- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.17.102-3.17.104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了将生殖与肉身视为邪恶的幻影说及异端观点,基于基督降生、教会救赎经纶以及创世记叙事的正确阐释,论证了有节制的婚姻与生殖乃是圣洁的。
Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων1 οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ βούλημα τοῦ θεοῦ καὶ τὸ μυστήριον τῆς κτίσεως, τὴν γένεσιν διαβάλλοντες. διὰ ταῦτα ἡ δόκησις Κασσιανῷ, διὰ ταῦτα καὶ Μαρκίωνι, ναὶ μὴν καὶ Οὐαλεντίνῳ τὸ σῶμα τὸ ψυχικόν, ὅτι φασίν· ὁ ἄνθρωπος παρωμοιώθη τοῖς κτήνεσιν εἰς συνδυασμὸν ἀφικνούμενος· ἀλλ’ ὅταν ἐπιβαίνειν ἀλλοτρίᾳ κοίτῃ ὀργήσας ὡς ἀληθῶς θελήσῃ, τότε τῷ ὄντι ὁ τοιοῦτος ἐκθηριοῦται· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζεν. κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων,2 ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.
然而,若生殖是邪恶的,且让那些亵渎者说:那分有了生殖的主乃是在邪恶之中,那生下祂的童贞女亦是在邪恶之中。哀哉,何其险恶!他们诽谤生殖,亵渎了神的旨意与受造界的奥秘。正是因此,卡西基安产生了幻影说,马吉安亦是如此,甚至瓦伦廷亦主张那是魂性的肉身;因为他们声称:“人在达成交合时便同于畜类”。然而,唯有当人欲火中烧、真正企图染指他人的榻席时,这样的人才真正堕落为禽兽:“他们成了发情的公马,各人向邻舍的妻子嘶鸣。” 即便正如某些人所主张的,蛇是从无理性的动物那里学来了同居的习性,并诱骗亚当赞同与夏娃交媾,仿佛最初受造之人本不具有此种天性一般,受造界仍旧再次遭到亵渎,因它被说成造出比无理性禽兽更为软弱的人类,以致神最初所造的人竟随从了那些禽兽。
εἰ δὲ ἡ μὲν φύσις ἦγεν αὐτοὺς ὡς καὶ τὰ ἄλογα πρὸς παιδοποιίαν, ἐκινήθησαν δὲ θᾶττον ἢ προσῆκον ἦν ἔτι νέοι πεφυκότες ἀπάτῃ παραχθέντες, δικαία μὲν ἡ κρίσις τοῦ θεοῦ ἐπὶ τοὺς οὐκ ἀναμείναντας τὸ βούλημα, ἁγία δὲ ἡ γένεσις δἰ ἣν ὁ κόσμος συνέστηκεν, δἰ ἣν αἱ οὐσίαι, δἰ ἣν αἱ φύσεις, δἰ ἣν ἄγγελοι, δἰ ἣν δυνάμεις, δἰ ἣν ψυχαί, δἰ ἣν ἐντολαί, δἰ ἣν νόμος, δἰ ἣν τὸ εὐαγγέλιον, δἰ ἣν ἡ γνῶσις τοῦ θεοῦ· καὶ πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ ὁ μὲν χόρτος ξηραίνεται, τὸ δὲ ἄνθος καταπίπτει· ἀλλὰ τὸ ῥῆμα τοῦ κυρίου μένει, τὸ χρῖσαν τὴν ψυχὴν καὶ ἑνῶσαν τῷ πνεύματι. πῶς δ’ ἂν ἄνευ τοῦ σώματος ἡ κατὰ τὴν ἐκκλησίαν καθ’ ἡμᾶς οἰκονομία τέλος ἐλάμβανεν; ὅπου γε καὶ αὐτὸς ἡ κεφαλὴ τῆς ἐκκλησίας ἐν σαρκὶ μέν, ἀειδὴς δὲ ἐλήλυθεν καὶ ἄμορφος, εἰς τὸ ἀειδὲς καὶ ἀσώματον τῆς θείας αἰτίας ἀποβλέπειν ἡμᾶς διδάσκων. δένδρον γὰρ ζωῆς, φησὶν ὁ προφήτης, ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται, διδάσκων ἐπιθυμίας ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ.
