← 亚历山太的革利免

杂记

§3.2.8-3.2.11

欲望自然论的反驳与卡波克拉底派的放荡

埃庇法尼论述欲望的自然必要性并攻击一夫一妇制,作者则引证律法与福音予以反驳,揭露卡波克拉底派夜宴乱交的恶行,指出其对柏拉图的误读、波斯僧侣的习俗以及《犹大书》的预言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.8

κοινῇ τοίνυν ὁ θεὸς ἅπαντα ἀνθρώπῳ ποιήσας καὶ τὸ θῆλυ τῷ ἄρρενι κοινῇ συναγαγὼν καὶ πάνθ’ ὁμοίως τὰ ζῷα κολλήσας τὴν δικαιοσύνην ἀνέφηνεν κοινωνίαν μετ’ ἰσότητος. οἳ δὲ γεγονότες οὕτω τὴν συνάγουσαν κοινωνίαν τὴν γένεσιν αὐτῶν ἀπηρνήθησαν καὶ φασιν· ὁ μίαν ἀγόμενος ἐχέτω, δυναμένων κοινωνεῖν ἁπάντων,1 ὥσπερ ἀπέφηνε τὰ λοιπὰ τῶν ζῴων. ταῦτα εἰπὼν κατὰ λέξιν πάλιν ὁμοίως αὐταῖς ταῖς λέξεσιν ἐπιφέρει· τὴν γὰρ ἐπιθυμίαν εὔτονον καὶ σφοδροτέραν ἐνεποίησε τοῖς ἄρρεσιν εἰς τὴν τῶν γενῶν παραμονήν, ἣν οὔτε νόμος οὔτε ἔθος οὔτε ἄλλο τι τῶν ὄντων ἀφανίσαι δύναται. θεοῦ γάρ ἐστι δόγμα. καὶ πῶς ἔτι οὗτος ἐν τῷ καθ’ ἡμᾶς ἐξετασθείη λόγῳ ἄντικρυς καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον διὰ τούτων καθαιρῶν; ὃ μὲν γάρ φησιν· οὐ μοιχεύσεις. τὸ δὲ πᾶς ὁ προσβλέπων κατ’ ἐπιθυμίαν ἤδη ἐμοίχευσεν λέγει. τὸ γὰρ οὐκ ἐπιθυμήσεις πρὸς τοῦ νόμου λεγόμενον τὸν ἕνα δείκνυσι θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου κηρυσσόμενον· λέγει γάρ· οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον. ὁ πλησίον δὲ οὐχ ὁ Ἰουδαῖος τῷ Ἰουδαίῳ, ἀδελφὸς γὰρ καὶ ταὐτότης τοῦ πνεύματος, λείπεται δὴ πλησίον τὸν ἀλλοεθνῆ λέγειν. πῶς γὰρ οὐ πλησίον ὁ οἶός τε κοινωνῆσαι τοῦ πνεύματος; οὐ γὰρ μόνων Ἑβραίων, ἀλλὰ καὶ ἐθνῶν πατὴρ Ἀβραάμ.

因此,上帝为人类造了共有的一切,将女性与男性在共有中结合在一起,并同样地连结了一切走兽,以此显明正义乃是伴随平等的共有关系。然而,如此生出的人们却拒绝了促成他们出生的共有关系,并且说:“娶了一个女人的就让他占有她吧”,尽管所有的人本都可以共有,正如其他走兽所显明的那样。 他在字面上说了这些话之后,又同样以原话补充道: “因为上帝为了种族的存续,在雄性里面植入了强劲且更为剧烈的欲望,这是法律、习俗或现存的任何其他事物都无法消除的;因为这是上帝的命定。” 那么,通过这些话公然推翻律法与福音的这个人,又怎能仍在我们的教义中被认可呢?因为一方面说: “不可奸淫。” 而另一方面则说: “凡看妇女就动淫念的,心里已经奸淫了。” 因为律法所说的“不可起贪心”,显明了借着律法、先知与福音所宣扬的那独一的上帝;因为经上说: “不可贪恋你邻舍的〔妻子〕。” 然而对于犹太人而言,邻舍并不是犹太人,因为那是弟兄并且有同一的灵;那么剩下的就只能是称外邦人为邻舍了。因为能够分享圣灵的人,怎能不是邻舍呢?因为亚伯拉罕不仅是希伯来人的父,也是外邦人的父。

