← 亚历山太的革利免

杂记

§3.3.12-3.3.15

批判马吉安派反婚姻论与受造的苦难

作者揭示马吉安派拒斥婚姻的主张乃是出于对造物主的敌意这一不敬教条,指出其将生殖视为恶的观点误读了倡导灵魂净化的古代哲学家,并引证古希腊诗人与智者关于生之苦难的诗句。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.12

Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος1 κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ τε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας),2 ἀλλ’ οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου γενομένην δημιουργοῦ· ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλ’ οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι τοῖς ὑπ’ αὐτοῦ κτισθεῖσιν. ἀλλ’ οὗτοί γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τήν τε ξένην, ὥς φασι, γνῶσιν εὐαγγελίζονται, κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθ’ ὃ ἐνταῦθα εὐηγγελίσθησαν.

现在,即使柏拉图本人和毕达哥拉斯学派的人,正如后来马吉安派信徒所做的那样,认为生殖是邪恶的(而且他绝不可能设定妇女共有),然而马吉安派的人却坚称自然是邪恶的,是由邪恶的质料和一位公义的造物主所产生的。正是出于这一缘由,他们不愿繁衍填满那由造物主所造的世界,便希望远离婚姻,与他们自己的造物主相对立,奔向那呼召他们的至善者,而不是如他们所言的那位处于另一种状态的神。因此,他们希望在此世不留下任何属于自己的东西,并非出于自主抉择而守贞,而是出于对造物主的敌意,不愿使用由他所造之物。然而,这些人因着不敬地与神抗争而背离了符合自然的理性,蔑视上帝的宽容与仁慈,纵使他们不愿结婚,却依然享用受造的食物,呼吸造物主的空气,他们本身既是他的造物又停留于他的居所之中,却宣讲他们所谓“外来的诺斯”,即便仅凭他们在此世听闻了福音这一点,他们本就应当对世界之主心怀感恩。

§3.3.13

ἀλλὰ πρὸς μὲν τούτους, ὁπόταν τὸν περὶ ἀρχῶν διαλαμβάνωμεν λόγον, ἀκριβέστατα διαλεξόμεθα· οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν, παρ’ ὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην εἶναι, ἀλλὰ τῇ ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃ· κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὖσαν καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις ψυχαῖς προσήκει κατ’ αὐτούς. κἄστιν τὸ δόγμα τοῦτο οὐ τοῖς ἀπὸ Μαρκίωνος ἔτι, τοῖς δὲ ἐνσωματοῦσθαι καὶ μετενδεῖσθαι καὶ μεταγγίζεσθαι τὰς ψυχὰς ἀξιοῦσιν οἰκεῖον, πρὸς οὓς ἄλλος ἂν εἴη καιρὸς λέγειν, ὁπηνίκα ἂν περὶ ψυχῆς διαλαμβάνωμεν.

然而针对这些人,当我们探讨有关本原的论说时,我们将进行极尽严谨的辩驳。至于我们所提到的那些哲学家——马吉安派信徒正是从他们那里不敬地学到生殖为恶,并如同自己的教条一般大肆夸耀——他们并不认为生殖在本性上是邪恶的,而是对于看透真理的灵魂而言是邪恶的。因为他们将原本具有神性的灵魂降到这个世界,视之为惩治之所,并且在他们看来,入胎肉身的灵魂理当得到净化。这一教条不再属于马吉安派,而是属于那些主张灵魂投胎、转宿和轮回应变之人,针对他们,等我们探讨灵魂之时将另有论述的适当时机。

§3.3.14

Ἡράκλειτος γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν φῇ· γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.3 δῆλος δὲ αὐτῷ συμφερόμενος καὶ Ἐμπεδοκλῆς λέγων· "κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον." καὶ ἔτι· "ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε’ ἀμείβων." καὶ πάλιν· "ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον· οἵων ἐξ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε." λέγει δὲ καὶ ἡ Σίβυλλα· "ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, "ὁμοίως τῷ ποιητῇ γράφοντι· "οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. "

赫拉克利特在如下言说时,显然是在贬抑生殖: “既生下来,他们便想要活着并承受死亡,或者更确切地说是获得安息,并且他们留下子女以成为死亡。” 恩培多克勒显而易见也与他一致,说道: “看见这陌生不适之地,我哭泣哀号。” 又说: “因为他转变形态,从活物中造出死者。” 又说: “呜呼,悲惨的凡人族类,呜呼,不幸者!你们竟从何等纷争与呻吟中诞生。” 西比拉也说道: “必死且属肉体的人类啊,原不过是虚无,”正如诗人写道: “大地上生养的万物中,没有比人类更脆弱微末的。”

§3.3.15

ναὶ μὴν καὶ Θέογνις τὴν γένεσιν δείκνυσι κακὴν ὧδέ πως λέγων· "πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δ’ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι." ἀκόλουθα δ’ αὐτοῖς καὶ ὁ τῆς τραγῳδίας ποιητὴς Εὐριπίδης γράφει· "ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅσ’ ἔρχεται κακά· τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων." καὶ αὖθις τὰ ὅμοια οὕτως ἐρεῖ· "τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν;"

确实,塞奥格尼斯也大略这样表明生殖是邪恶的: “对于地上凡人而言,万事之中莫过于不曾出生、不曾看见锐利阳光为至善;而一旦出生,便当尽快跨入哈得斯之门。” 与他们相呼应,悲剧诗人欧里庇得斯也写道: “因为我们本应聚集在一起,为初生者所将临到的一切祸患而哀哭;而对死去并止息了劳苦的人,则当欢喜颂扬着送出家门。” 他又以同样意旨说道: “谁知活着是否即是死亡,而死亡反是活着呢?”

语法注3 条
  1. 3.3.12Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων ... ἀλλ’ οἱ μὲν ἀπὸ Μαρκίωνος

    条件从句中的破绽句法(破格结构)。句首由 εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι... 提出了让步性条件从句(“即使柏拉图本人和毕达哥拉斯学派……”),但在括号内的插入语后,并未按常规语法接续主句结论,而是通过转折连词 ἀλλά 直接转入对马吉安派异端教义的反驳(ἀλλ’ οἱ μὲν ἀπὸ Μαρκίωνος...)。

  2. 3.3.12πολλοῦ τε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας

    非人称动词 ἔδει(δεῖ 的未完成过去时)与表示程度/相差距离的属格 πολλοῦ 连用,构成“远未……”、“绝不可能……”的固定句式。在带不定式的宾格短语 κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας 中,不定式的逻辑主语 αὐτόν 指代柏拉图,驳斥了上文卡波克拉底派对柏拉图“妇女共有”思想的曲解。

  3. 3.3.14καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι

    引自赫拉克利特的残篇。不定式 γενέσθαι 紧随动词 καταλείπουσι 之后,充当目的或结果状语(“以至于成为……”)。宾格名词 μόρους 在此作补足语谓语(“成为死亡”或“成为招致死亡的存在”),与前半句的 μόρους τ’ ἔχειν 呼应,深刻揭示了生育本质上即是死亡之绵延。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.3.12-3.3.15