← 亚历山太的革利免

杂记

§3.18.105-3.18.107

驳斥极端禁欲与放荡及论合宜的婚姻节制

作者驳斥了走极端的禁欲派与放纵情欲的放荡者对圣经的曲解,援引使徒与主的话语论证:真正的信仰生活既非顺从肉体的情欲,亦非将婚姻视同淫乱,而是在于合宜的节制与履行正当的婚姻责任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18.105

Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἵ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι1 τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετ’ εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκότας· κτιστὸς γὰρ ὁ κόσμος, κτιστὴ καὶ ἡ εὐνουχία, ἄμφω δὲ εὐχαριστούντων2 ἐν οἷς ἐτάχθησαν, εἰ γινώσκουσι καὶ ἐφ’ οἷς ἐτάχθησαν. οἳ δὲ ἀφηνιάσαντες ἐξύβρισαν, ἵπποι θηλυμανεῖς τῷ ὄντι γενόμενοι καὶ ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντες, αὐτοί τε ἀκατασχέτως ἐκχεόμενοι καὶ τοὺς πλησίον ἀναπείθοντες φιληδονεῖν, ἀθλίως ἐπαΐοντες ἐκείνων τῶν γραφῶν, τὸν σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.

因此,救主之经纶的公义与和谐本是庄严而稳固的,然而正如我们所指出的,某些人却怀着完全的不虔亵渎地理解节制,从而将其极端夸大;尽管他们本可以依照健全的规则怀着虔敬选择独身,为所赐的恩典感恩,而不至于仇恨受造界,亦不至于藐视那些已婚之人。因为世界是受造的,独身亦是受造的,双方若明白自己被派定为何目的,就当在各自所处的境地中感恩。然而另一等人却脱缰放纵,公然作恶,当真沦为发情的公马,向邻舍的妻子嘶鸣,他们自己既放荡无度,又诱劝邻人好乐,可怜地曲解了那些经文:“你与我们大家同得一份,我们大家共用一个囊袋,共享一个荷包。”

§3.18.106

διὰ τούτους ὁ αὐτὸς προφήτης συμβουλεύων ἡμῖν λέγει· μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν, ἔκκλινον τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, τουτέστι τῆς ἀκαθαρσίας ἀντιποιούμενοι καὶ τοὺς πλησίον τὰ ὅμοια ἐκδιδάσκοντες, πολεμισταί, πλῆκται ταῖς οὐραῖς αὐτῶν, κατὰ τὸν προφήτην, ἃς κέρκους Ἕλληνες καλοῦσιν. εἶεν δ’ ἂν οὓς αἰνίσσεται ἡ προφητεία, καταφερεῖς, ἀκρατεῖς, οἱ ταῖς οὐραῖς αὐτῶν πολεμισταί, σκότους καὶ ὀργῆς τέκνα, μιαιφόνοι αὐτῶν τε αὐθένται καὶ τῶν πλησίον ἀνδροφόνοι. ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, ὁ ἀπόστολος ἡμῖν ἐμβοᾷ. καὶ πάλιν ἀσχάλλων ἐπὶ τοιούτοις τισὶ διατάττεται μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, λέγει, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ὡς ἔζων κατὰ τὰς ἐπιθυμίας, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς διὰ τῆς τῶν ἐντολῶν ὑπακοῆς ἁγνῶς καὶ μακαρίως· ὥστε τότε μὲν ἔζων ἐν σαρκὶ σαρκικῶς, ὃ δὲ νῦν ζῶ ἐν σαρκί,3 ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ.