§3.2.9

εἰ δὲ ἡ μοιχευθεῖσα καὶ ὁ εἰς αὐτὴν πορνεύσας θανάτῳ κολάζεται, δῆλον δήπου τὴν ἐντολὴν τὴν λέγουσαν οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον περὶ τῶν ἐθνῶν διαγορεύειν, ἵνα τις κατὰ νόμον καὶ τῆς τοῦ πλησίον καὶ τῆς ἀδελφῆς ἀποσχόμενος ἄντικρυς ἀκούσῃ παρὰ τοῦ κυρίου· ἐγὼ δὲ λέγω, οὐκ ἐπιθυμήσεις· ἡ δὲ τοῦ ἐγὼ μορίου προσθήκη προσεχεστέραν δείκνυσι τῆς ἐντολῆς τὴν ἐνέργειαν, καὶ ὅτι θεομαχεῖ ὅ τε Καρποκράτης ὅ τ’ Ἐπιφάνης, ὃς ἐν αὐτῷ τῷ πολυθρυλήτῳ βιβλίῳ, τῷ Περὶ δικαιοσύνης λέγω, ὧδέ πως ἐπιφέρει κατὰ λέξιν· ἔνθεν ὡς γελοῖον εἰρηκότος τοῦ νομοθέτου ῥῆμα τοῦτο ἀκουστέον ›οὐκ ἐπιθυμήσεις‹ πρὸς τὸ γελοιότερον εἰπεῖν ›τῶν τοῦ πλησίον2‹· αὐτὸς γὰρ ὁ τὴν ἐπιθυμίαν δοὺς ὡς συνέχουσαν τὰ τῆς γενέσεως ταύτην ἀφαιρεῖσθαι κελεύει μηδενὸς αὐτὴν ἀφελὼν ζῴου· τὸ δὲ ›τῆς τοῦ πλησίον γυναικὸς‹ ἰδιότητα τὴν κοινωνίαν ἀναγκάζων ἔτι γελοιότερον εἶπεν.

如果被奸淫的妇人与向她行淫乱的男子都要被处以死刑,那么显而易见,那条说着“不可贪恋你邻舍的妻子”的诫命乃是针对外邦人说的,好叫按着律法远避邻舍之妻和姐妹的人,能够直接从主那里听见: “只是我说,不可起贪心。” 而附加了 “我”这个语助词,显明了诫命的效力更为紧迫,并且证明卡波克拉底和埃庇法尼乃是与上帝为敌;埃庇法尼在那本众所周知的书——我指的是《论正义》——中,字面上大约这样补充道: “由此可见,必须把‘不可起贪心’这句话当成立法者滑稽地说出的,而说‘邻舍的’则更为滑稽。因为那位赐予欲望以维持生殖之事的上帝自己,既然未从任何走兽身上剥夺欲望,却命令人除去欲望;而借着说‘邻舍的妻子’把共有关系强行变为私有,这说得更为滑稽了。”

§3.2.10

Καὶ ταῦτα μὲν οἱ γενναῖοι Καρποκρατιανοὶ δογματίζουσι. τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ’ ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ’ ἡμέραν ἤδη παρ’ ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν3 τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν. τοιαῦτα δὲ οἶμαι ταῖς κυνῶν καὶ συῶν καὶ τράγων λαγνείαις νομοθετεῖν τὸν Καρποκράτην ἔδει. δοκεῖ δέ μοι καὶ τοῦ Πλάτωνος παρακηκοέναι ἐν τῇ Πολιτείᾳ φαμένου κοινὰς εἶναι τὰς γυναῖκας πάντων, κοινὰς μὲν τὰς πρὸ τοῦ γάμου τῶν αἰτεῖσθαι μελλόντων, καθάπερ καὶ τὸ θέατρον κοινὸν τῶν θεωμένων φάσκοντος, τοῦ προκαταλαβόντος δὲ ἑκάστην ἑκάστου εἶναι καὶ οὐκέτι κοινὴν τὴν γεγαμημένην.

