- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.1.1-3.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免引用了瓦伦廷派与巴西里德派(包括伊西多罗)关于婚姻、独身及对治欲火的言论,指出后继巴西里德派分子的放荡行径违背了其祖师的教导,并阐明了正统教会关于节制、一夫一妇制以及再婚的立场。
Οἱ μὲν οὖν ἀμφὶ τὸν Οὐαλεντῖνον ἄνωθεν ἐκ τῶν θείων προβολῶν τὰς συζυγίας καταγαγόντες εὐαρεστοῦνται γάμῳ, οἱ δὲ ἀπὸ Βασιλείδου πυθομένων φασὶ ἀποστόλων μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν ἀποκρίνασθαι λέγουσι τὸν κύριον·1 οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον· εἰσὶ γὰρ εὐνοῦχοι, οἳ μὲν ἐκ γενετῆς, οἳ δὲ ἐξ ἀνάγκης. ἐξηγοῦνται δὲ τὸ ῥητὸν ὧδέ πως· φυσικήν τινες ἔχουσι πρός γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσικῇ ταύτῃ συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες. οὗτοι, φασίν, εἰσὶν οἱ ἐκ γενετῆς εὐνοῦχοι· οἱ δὲ ἐξ ἀνάγκης, ἐκεῖνοι οἱ θεατρικοὶ ἀσκηταί, οἵτινες διὰ τὴν ἀνθολκὴν τῆς εὐδοξίας κρατοῦσιν ἑαυτῶν, οἱ δὲ ἐκτετμημένοι κατὰ συμφορὰν εὐνοῦχοι γεγόνασι κατὰ ἀνάγκην. οἱ τοίνυν κατὰ ἀνάγκην οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς αἰωνίου βασιλείας εὐνουχίσαντες ἑαυτοὺς διὰ τά ἐκ τοῦ γάμου, φασί, συμβαίνοντα τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσι, τὴν περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες.
瓦伦廷派的人从上界的属神发射物中引出婚姻的结合,因而赞同婚姻;而巴西里德派的人则声称,当使徒们询问不结婚是否更好时,主回答说:“并非所有人都能领受这句话;因为有阉人,有些人生来如此,有些则是出于被迫。”他们对这句经文的解释大略如下: 有些人从出生起就对女人有一种本能的厌恶,这些人顺应这种本性体质,不结婚是做得对的。他们声称,这些人就是生来的阉人。而那些出于被迫的阉人,则是那些为了争夺名誉而克制自己的戏剧化苦修者;至于因意外被阉割的人,也是出于被迫而成为阉人的。因此,出于被迫的人并不是依照理性而成为阉人的。而那些为了永远国度自阉的人,他们说,是因婚姻所带来的后果而采取这种思虑,害怕为谋生而奔波劳碌。
καὶ τὸ ἄμεινον γαμῆσαι ἢ πυροῦσθαι μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου λέγειν τὸν ἀπόστολον,2 νυκτὸς καὶ ἡμέρας ἀντέχων καὶ φοβούμενος μὴ τῆς ἐγκρατείας ἀποτίσῃς· πρὸς γὰρ τὸ ἀντέχειν γενομένη ψυχὴ μερίζεται τῆς ἐλπίδος. ἀντέχου τοίνυν, φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς, μαχίμης γυναικός,3 ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δὲ ἡ εὐχαριστία σου, φησίν, εἰς αἴτησιν ὑποπέσῃ καὶ αἰτῇς τὸ λοιπὸν οὐ κατορθῶσαι, ἀλλὰ μὴ σφαλῆναι, γάμησον. ἀλλὰ νέος τίς ἐστιν ἢ πένης ἤ κατωφερὴς καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω· λεγέτω ὅτι εἰσελήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν· ἐὰν δὲ ὑπόνοιαν ἔχῃ, εἰπάτω· ἀδελφέ, ἐπίθες μοι τὴν χεῖρα, ἵνα μὴ ἁμαρτήσω· καὶ λήψεται βοήθειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται.
