← 亚历山太的革利免

杂记

§3.2.5-3.2.7

卡波克拉底派妇女共有论与埃庇法尼

克莱门特记述了卡波克拉底及其子埃庇法尼关于妇女共有的主张,叙述了埃庇法尼的生平及其在凯法利尼亚死后被神化的崇拜,并援引其《论正义》中关于万物平等与自然共有的学说加以驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.5

Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος ἐρρύη βλασφημία. Ἐπιφάνης οὗτος, οὗ καὶ τὰ συγγράμματα κομίζεται, υἱὸς ἦν Καρποκράτους καὶ μητρὸς Ἀλεξανδρείας τοὔνομα, τὰ μὲν πρὸς πατρὸς Ἀλεξανδρεύς, ἀπὸ δὲ μητρὸς Κεφαλληνεύς, ἔζησε δὲ τὰ πάντα ἔτη ἑπτακαίδεκα, καὶ θεὸς ἐν Σάμῃ τῆς Κεφαλληνίας τετίμηται, ἔνθα αὐτῷ ἱερὸν ῥυτῶν λίθων, βωμοί, τεμένη, μουσεῖον ᾠκοδόμηταί τε καὶ καθιέρωται, καὶ συνιόντες εἰς τὸ ἱερὸν οἱ Κεφαλλῆνες κατὰ νουμηνίαν γενέθλιον ἀποθέωσιν θύουσιν Ἐπιφάνει,1 σπένδουσί τε καὶ εὐωχοῦνται καὶ ὕμνοι ᾄδονται. ἐπαιδεύθη μὲν οὖν παρὰ τῷ πατρὶ τήν τε ἐγκύκλιον παιδείαν καὶ τὰ Πλάτωνος, καθηγήσατο δὲ τῆς μοναδικῆς γνώσεως, ἀφ’ οὗ καὶ ἡ τῶν Καρποκρατιανῶν αἵρεσις.

另一方面,那些源自卡波克拉底和埃庇法尼的人主张妇女应当共有;针对那圣名的最大亵渎正是从他们那里流出的。这位埃庇法尼——其著作也流传至今——是卡波克拉底与一位名叫亚历山大的母亲之子,按父系而言是亚历山大人,按母系则是凯法利尼亚人,他一生总共只活了十七岁,却在凯法利尼亚的萨梅被尊奉为神。在那里,人们为他建造并奉献了一座用琢石砌成的神殿、祭坛、圣所和学堂;凯法利尼亚人在每个新月齐聚神殿,为埃庇法尼献上庆生神化的祭祀,奠酒、设宴,并咏唱颂歌。他在父亲身边受过百科全书式的通识教育和柏拉图学说的熏陶,是一者真知(诺斯底主义的一者知识)的领袖,卡波克拉底派异端也是由他而起。

§3.2.6

λέγει τοίνυν οὗτος ἐν τῷ Περὶ δικαιοσύνης τὴν δικαιοσύνην τοῦ θεοῦ κοινωνίαν τινὰ εἶναι μετ’ ἰσότητος. ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας ἡ νὺξ ἐπ’ ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τόν τε τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον ὁ θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς ἅπασι τοῖς βλέπειν δυναμένοις, οἳ δὲ κοινῇ πάντες βλέπουσιν, ἐπεὶ μὴ διακρίνει πλούσιον ἢ πένητα, δῆμον ἢ ἄρχοντα, ἄφρονάς τε καὶ φρονοῦντας, θηλείας ἄρσενας, ἐλευθέρους δούλους. ἀλλ’ οὐδὲ τῶν ἀλόγων παρὰ τοῦτο ποιεῖ τι, πᾶσι δὲ ἐπ’ ἴσης τοῖς ζῴοις κοινὸν αὐτὸν ἐκχέας ἄνωθεν ἀγαθοῖς τε καὶ φαύλοις τὴν δικαιοσύνην ἐμπεδοῖ μηδενὸς δυναμένου πλεῖον ἔχειν μηδὲ ἀφαιρεῖσθαι τὸν πλησίον, ἵν’ αὐτὸς κἀκείνου τὸ φῶς διπλασιάσας ἔχῃ. ἥλιος κοινὰς τροφὰς ζῴοις ἅπασιν ἀνατέλλει, δικαιοσύνης τῆς κοινῆς ἅπασιν ἐπ’ ἴσης δοθείσης, καὶ εἰς τὰ τοιαῦτα βοῶν γένος ὁμοίως γίνεται ὡς αἱ βόες καὶ συῶν ὡς οἱ σύες καὶ προβάτων ὡς τὰ πρόβατα καὶ τὰ λοιπὰ πάντα· δικαιοσύνη γὰρ ἐν αὐτοῖς ἀναφαίνεται ἡ κοινότης. ἔπειτα κατὰ κοινότητα πάντα ὁμοίως κατὰ γένος σπείρεται, τροφή τε κοινὴ χαμαὶ νεμομένοις ἀνεῖται πᾶσι τοῖς κτήνεσι καὶ πᾶσιν ἐπ’ ἴσης, οὐδενὶ νόμῳ κρατουμένη, τῇ δὲ παρὰ τοῦ διδόντος καὶ κελεύσαντος χορηγίᾳ συμφώνως ἅπασι παροῦσα.

