- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.3.16-3.3.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引希罗多德、荷马、奥菲斯教派、毕达哥拉斯学派、品达以及柏拉图对生殖和肉体的贬抑言论,同时指出柏拉图依然肯定宇宙治理的良善秩序,并未给马吉安将质料视作绝对邪恶提供借口。
ταὐτὸν δὴ τούτοις φαίνεται καὶ Ἡρόδοτος ποιῶν λέγοντα τὸν Σόλωνα· ὦ Κροῖσε, πᾶς ἄνθρωπός ἐστι συμφορή. καὶ ὁ μῦθος δὲ αὐτῷ σαφῶς ὁ περὶ τοῦ Κλεόβιδος καὶ Βίτωνος οὐκ ἄλλο τι βούλεται ἀλλ’ ἢ1 ψέγειν μὲν τὴν γένεσιν, τὸν θάνατον δὲ ἐπαινεῖν. "οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν "Ομηρος λέγει. Πλάτων δὲ ἐν Κρατύλῳ Ὀρφεῖ τὸν λόγον ἀνατίθησι τὸν περὶ τοῦ κολάζεσθαι τὴν ψυχὴν ἐν τῷ σώματι, λέγει δὲ ὧδε· καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι·2 καὶ διότι τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα δίδωσιν.
希罗多德借梭伦之口所作的言说,显然也与这些人同出一辙: “克罗伊斯啊,人的一切不过是际遇。” 而且他关于克勒奥比斯与比同的传说,显然也别无他意,无非是贬抑生殖而赞美死亡。 “正如树叶的世代,人类的世代亦是如此,”荷马如是说。柏拉图在《克拉底鲁篇》中把关于灵魂在肉体中受罚的学说归于奥菲斯,这样说道: “因为确实有人说肉体是灵魂的坟墓(sēma),仿佛灵魂在当下被埋葬于其中;又因为灵魂无论表达(sēmainei)什么,都是通过它来表达,因而在这方面也被正当地称为记号(sēma)。然而,奥菲斯派信徒似乎最主要确立了这一名称,视之为灵魂因其应受惩处之事而正在接受惩罚。”
ἄξιον δὲ καὶ τῆς Φιλολάου λέξεως μνημονεῦσαι· λέγει γὰρ ὁ Πυθαγόρειος ὧδε· μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι συνέζευκται καὶ καθάπερ ἐν σήματι τούτῳ τέθαπται. ἀλλὰ καὶ Πίνδαρος περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων λέγων ἐπιφέρει· "ὄλβιος ὅστις ἰδὼν κεῖνα εἶσ’ ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν." Πλάτων τε ἀκολούθως ἐν Φαίδωνι οὐκ ὀκνεῖ γράφειν ὧδέ πως· καὶ οἱ τὰς τελετὰς δὲ ἡμῖν οὗτοι καταστήσαντες οὐκ ἄλλο τι ἕως μετὰ θεῶν τε οἰκήσει. τί δὲ ὅταν λέγῃ· ἕως ἂν τὸ σῶμα ἔχωμεν καὶ συμπεφυρμένη ἡμῶν ἡ ψυχὴ ᾖ μετὰ τοιούτου κακοῦ, οὐ μήποτε κτησώμεθα ἐκεῖνο ἱκανῶς οὗ ἐπιθυμοῦμεν; οὐχὶ αἰτίαν τῶν μεγίστων κακῶν τὴν γένεσιν αἰνίσσεται; κἀν τῷ Φαίδωνι ἐπιμαρτυρεῖ· κινδυνεύουσι γὰρ ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν τε καὶ τεθνάναι.
同样值得记述的还有菲洛劳斯的言论,因为这位毕达哥拉斯学派哲人这样说道: “古代的神学家和预言家们也见证说,灵魂因某些惩戒而被套上了肉体的轭,如同被埋在这具坟墓中一般。” 此外,品达在谈及厄琉息斯秘仪时也补充道: “凡见过那些景象而步入地下的人是有福的;他知晓生命的终结,也知晓神赐的始原。” 柏拉图同样在《斐多篇》中毫不犹豫地大致这样写道: “而且为我们设立秘仪的这些人也绝非其他……” 直至 “并将与众神同住。” 那么,当他说: “只要我们拥有肉体,只要我们的灵魂与这样一种恶相混杂,我们就绝不可能充分获得我们所渴望的东西”之时,又该作何解释呢?难道他不是在暗示生殖是极大祸害的根源吗?他在《斐多篇》中进一步作证说: “因为凡是真正投身于哲学的人,其他人似乎都未能察觉,他们自己所从事的无非就是赴死与处于死亡状态。”
καὶ πάλιν· οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ’ αὐτοῦ, ζητεῖ δὲ αὐτὴ καθ’ αὑτὴν γίνεσθαι. καὶ μή τι συνᾴδει τῷ θείῳ ἀποστόλῳ λέγοντι·3 ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εἰ μὴ τὴν ὁμοφροσύνην τῶν εἰς κακίαν ὑποσεσυρμένων σῶμα θανάτου τροπικῶς λέγει. τήν τε συνουσίαν γενέσεως οὖσαν ἀρχὴν καὶ πρὸ τοῦ Μαρκίωνος ἀποστρεφόμενος φαίνεται ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὁ Πλάτων. ἐπαινῶν γὰρ τὸ γῆρας ἐπιφέρει ὅτι εὖ ἴσθι ὅτι ἔμοιγε, ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί· τῆς τε τῶν ἀφροδισίων χρήσεως ἐπιμνησθείς· εὐφήμει, ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.