反之,若是自然如同引领无理性动物一般引领他们去繁衍后代,而他们天生尚属幼嫩,因受欺骗诱惑而在合宜的时刻之前遽然妄动,那么神对未能等待其旨意者的审判固然公义,然而生殖本身却是圣洁的——世界因之建立,实体、自然、天使、权能、灵魂、诫命、律法、福音以及对神的认识皆因之而存。“凡有血气的尽都如草,人的一切荣耀都如草上的花;草必枯干,花必凋残,唯有主的话存留” ——这道膏抹了灵魂,并使之与圣灵联合。况且,若没有身体,我们中间关于教会的经纶又何以得遂?因为连教会的元首自己亦是在肉身中降临,毫无形相与威仪,以此教导我们去瞻仰神圣因由之无形与非物质。“因为生命树,”先知说道,“乃是从良善的心愿而生”,这教导我们,那在活着的主里的心愿才是高尚而纯洁的。
ἤδη δὲ ἐθέλουσι τὴν ἀνδρὸς κατὰ γάμον πρὸς γυναῖκα ὁμιλίαν γνῶσιν εἰρημένην ἁμαρτίαν εἶναι· ταύτην γὰρ ὑπὸ τῆς βρώσεως μηνύεσθαι τοῦ ξύλου τοῦ καλοῦ καὶ πονηροῦ, διὰ τῆς τοῦ ἔγνω σημασίας παράβασιν ἐντολῆς διδάσκουσαν. εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσίς ἐστι τοῦ ξύλου τῆς ζωῆς. ἔστιν οὖν κἀκείνου τοῦ ξύλου μεταλαβεῖν τὸν σώφρονα γάμον· προείρηται δὲ ἡμῖν ὡς καὶ καλῶς καὶ κακῶς ἔστι χρήσασθαι τῷ γάμῳ, καὶ τοῦτ’ ἔστι τὸ ξύλον τῆς γνώσεως, ἐὰν μὴ παρανομῶμεν τὸν γάμον. τί δέ; οὐχὶ ὁ σωτὴρ ὥσπερ τὴν ψυχήν, οὕτω δὲ καὶ τὸ σῶμα ἰᾶτο τῶν παθῶν; οὐκ ἂν δὲ εἰ ἐχθρὰ ἡ σὰρξ ἦν τῆς ψυχῆς, ἐπετείχιζεν αὐτῇ τὴν ἐχθρὰν δἰ ὑγείας ἐπισκευάζων.3 τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, ἡ γὰρ ἁμαρτία φθορὰ οὖσα οὐ δύναται κοινωνίαν ἔχειν μετὰ τῆς ἀφθαρσίας, ἥτις ἐστὶ δικαιοσύνη. οὕτως ἀνόητοι, φησίν, ἐστέ; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖτε;
如今,他们甚至企图将婚姻中丈夫与妻子那被称为“认识”的同房指为罪;因为他们声称,此即吃善恶树的果子所预表之事,借着“认识”一词的含义来教导对诫命的违背。若是如此,那么对真理的认识亦是吃生命之树。因此,节制的婚姻亦能领受那树;我们此前已曾说过,婚姻既可善用亦可恶用,若我们不使婚姻沦于非法,这便是知识之树。那么又如何呢?救主医治肉身脱离疾患,岂不正如祂医治灵魂一样吗?若肉身果真是灵魂的仇敌,祂必不会借着赐予健康来修缮仇敌,从而在灵魂对面筑起敌对的堡垒。 “弟兄们,我告诉你们,血肉之体不能承受神的国,必朽坏的也不能承受不朽坏的”;因为罪既是朽坏,便不能与那身为公义的不朽坏相交。“你们是这样无知吗?”他说,“你们既靠圣灵入门,如今还靠肉身成全吗?”
- 3.17.102ἐν κακῷ λεγόντων
动词 λεγόντων 为现在主动命令式第三人称复数(古式 -ντων 词尾),在此用作让步或带有挑衅意味的命令(“且让他们说吧”),意在迫使论敌面对其主张所导致的荒谬后果。介词短语 ἐν κακῷ 充当表语,表示“处在邪恶之中”,用以修饰宾语(主与童贞女)。
- 3.17.102ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων
连词 ὡς ἄν 引导由完成时分词 κεχρημένων 与名词 τῶν πρωτοπλάστων 构成的属格独立结构,用来引述论敌的主观假定(“仿佛最初受造之人本不具有此种天性一样”)。
- 3.17.104οὐκ ἂν δὲ εἰ ἐχθρὰ ἡ σὰρξ ἦν τῆς ψυχῆς, ἐπετείχιζεν αὐτῇ τὴν ἐχθρὰν δἰ ὑγείας ἐπισκευάζων
表与事实相反的虚拟条件句(条件从句用 εἰ + 未完成过去时 ἦν,主句用 ἄν + 未完成过去时 ἐπετείχιζεν)。动词 ἐπιτειχίζω 为军事比喻(“修筑堡垒以威胁/对立”),带与格 αὐτῇ(针对灵魂)和宾语 τὴν ἐχθράν(仇敌肉身)。分词短语 δἰ ὑγείας ἐπισκευάζων 表手段,修饰主句谓语(“借着恢复健康来修缮”)。