因此,他在《论正义》中说,上帝的正义乃是一种伴随平等的共有关系。“事实上,四面八方均等展开的诸天环绕着整个大地,黑夜均等地展示出所有的星辰;而作为白昼的原因和光之父的太阳,上帝也是从上头均等地倾注于全地上一切能看见的人;他们全都在共同中观看,因为〔上帝〕并不区分富人与穷人、民众与统治者、愚妄人与明智人、女人与男人、自由人与奴隶。不仅如此,对待无理性的动物也是一视同仁,绝无不同,反倒将太阳从上头均等地倾注于所有走兽,普及善类与恶类,从而确立了正义,因为没有任何人能够占有更多,或者剥夺邻舍,好叫自己因多得邻舍的光而拥有双倍之光。太阳为一切动物生出共有的食物,共同的正义均等地赐予了一切存在;在这些事上,牛的族类如同牛一样生成,猪的族类如同猪,绵羊的族类如同绵羊,其他一切亦是如此。因为在它们身上,共有性显现为正义。其次,按照共有性,万物同样按其种类播种,共有的食物在大地上向所有吃草的牲畜均等地开放,不受任何法律辖制,而是按照施予者与命令者的供给,和谐地临到一切。

§3.2.7

ἀλλ’ οὐδὲ τὰ τῆς γενέσεως νόμον ἔχει γεγραμμένον (μετεγράφη γὰρ ἄν), σπείρουσι δὲ καὶ γεννῶσιν ἐπ’ ἴσης, κοινωνίαν ὑπὸ δικαιοσύνης ἔμφυτον ἔχοντες. κοινῇ πᾶσιν ἐπ’ ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ὁ ποιητής τε καὶ πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρ’ αὐτοῦ παρέσχεν, οὐ διακρίνας θήλειαν ἄρρενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδέν, ἰσότητι δὲ καὶ κοινότητι μερίσας τὸ βλέπειν ὁμοίως ἑνὶ κελεύσματι πᾶσι κεχάρισται. οἱ νόμοι δέ, φησίν, ἀνθρώπων ἀμαθίαν κολάζειν μὴ δυνάμενοι παρανομεῖν ἐδίδαξαν· ἡ γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγει, μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν,2 λέγοντος διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων· τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς καινότητα καρπουμένων3 μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον· κοινῇ γὰρ ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἳ μήτε στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς. ἡ δὲ κοινωνία παρανομηθεῖσα καὶ τὰ τῆς ἰσότητος ἐγέννησε θρεμμάτων καὶ καρπῶν κλέπτην.

不仅如此,生殖之事也没有成文法(若有,早已被改写变更了),它们凭着源于正义的生来共有关系,均等地播种和生育。万物的造物主与父亲凭着出于祂的正义制定了法则,将看视的眼睛共同且均等地赐给一切,不分男女,不分理性与无理性,绝不在任何事物之间加以区分;而是在平等与共有中分赐看视的能力,借着同一道命令同样恩赐了万物。然而法律,”他说,“由于无力惩治人类的愚昧,反倒教导人们违法;因为法律的个别私有性割裂并蚕食了神圣律法的共有关系” ——他没有领会使徒的话,使徒曾说:“因律法我就知道了罪” —— “而‘我的’与‘你的’之分,”他说,“正是通过法律潜入的,因为人们不再为了共有而享用土地和财产,甚至连婚姻也是如此。因为上帝为一切共同造了葡萄藤,它既不拒绝麻雀,也不拒绝盗贼;谷物与其他果实亦是如此。然而,共有关系和平等秩序遭到破坏蹂躏,反倒生出了窃取牲畜与果实的盗贼。”

语法注3 条
  1. 3.2.5γενέθλιον ἀποθέωσιν θύουσιν Ἐπιφάνει

    ἀποθέωσιν 与动词 θύουσιν(献祭、献上)构成内在宾格(同源宾格用法),整体意为“向埃庇法尼献上庆祝诞辰的神化祭祀”。γενέθλιον 为修饰 ἀποθέωσιν 的形容词,意为“生日的、纪念诞辰的”。

  2. 3.2.7μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν

    主格分词 συνιείς(“未能领会”)是作者克莱门特在引述埃庇法尼的话语之中插入的批判性评论。它在语法上指向被引述的埃庇法尼,并以此将使徒保罗的话(《罗马书》7:7)与埃庇法尼的反律法主张进行鲜明对照。

  3. 3.2.7μηκέτι εἰς καινότητα καρπουμένων

    属格分词 καρπουμένων 构成了一个逻辑主语(即“人们”)被省略的属格独立结构。手稿中的 καινότητα(“新颖”)在语境中多被校订者纠正为 κοινότητα(“共有、共同”);在句法上,前置词 εἰς 引出目的或结果,意为“因为(人们)不再为了共有而享用……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.2.5-3.2.7