他又说: “那么,在此种情形下,哲学家的灵魂难道不是极力蔑视肉体并从中逃离,寻求独处于自身吗?” 这难道不在某种程度上与那位神圣的使徒所说的话相共鸣吗?使徒说: “我真是一个苦恼的人啊!谁能救我脱离这取死的肉体呢?” ——除非使徒是将堕入邪恶之人的同流合污比喻为“死亡之肉体”。而且早在马吉安之前,柏拉图在《理想国》第一卷中就已经显然对作为生殖之始原的性交退避三舍。因为他在称赞老年时补充道: “你要确知,对我而言,属肉体的其他快乐衰退凋零到何种程度,关乎言论对话的渴望与快乐便增长到何种程度”;在提及房事的使用时他又说: “住口吧,朋友!我真是欣喜万分地逃离了它,如同逃离了一个狂暴野蛮的主人。”
πάλιν δ’ ἐν τῷ Φαίδωνι τὴν γένεσιν κακίζων γράφει· ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι. καὶ αὖθις· οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι. ἀλλ’ ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν· οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν. καὶ συνελόντι εἰπεῖν τοῦ κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν4 τῷ Μαρκίωνι, εὐσεβῶς αὐτὸς εἰπὼν περὶ τοῦ κόσμου τάδε· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.
在《斐多篇》中,他再次贬抑生殖而写道: “在密仪中所流传的关于这些事的教说认为,我们人类正处在某种禁锢(或牢狱)之中。” 他又说: “而那些被判定为在一生中格外虔敬之人,正是他们从大地上的这些地方如同从牢狱中一般被释放和解脱出来,抵达上方纯洁的居所。” 然而尽管如此,他依然认识到整个宇宙的管理是良善完备的,并说道: “人不当擅自脱离此地,亦不当逃跑。” 简而言之,他并没有给马吉安提供将质料视作邪恶的借口,因为他自己对于宇宙极其虔敬地论述如下: “宇宙从造就它的创造者那里获得了一切美善之物;而从原初状态中,天穹中产生的一切艰难与不正,它自身既从那状态中保留了下来,又将之施加于万物生灵。”
- 3.3.16οὐκ ἄλλο τι βούλεται ἀλλ’ ἢ
οὐκ ἄλλο τι 与惯用短语 ἀλλʼ ἤ(“除……之外”)相结合,构成双重否定以加强限定,意为“无非是……/别无他意,只为……”。不定式 ψέγειν 和 ἐπαινεῖν 作为 βούλεται 的补足语并列出现。
- 3.3.16καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι
引自柏拉图《克拉底鲁篇》400c。中性单数宾格代词 αὐτό 在语境中指“肉体”(σῶμα),在间接引语中作不定式 εἶναι 的主语,σῆμα 为其谓词名词(“是灵魂的坟墓”)。ὡς τεθαμμένης 为带有 ὡς 的属格绝对结构(逻辑主语承接 τῆς ψυχῆς),表达主观理由或视角,意为“由于灵魂被埋葬于其中”。
- 3.3.18καὶ μή τι συνᾴδει τῷ θείῳ ἀποστόλῳ λέγοντι
疑问小辞 μή τι 通常引导预期否定回答或表达审慎推测的疑问句。此处以反问语气提出审慎的肯定倾向(“难道不是在某种程度上相契合吗?”)。紧随其后的 εἰ μή 引导的保留从句(“除非……”)进一步证实,作者在此是在提示柏拉图与使徒保罗言论之间的相通性。
- 3.3.19συνελόντι εἰπεῖν τοῦ κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν
συνελόντι εἰπεῖν 是惯用的话语关涉与格加不定式(绝对与格结构),意为“简而言之/总而言之”。τοῦ κακὴν λογίζεσθαι τὴν ὕλην 为带冠词的不定式属格,依附于名词 ἀφορμή(“借口/契机”),起同格或说明性属格的作用(“视质料为恶的借口”)。
