ αἱ κατοικίδιοι δὲ ὄρνιθες συνεχῶς ταῦτα σιτούμεναι ἄτοκοι γίνονται.
因此,人们说毕达哥拉斯学派亦禁绝房事。但依我看来恰恰相反,他们是为繁育后代而婚娶,而在繁育之后则力图克制源于性事的快乐。正是为此缘故,他们秘传戒律禁止食用蚕豆——这并非因为这种豆类会胀气、难消化且令人梦境紊乱,亦非由于蚕豆正如那句短诗所言与人首相似: “食蚕豆诚然等同于食父母之首级,”而倒是因为蚕豆被人食用后会致使妇人不育。至少泰奥弗拉斯托斯在《植物原因论》第五卷中记载,将蚕豆荚放置在新栽树木的根系周围会使正在生长的植物干枯,而家禽若持续以此为食亦会绝育。
- 3.3.20τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον
引自柏拉图《政治家篇》(273b)。αὐτῷ(对宇宙而言)为关涉与格,谓语名词αἴτιον省略了系动词ἐστί。中性复数属格τούτων指代前文所述宇宙中的紊乱与诸恶。
- 3.3.22ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖν
不定词δοκεῖν用作限制性绝对不定词,表示“依我之见”、“在我看来”。句中的主要动词为表达过去未实现义务的ἐχρῆν(“凡人绝不当……”)。
- 3.3.22ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς
指示副词ἐκεῖθεν(从那里)与由关系副词ὅθεν(……之地)引导的从句相呼应。从句的主语为后置的ὅδ’ αἰθὴρ(这大空/大自然的气息),携带分词ἐνδιδούς并统辖ἤρξατο τρέφειν(开始抚育)。