因着这些人的缘故,同一位先知劝勉我们道:“不要与他们同行一路,当禁止你的脚走他们的路径;因为向有翼之物张设网罗,并非不义;因为他们流人血有份,是为自己积蓄祸患”,这便是说,他们贪恋污秽,并将同样的恶行教导邻人,正如先知所言,“勇士,用尾巴击打人”,即希腊人称为“刻耳科斯”的尾巴。预言所隐指的,正是那些放纵、无节制之人,那些以尾巴作战之人,乃是黑暗之子与“可怒之子”,既是戕害自身的凶手,又是杀害邻舍的恶人。 “当把旧酵除尽,好使你们成为新团”,使徒向我们大声呼喊。他又因愤慨于这类人而吩咐说:“若有称为弟兄的是行淫乱的,或贪婪的,或拜偶像的,或辱骂的,或醉酒的,或勒索的,这样的人不可与他相交,就是与他吃饭都不可。” 他说:“因为我因律法向律法死了,叫我可以向神活着。我已经与基督同钉十字架;现在活着的不再是我”——不再像我从前顺从情欲那样活着——“乃是基督在我里面活着”,借着顺服诫命而圣洁福乐地活着;从而,我那时固然在肉身中属肉体地活着,“但我如今在肉身活着,是因信神的儿子而活”。

§3.18.107

εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, τῆς ἐναντίας πολιτείας ἀποτρέπων ἡμᾶς ὁ κύριος λέγει, ἐπεὶ ἡ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. καὶ αὗταί εἰσιν αἱ ὁδοὶ πάντων τῶν συντελούντων τὰ ἄνομα. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, φησὶν ὁ κύριος· καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι· κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι· τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ αὐτοὺς βλασφημεῖται. ὅθεν γενναίως ὁ ἀπόστολος ἔγραψα ὑμῖν φησὶν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις ἕως τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι. καὶ ὅτι οὐ τὸν γάμον πορνείαν λέγει, ἐπιφέρει· ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἢ πόρνην τις ἐρεῖ τὴν παρθένον πρὶν ἢ γῆμαι; καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί,

主使我们远离相反的行事为人,说道:“外邦人的路,你们不要走;撒玛利亚人的城,你们不要进”,因为“不法之人的倾覆是邪恶的。凡行不法之事的,其道路都是如此”。 主说:“那人有祸了!他不生出来倒好,强如绊倒我这选民中的一个;把一块磨石套在他颈项上,沉在海里,强如败坏我这选民中的一个”;因为“神的名因他们受了亵渎”。 因此使徒卓越地说道:“我写信给你们说,不可与淫乱的人相交”,直到“身子不是为淫乱,乃是为主,主也是为身子”。为要表明他绝非将婚姻称为淫乱,他接着说:“岂不知与娼妓结合的,便是与她成为一体吗?”难道有人会在童贞女出嫁之前称她为娼妓吗? 他说:“夫妻不可彼此亏负,除非出于合意,暂时分房”,借着“亏负”一词指明婚姻的当尽之分,即繁衍后代,这正如他在前文中所明言的:“丈夫当向妻子尽当尽的本分,妻子向丈夫也要如此”。

语法注3 条
  1. 3.18.105ἐξὸν ἑλέσθαι

    由非人称动词 ἔξεστι 构成的非人称独立宾格(宾格绝对结构),表示让步条件(“尽管本可以选择”)。后文的现在分词 εὐχαριστοῦντα 与 οὐ μισοῦντα 为阳性单数宾格,与不定式 ἑλέσθαι 的逻辑主语(泛指的单数选择者)保持一致。

  2. 3.18.105ἄμφω δὲ εὐχαριστούντων

    εὐχαριστούντων 为主动语态第三人称复数命令式(采用古旧的 -ντων 词尾)。以 ἄμφω(“两者”,指独身者与已婚者)为主语,意为“让两者都献上感谢”。随后的 ἐν οἷς ἐτάχθησαν 中,关系代词 οἷς 受省略的先行词 τούτοις 之与格同化吸引。

  3. 3.18.106ὃ δὲ νῦν ζῶ ἐν σαρκί

    中性关系代词 ὃ 作为动词 ζῶ 的同源宾格/内含宾格(引用加拉太书2:20),在主句 ἐν πίστει ζῶ 前起到名词性作用,意为“我如今在肉身中所活的生命”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.18.105-3.18.107