← 亚历山太的革利免

杂记

§3.16.100-3.16.101

驳斥出生即邪恶之说与克制肉体的属灵胜利

克莱门特驳斥了异端借助耶利米和约伯等人的经文将生育本身视为邪恶的主张,论证人应当克制初生冲动、节制并顺服肉身,从而在属灵争战中克敌制胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16.100

Ἐπικατάρατος δὲ ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην, καὶ μὴ ἔστω ἐπευκτέα ὁ Ἱερεμίας φησίν, οὐ τὴν γένεσιν ἁπλῶς ἐπικατάρατον λέγων, ἀλλ’ ἀποδυσπετῶν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ λαοῦ καὶ τῇ ἀπειθείᾳ· ἐπιφέρει γοῦν· διὰ τί γὰρ ἐγεννήθην τοῦ βλέπειν1 κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου; αὐτίκα πάντες οἱ κηρύσσοντες τὴν ἀλήθειαν διὰ τὴν ἀπείθειαν τῶν ἀκουόντων ἐδιώκοντό τε καὶ ἐκινδύνευον. διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ; Ἔσδρας ὁ προφήτης λέγει. οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, Ἰώβ φησιν, οὐδ’ εἰ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. λεγέτωσαν ἡμῖν ποῦ ἐπόρνευσεν τὸ γεννηθὲν παιδίον, ἢ πῶς ὑπὸ τὴν τοῦ Ἀδὰμ ὑποπέπτωκεν ἀρὰν τὸ μηθὲν ἐνεργῆσαν. ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν2 τὴν γένεσιν εἶναι κακήν, οὐ τὴν τοῦ σώματος μόνην, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς δι’ ἣν καὶ τὸ σῶμα. καὶ ὅταν ὁ Δαβὶδ εἴπῃ ἐν ἁμαρτίαις συνελήφθην καὶ ἐν ἀνομίαις ἐκίσσησέν με ἡ μήτηρ μου, λέγει μὲν προφητικῶς μητέρα τὴν Εὔαν, ἀλλὰ ζώντων Εὔα μήτηρ ἐγένετο, καὶ εἰ ἐν ἁμαρτίᾳ συνελήφθη, ἀλλ’ οὐκ αὐτὸς ἐν ἁμαρτίᾳ οὐδὲ μὴν ἁμαρτία αὐτός.

耶利米说:“我生的那日是有祸的,愿那日不蒙祝福”,他并非简单地称生殖为可咒诅的,而是对百姓的罪恶与悖逆深感痛心;总之,他接着说道:“我为何出胎见劳碌与痛苦,使我的年日在羞耻中耗尽呢?” 实际上,凡传讲真理的人,都因听者的悖逆而遭受迫害并身处险境。 先知以斯拉说:“为何我母亲的子宫未成我的坟墓,使我免见雅各的劳碌与以色列后裔的艰辛呢?” 约伯亦说:“无人能脱离污秽,即便他的生命只有一日。” 且让他们告诉我们,这初生的婴孩在何处行了淫乱,抑或何以这未行一事者竟落入了亚当的咒诅之下。看来,他们所剩的合乎逻辑的结论,便是主张生殖本身是邪恶的——不仅是肉身的生殖,而且是连同肉身所赖以存在的灵魂的生殖亦属邪恶。而当大卫说“我是在罪孽里被孕育的,在不法中我母亲怀孕了我”时,他虽是在预言意义上称夏娃为母亲,然而夏娃乃成了“活人之母”;即便他是在罪中被孕育,但他自身并非在罪中,他自身更非罪恶。

