← 亚历山太的革利免

杂记

§3.15.96-3.15.99

依保罗书信论婚姻独身之真义与生殖之正当

克莱门特依据保罗书信与《以赛亚书》阐明婚姻与独身(自阉)的真实含义,驳斥了将生养儿女本身视为“咒诅”的异端禁欲主义谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15.96

Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς. οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνῃ διὰ τὴν ἀκρασίαν φησίν, ἀλλὰ τοῖς καὶ πέρα παιδοποιίας προβαίνειν ἐπιθυμοῦσιν, ὡς μὴ πολὺ ἐπιπνεύσας ὁ δἰ ἐναντίας ἐκκυμήνῃ τὴν ὄρεξιν εἰς ἀλλοτρίας ἡδονάς. τάχα δὲ ἐπεὶ τοῖς δικαίως βιοῦσιν ἀνθίσταται διὰ ζῆλον καὶ ἀντιφιλονικεῖ, ὑπάγεσθαι τούτους τῷ ἑαυτοῦ τάγματι βουλόμενος, ἀφορμὰς δἰ ἐγκρατείας ἐπιπόνου παρέχειν τούτοις βούλεται.1

再者,当他说“男人不亲近女人倒好;但为了避免淫乱,男子当各有自己的妻子”时,他又如作解释般地说道:“免得撒旦诱惑你们。” 因为他并非对那些仅为生养子女而节制地使用婚姻的人说“因为自制不住”,而是对那些甚至渴望越过生养子女之界的人说的,免得那敌对者猛烈吹袭,将欲念激荡至异样的快感之中。或许因为他出于嫉妒而阻拦并争抗那些行事合乎义理之人,想要将他们归入自己的队伍,故而企图通过艰辛的节制为他们提供跌倒的由头。

§3.15.97

εἰκότως οὖν φησι· κρεῖττον γαμεῖν ἢ πυροῦσθαι, ὅπως ὁ ἀνὴρ ἀποδιδῷ τῇ γυναικὶ τὴν ὀφειλὴν καὶ ἡ γυνὴ τῷ ἀνδρί, καὶ μὴ ἀποστερῶσιν ἀλλήλους τῆς διὰ τῆς θείας οἰκονομίας εἰς γένεσιν δοθείσης βοηθείας. ὃς δ’ ἂν μὴ μισήσῃ, φασί, πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα, ἐμὸς εἶναι μαθητὴς οὐ δύναται. οὐ τὸ γένος μισεῖν παρακελεύεται· τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου· οἶκος μὲν γὰρ ἐκ γένους συνίσταται, πόλεις δὲ ἐξ οἴκων, καθὼς καὶ ὁ Παῦλος τοὺς περὶ γάμον ἀσχολουμένους κόσμῳ ἀρέσκειν ἔφη. Πάλιν ὁ κύριός φησιν· ὁ γήμας μὴ ἐκβαλλέτω καὶ ὁ μὴ γαμήσας μὴ γαμείτω, ὁ κατὰ πρόθεσιν εὐνουχίας ὁμολογήσας μὴ γῆμαι ἄγαμος διαμενέτω.

因此他理所当然地说道:“与其欲火中烧,倒不如结婚”,以便丈夫对妻子尽其本分,妻子对丈夫亦尽其本分,免得他们彼此剥夺那因神圣的经纶为生殖而赐予的相助。 他们又引用道:“凡不恨自己父母、妻子、儿女的,就不能作我的门徒。” 但他并非命令人憎恨同族骨肉;因为经上说:“当孝敬父母,使你得福”,而是说:切勿被无理性的冲动所卷走,亦切勿与世俗的习俗相勾连;因为家室是由族类构成的,城邦是由家室构成的,正如保罗亦曾说过,那些操心婚姻之事的人乃是“取悦于世俗”。 主又再次说道:“结了婚的不可弃妻,未结婚的不可结婚”;那依照守独身(作阉人)的志向而立约不结婚的,就当保持独身。

§3.15.98

ἀμφοτέροις γοῦν ὁ αὐτὸς κύριος διὰ τοῦ προφήτου Ἡσαΐου τὰς καταλλήλους δίδωσιν ἐπαγγελίας ᾧδέ πως λέγων· μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ξύλον εἰμὶ ξηρόν· τάδε λέγει ὁ κύριος τοῖς εὐνούχοις· ἐὰν φυλάξητε τὰ σάββατά μου καὶ ποιήσητε πάντα ὅσα ἐντέλλομαι, δώσω ὑμῖν τόπον κρείττονα υἱῶν καὶ θυγατέρων· οὐ γὰρ μόνον ἡ εὐνουχία δικαιοῖ οὐδὲ μὴν τὸ τοῦ εὐνούχου σάββατον, ἐὰν μὴ ποιήσῃ τὰς ἐντολάς. τοῖς γαμήσασι δὲ ἐπιφέρει καί φησιν· οἱ ἐκλεκτοί μου οὐ πονέσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ἐστὶν ὑπὸ κυρίου. τῷ γὰρ κατὰ λόγον τεκνοποιησαμένῳ καὶ ἀναθρεψαμένῳ καὶ παιδεύσαντι ἐν κυρίῳ καθάπερ καὶ τῷ διὰ τῆς ἀληθοῦς κατηχήσεως γεννήσαντι κεῖταί τις μισθὸς ὥσπερ καὶ τῷ ἐκλεκτῷ σπέρματι. ἄλλοι δὲ κατάραν τὴν παιδοποιίαν ἐκδέχονται καὶ οὐ συνιᾶσι κατ’ αὐτῶν ἐκείνων λέγουσαν τὴν γραφήν. οἱ γὰρ τῷ ὄντι τοῦ κυρίου ἐκλεκτοὶ οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν2 ὥσπερ αἱ αἱρέσεις.

