← 亚历山太的革利免

杂记

§3.14.94-3.14.95

驳生殖即欺骗与心智的得救及天国公民权

卡西安努斯曲解保罗的书信,主张生殖源于欺骗并将肉体视为皮衣;然而,救主降临并非为了拯救人脱离肉身的生成,而是为了拯救因悖逆而败坏的心智,在天之公民权亦在于超越对受造物的执念并存感恩之心生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14.94

Αὐτίκα βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν1 διὰ τούτων· φοβοῦμαι δὲ μή, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν(κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ’ εἰς τοὺς πεπλανημένους τὰ νοήματα,2 εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου3 καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν καιρὸν τοῦ θελήματος.

现成的事例是,他借助以下话语,强令保罗主张生殖是由欺骗构成的: “但我恐怕,正如蛇欺骗了夏娃一样,你们的心思也会偏离对基督的纯真而被败坏。” 然而,诚然人人都承认主是为迷失者而来的;但这迷失者并非指从上界迷失而降临于此地的生殖(因为生殖是受造的,是全能者的造化,全能者绝不会将灵魂从更优之境引向更劣之境),而是说救主乃是临到了那些在心智上迷失的人,即临到了我们身上。正是这心智,因我们对快乐的贪恋,由违背诫命的悖逆而被败坏;这或许是因为那初造者提前抢占了我们的时机,在婚姻的恩典到来之前便心生欲求并犯下过失,因为凡“看见妇女就动淫念的,已经与她犯奸淫了”,未能等待神圣旨意的时机。

§3.14.95

ὁ αὐτὸς οὖν ἦν ὁ κύριος καὶ τότε κρίνων τὴν προλαβοῦσαν τὸν γάμον ἐπιθυμίαν. ὅταν οὖν ὁ ἀπόστολος εἴπῃ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτιζόμενον, ἡμῖν λέγει τοῖς πεπλασμένοις ὑπὸ τῆς τοῦ παντοκράτορος βουλήσεως ὡς πεπλάσμεθα, παλαιὸν δὲ καὶ καινὸν οὐ πρὸς γένεσιν καὶ ἀναγέννησίν φησιν, ἀλλὰ πρὸς τὸν βίον τόν τε ἐν παρακοῇ τόν τε ἐν ὑπακοῇ. χιτῶνας δὲ δερματίνους ἡγεῖται ὁ Κασσιανὸς τὰ σώματα4 περὶ ὧν ὕστερον καὶ τοῦτον καὶ τοὺς ὁμοίως αὐτῷ δογματίζοντας πεπλανημένους ἀποδείξομεν, ὅταν περὶ τῆς ἀνθρώπου γενέσεως τὴν ἐξήγησιν ἑπομένως τοῖς προλεχθῆναι δεομένοις μεταχειριζώμεθα. ἔτι φησίν· οἱ ὑπὸ τῶν γηίνων βασιλευόμενοι καὶ γεννῶσι καὶ γεννῶνται, ›ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα.‹ καλῶς οὖν εἰρῆσθαι καὶ ταῦτα ἴσμεν ἡμεῖς, ἐπεὶ ὡς ξένοι καὶ παρεπιδημοῦντες πολιτεύεσθαι ὀφείλομεν, οἱ γαμοῦντες ὡς μὴ γαμοῦντες, οἱ κτώμενοι ὡς μὴ κτώμενοι, οἱ παιδοποιοῦντες ὡς θνητοὺς γεννῶντες, ὡς καταλείψοντες τὰ κτήματα, ὡς καὶ ἄνευ γυναικὸς βιωσόμενοι ἐὰν δέῃ, οὐ προσπαθῶς τῇ κτίσει χρώμενοι, μετ’ εὐχαριστίας δ’ ἁπάσης καὶ μεγαλοφρονοῦντες.

因此,即使在那时审判那提前抢占婚姻的欲念的,也是同一位主。从而,当使徒说“穿上那照着神被造的新人”时,他是对我们这些按全能者的旨意、照我们被塑造的样子被塑造之人所说的;他所谓的“旧”与“新”,并不是指生殖与再生,而是指在悖逆中的生命与在顺从中的生命。 卡西安努斯还将肉体认作“皮衣”;关于这一点,日后当我们继必须预先论述的事项之后阐发关乎人的生成的解释时,便会证明他以及与他持有相同教条之人都陷入了迷误。他又说: “受地上之物统治的人,既生育也被生育,‘但我们的公民权在天上,并且我们急切等候救主从那里降临。’” 因此我们也深知,这些话同样说得极好;因为我们应当作为“客旅与寄居者”行事为人,娶妻的要像没有娶妻,置产的要像未曾置产,生养儿女的要像生育必死之人,像将要舍弃产业之人,若有必要亦像将过无妻生活之人,不对受造物满怀执念地加以使用,而是满怀一切感恩,并保持高尚的襟怀。

语法注4 条
  1. 3.14.94βιάζεται τὸν Παῦλον ἐκ τῆς ἀπάτης τὴν γένεσιν συνεστάναι λέγειν

    动词 βιάζεται 接宾格 τὸν Παῦλον 与不定式 λέγειν 构成宾格加不定式结构,后者又支配另一层宾格与不定式(τὴν γένεσιν συνεστάναι),意为“强迫/曲解保罗说生殖是由……构成的”。

  2. 3.14.94τοὺς πεπλανημένους τὰ νοήματα

    中性复数 τὰ νοήματα 作被动分词 τοὺς πεπλανημένους 的关系宾格(限制宾格),表示“在心思意念上迷失的人”,并作为随后关系代词 ἃ 的先行词。

  3. 3.14.94προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου

    προλαβόντος ... τοῦ πρωτοπλάστου 构成属格独立结构,随后的分词 ὀρεχθέντος 与 διαμαρτόντος 亦与 τοῦ πρωτοπλάστου 保持性数格一致。代词 ἡμῶν 作修饰 τὸν καιρόν 的所有格属格(“抢先于我们的时机”)。

  4. 3.14.95χιτῶνας δὲ δερματίνους ἡγεῖται ὁ Κασσιανὸς τὰ σώματα

    双宾格结构:主语为 ὁ Κασσιανός,动词为 ἡγεῖται,直接宾语为 τὰ σώματα,前置的 χιτῶνας δερματίνους 作补足语宾格(述语宾格),即“卡西安努斯将肉体视为皮衣”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.14.94-3.14.95