§3.16.101

εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου. οὐ διαβάλλει τὸν εἰπόντα αὐξάνεσθε καὶ πληθύνεσθε, ἀλλὰ τὰς πρώτας ἐκ γενέσεως ὁρμάς, καθ’ ἃς θεὸν οὐ γινώσκομεν, ἀσεβείας λέγει. εἰ δέ τις κατὰ τοῦτο λέγει κακὴν τὴν γένεσιν, καὶ κατ’ ἐκεῖνο εἰπάτω ἀγαθήν, καθὸ ἐν αὐτῇ τὴν ἀλήθειαν γινώσκομεν· ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι, δηλαδὴ οἱ ἁμαρτάνοντες· ἐπειδὴ ἡ πάλη ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικά, δυνατοὶ δὲ ἐκπειράσαι οἱ κοσμοκράτορες τοῦ σκότους, διὰ τοῦτο αἱ συγγνῶμαι. διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτό μου τὸ σῶμα ὑποπιέζω καὶ δουλαγωγῶ φησίν, ὅτι πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται (ἀντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλ’ οἷς ἔκρινεν, ἐγκρατῶς χρώμενος),3 ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἵνα ἄφθαρτον, νικῶντες ἐν τῇ πάλῃ, οὐχὶ δὲ ἀκονιτὶ στεφανούμενοι. ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.4

再者,即便每一个从罪恶回转归向信仰的人,都是从有罪的习俗这一如同母亲的渊源回转归向生命,十二先知之一的言说亦可为我作证,他说:“我岂可因不敬虔而献上长子,为我灵魂的罪献上我腹中的骨肉呢?” 他并非诽谤那位曾说“你们要生养众多”的主,而是将那因生殖而来的初生冲动——即因之而不认识神的冲动——称为“不敬虔”。若有人因此称生殖为恶,那么他也当因人在生殖中得以认识真理而在那一层面上称生殖为善: “你们要合乎义地清醒过来,不要犯罪;因为有人是不认识神的”——显而易见是指那些犯罪的人。 既然“我们并不是与属血气的争战,乃是与属灵气的争战”,且“黑暗的统治者”有极大的试探能力,为此方有体恤与宽容。亦正因此,保罗说道:“我克制自己的身体,叫身服我”,因为“凡参加竞技的,在一切事上都有节制”(意即“在一切事上行节制”,并非戒绝一切,而是节制地使用自己所选定之事),“他们不过是要得能坏的冠冕,我们却是要得不能坏的冠冕”,乃是在争战中得胜,绝非不劳而获而得冠冕。甚至如今已有人在节制方面将寡妇置于处女之上,因为寡妇以崇高的心志蔑视了那自己曾体验过的快感。

语法注4 条
  1. 3.16.100τοῦ βλέπειν

    带属格冠词的不定式(τοῦ + 不定式)在此表示目的。该结构源自七十士译本对希伯来语不定式结构(带介词 לְ-)的直译,意为“为了看见/使我看见”。

  2. 3.16.100ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν

    无人称动词 ἀπολείπεται 支配与格 αὐτοῖς,并由主语不定式短语(ἀκολούθως λέγειν...)承接,意为“对于他们而言,顺理成章地主张……是唯一剩下的路”,以此归谬法揭示对方论点的荒谬推论。

  3. 3.16.101πάντα ἐγκρατεύεται (ἀντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλ’ οἷς ἔκρινεν, ἐγκρατῶς χρώμενος)

    引自哥林多前书9:25中的 πάντα 是表示关系的宾格(“在一切事上”)。克莱门特在括号中将此语法解释为 εἰς πάντα(“在一切事上/就一切事而言”),阐明真正的节制并非绝对弃绝一切(οὐ πάντων ἀπεχόμενος),而是有节制地使用自己所择定的事物(ἐγκρατῶς χρώμενος)。

  4. 3.16.101ἧς πεπείραται ἡδονῆς

    先行词 ἡδονή 被纳入关系从句中,并受动词 πειράομαι 的支配格(属格)吸引而同化为 ἧς ... ἡδονῆς(倒置吸引)。还原语序即为 καταμεγαλοφρονήσασαν τῆς ἡδονῆς ἧς [或 ἣν] πεπείραται,意为“高贵地蔑视了自己曾经历过的快感”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.16.100-3.16.101