这些就是高贵的卡波克拉底派所持的教条。据说他们以及追求类似恶行的另一些人聚集赴宴(我绝不把他们的聚会称为爱宴),男女齐聚,在饱足之后(正如人们所说,“塞满中自有阿芙罗狄忒”),通过打翻油灯除去那会使他们这淫乱的正义蒙羞的光,随其所愿与想交合的女人交合;并在这样的爱宴中操练了共有之后,到了白天,便要求他们所愿的女人顺从卡波克拉底的律法——称之为神圣律法是不合义的。然而我认为,卡波克拉底本该为狗、猪和山羊的淫欲制定这样的法律。在我看来,他也听误了柏拉图在《理想国》中的话,柏拉图说女人们是属于所有人的共有之物,指的是在婚前对于将要求娶她们的人是共有的,正如他说剧场属于看戏的观众一样,但每位女子都属于预先占有她的各人,一旦结婚便不再是共有的了。

§3.2.11

Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. ἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῇ ἐπιστολῇ εἰρηκέναι· ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι (οὐ γὰρ ὕπαρ τῇ ἀληθείᾳ ἐπιβάλλουσιν) ἕως καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα.

克桑托斯在题为《僧侣志》的著作中说: “而且交合,”他说,“琐罗亚斯德僧侣们认为与母亲、女儿和姐妹交合是合法的,并且妇女应当共有,不是通过强暴或隐秘的方式,而是在双方同意下,当一人想娶另一人的妻子时共有。” 我想,犹大在书信中正是预言性地针对这些人以及类似的异端说道: “然而这些人同样在做梦中”(因为他们并非在清醒中达到真理),直到“他们口中说夸大的狂话。”

语法注3 条
  1. 3.2.8ὁ μίαν ἀγόμενος ἐχέτω, δυναμένων κοινωνεῖν ἁπάντων

    ὁ μίαν ἀγόμενος(“娶了一个女人的”)作第三人称单数命令式 ἐχέτω(“让他拥有/占有吧”)的主语。紧随其后的 δυναμένων κοινωνεῖν ἁπάντων 为表示让步的属格独立结构(“尽管所有人都本可共有”)。埃庇法尼在此批判性地援引一夫一妇制,认为这是违背万物共有之自然正义的私有化。

  2. 3.2.9ἔνθεν ὡς γελοῖον εἰρηκότος τοῦ νομοθέτου ῥῆμα τοῦτο ἀκουστέον ›οὐκ ἐπιθυμήσεις‹ πρὸς τὸ γελοιότερον εἰπεῖν ›τῶν τοῦ πλησίον‹

    非人称动词性形容词 ἀκουστέον(“应当被听作”)为全句核心。ὡς γελοῖον(“作为滑稽的”)作属格独立结构 εἰρηκότος τοῦ νομοθέτου(“立法者说出”)的谓词性修饰,ῥῆμα τοῦτο ›οὐκ ἐπιθυμήσεις‹ 为听的对象。后半部分的 πρὸς τὸ γελοιότερον εἰπεῖν 则是带有不定词的介词短语,表示递进对比(“相比之下,说出……则更为滑稽”)。

  3. 3.2.10τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους ... μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ’ ἡμέραν ἤδη παρ’ ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν

    由主动词 φασί(“他们说/据说”)支配的宏大带不定词的宾格结构。逻辑主语是宾格 τούτους καί τινας ἄλλους(“这些人及某些其他人”),主要的不定词是 μίγνυσθαι(“交合”)与 ἀπαιτεῖν(“要求”)。其间嵌套了多个分词短语以交代伴随情况:ἀθροιζομένους(现在分词宾格)、ἐκποδὼν ποιησαμένους(不定过去分词宾格)和 μελετήσαντας(不定过去分词宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.2.8-3.2.11