总之,同一位主通过先知以赛亚向这两者赐予了相应的应许,如此说道:“阉人不可说:‘我是枯树。’主对阉人如此说:‘你们若守我的安息日,行我所吩咐的一切,我必赐给你们比儿女更美的地方。’” 因为并非单凭自阉就能称义,若不行诫命,阉人的安息日亦不能使人称义。而对于结了婚的人,他接着说道:“我的选民必不徒然劳碌,也不生子遭咒诅,因为他们是蒙主赐福的后裔。” 因为对于按合乎理性生养、抚育并在主内训导子女的人,正如同对于借着真实的教理讲授而生出属灵儿女的人一样,存留着某种赏赐,就如同存留给那蒙选的后裔一般。 然而另有些人却将生养子女视为“咒诅”,并未领会圣经所说的正是针对他们这些人。因为真正属于主的选民,绝不会像那些异端一样建立归于咒诅的教义,也不会生养归于咒诅的儿女。

§3.15.99

εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια3 οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλ’ ὁ ἄγονος ἀληθείας. ξύλον οὗτος ξηρὸν ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ φυλάξας τὰ σάββατα κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων. τεκνία, φησίν, ὀλίγον ἔτι μεθ’ ὑμῶν εἰμι, ὁ διδάσκαλος. διὸ καὶ Παῦλος Γαλάταις ἐπιστέλλων φησί· τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. πάλιν τε αὖ Κορινθίοις γράφων ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ λέγει, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. διὰ τοῦτο οὐκ εἰσελεύσεται εὐνοῦχος εἰς ἐκκλησίαν θεοῦ, ὁ ἄγονος καὶ ἄκαρπος καὶ πολιτείᾳ καὶ λόγῳ, ἀλλ’ οἱ μὲν εὐνουχίσαντες ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν μακάριοι οὗτοί εἰσιν οἱ τοῦ κόσμου νηστεύοντες.

由此可见,所谓的“阉人”,既非指肢体受到强行切除之人,亦非指未婚之人,而是指未结出真理之果的人。 此人从前原是“枯树”,但顺从了圣道,并借着弃绝罪恶而“守安息日”,行了诫命之后,必将比那些缺乏正直生活态度、仅凭言词受教导的人更为尊贵。 导师说道:“小孩子们,我与你们同在不过还有不多的时候。”为此保罗在致加拉太人书中亦说:“我的小孩子们,我为你们再受生产之苦,直等到基督在你们里面成形。” 他在致哥林多人书中又写道:“你们在基督里纵有上万的蒙学教师,父亲却不多;因为是我在基督里借着福音生了你们。” 为此,“阉人不可进入神的会”,即指在生活态度与言词上皆不毛且无结果者;然而“为了天国而从一切罪中自阉之人”,这些向世俗禁食之人,乃是有福的。

语法注3 条
  1. 3.15.96ἀφορμὰς δἰ ἐγκρατείας ἐπιπόνου παρέχειν τούτοις βούλεται

    βούλεται 的主语是前文出现的 ὁ δἰ ἐναντίας(“敌对者”,即魔鬼撒旦)。克莱门特在此指出,敌对者企图通过强加严苛痛苦的节制(ἐγκράτεια ἐπίπονος),为义人制造跌倒的机会(ἀφορμάς),从而将他们网罗到自己的阵营中。

  2. 3.15.98οὐ δογματίζουσιν οὐδὲ τεκνοποιοῦσιν τὰ εἰς κατάραν

    τὰ εἰς κατάραν 作为两个动词 δογματίζουσιν 与 τεκνοποιοῦσιν 的共同宾格(“既不建立趋向咒诅的教条,亦不从事趋向咒诅的生育”)。这是克莱门特针对将婚姻与生殖贬斥为咒诅的异端(αἱρέσεις)所作的批判。

  3. 3.15.99ὁ κατηναγκασμένος τὰ μόρια

    τὰ μόρια(肢体/生殖器)是配合被动分词 κατηναγκασμένος(被迫的/残损的)使用的关系宾格(限定宾格)。此处指肉体上遭受阉割的人,克莱门特以此与属灵意义上的“在真理上不毛”相对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.15.96-3.15.99