他们又认为,使徒说“与其欲火攻心,倒不如嫁娶为妙”,意思是指:“切莫把你的灵魂抛入火中,昼夜忍熬而又害怕失去节制;因为致力于忍熬的灵魂是与指望隔绝的。” “因此,”伊西多罗在《伦理学》中按字面说,“你要抵挡(忍受)好争吵的妇人,免得你与上帝的恩典隔绝;在通过射精排泄了欲火之后,要怀着无愧的良心祈祷。然而,”他说,“当你的感恩祈祷降为乞求,你今后所求的不再是成就美德,而仅仅是不跌倒时,你就当结婚。但如果有人年轻、贫困或放荡,却不愿依理性结婚,这个人切不可离开弟兄;他当说:‘我已进入圣所,不会遭受任何伤害。’若他心中起疑,就当说:‘弟兄,请按手在我身上,免得我犯罪;’这样他必获得属理智与属感官的双重帮助。只要他立志成全美善,就必能得着。
ἐνίοτε δὲ τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται ἐπὶ τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ· ἡ δὲ ἀνθρωπότης ἔχει τινὰ ἀναγκαῖα καὶ φυσικά, ἄλλα δὲ φυσικὰ μόνα. ἔχει τὸ περιβάλλεσθαι ἀναγκαῖον καὶ φυσικόν. φυσικὸν δὲ τὸ τῶν ἀφροδισίων, οὐκ ἀναγκαῖον δέ. Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει,4 κἂν νὺν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων. μὴ τοίνυν ὑποδυόμενοι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τῶν ἐν ἔθνεσιν ἀκρατεστάτων ἀκολαστότερον βιοῦντες βλασφημίαν τῷ ὀνόματι προστριβέσθωσαν· οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, ἕως ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
有时我们嘴里说‘我们不想犯罪’,心思却专注于犯罪。这样的人因害怕刑罚归于自己,出于恐惧而不去行他所想行的。然而人性之中有些事物是必需且自然的,另有些事物则仅仅是自然的。穿衣是必需且自然的;但男女交合是自然的,却非必需。” 我引用这些言论,是为了斥责那些生活不端的巴西里德派分子,他们仿佛因其完美而有权犯罪,或者仿佛因其天生的选民身份,即使现在犯罪也必定在本质上得救;然而即使是他们教义的鼻祖,也绝不容许他们做出这等事来。因此,他们绝不可披戴基督之名,却活得比异教徒中最不节制的人更加放荡,从而给这圣名招致亵渎;“因为这样的人是假使徒,是行事诡诈的工人……他们的结局必然照着他们的行为。”
ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν. οὐ μόνον γὰρ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ περὶ τὰ ἄλλα, ἃ ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, ἡ ἐγκράτεια ἀναστρέφεται. ἔστι δὲ καὶ περὶ τὴν γλῶσσαν καὶ περὶ τὴν κτῆσιν καὶ περὶ τὴν χρῆσιν καὶ περὶ τὴν ἐπιθυμίαν ἐγκράτεια. οὐ διδάσκει δ’ αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεία χάρις. τίνα οὖν τοῖς ἡμετέροις δοκεῖ περὶ τοῦ προκειμένου, λεκτέον· ἡμεῖς εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν δεῖν λέγοντες καὶ ἀλλήλων τὰ βάρη βαστάζειν, μή ποτέ τις δοκῶν καλῶς ἑστάναι καὶ αὐτὸς πέσῃ. περὶ δὲ τοῦ δευτέρου γάμου εἰ πυροῖ φησὶν ὁ ἀπόστολος, γάμησον.
因此,节制是按照向着上帝的宣认而对肉体的轻看。因为节制不仅涉及男女之事,而且涉及灵魂不满足于必需品而产生恶念的所有其他事物。对于言语、对于获致、对于享用、对于欲望,都有节制。它不仅教导我们自制,更作为一种力量与属神的恩典,将自制赐予我们。那么,关于摆在面前的论题,必须说明我们这一方的看法:我们一方面赞美独身(阉人状态)以及那些被上帝赐予此恩赐的人,另一方面也钦佩一夫一妇制以及维系单一度婚姻的庄重,主张应当同甘共苦,“彼此担当重担,免得自以为站立得稳的人自己也跌倒了。”关于再婚,使徒则说:“若欲火焚身,你就结婚。”
- 3.1.1πυθομένων φασὶ ἀποστόλων μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν ἀποκρίνασθαι λέγουσι τὸν κύριον
πυθομένων ... ἀποστόλων 为属格独立结构,支配间接疑问句 μή ποτε ἄμεινόν ἐστι τὸ μὴ γαμεῖν(“不结婚是否更好”)。主句由谓语 λέγουσι(“他们说”)带宾格加不定式结构 ἀποκρίνασθαι τὸν κύριον(“主回答说”),插入的 φασὶ 进一步强化了引述的语气。
- 3.1.2καὶ τὸ ἄμεινον γαμῆσαι ἢ πυροῦσθαι μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου λέγειν τὸν ἀπόστολον
由中性定冠词 τὸ 引出的引用句 ἄμεινον γαμῆσαι ἢ πυροῦσθαι(“与其欲火攻心,倒不如嫁娶为妙”)作为宾格引用成分,作 λέγειν τὸν ἀπόστολον(“[他们认为]使徒的意思是说……”)的解说对象。随后的 μὴ εἰς πῦρ ἐμβάλῃς ... 则是巴西里德派对保罗原话所作的意译与阐释。
- 3.1.2ἀντέχου τοίνυν ... μαχίμης γυναικός
中间态动词 ἀντέχομαι 支配属格,通常意为“执守、附着于”,亦可表示“忍耐、抵挡”。此处化用了《箴言》21:19等处的“好争吵的妇人”(γυνὴ μάχιμος),宜理解为“抵挡(或忍受)好争吵的妇人”。
- 3.1.3ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει
由 ὡς 引出的分词结构(属格分词 ἐχόντων 与 σωθησομένων 与前文的 τῶν ... Βασιλειδιανῶν 一致),表达主观认定或自恃的借口(“仿佛……”)。连词 ἤτοι ... ἢ ... 并列了两个托词:因完美而有权犯罪,或因天然的本性必得救。
