← 亚历山太的革利免

杂记

§3.13.91-3.13.93

驳斥卡西安努斯的极端禁欲论与男女的合一

克莱门特驳斥了卡西安努斯依据《埃及人福音》所主张的极端禁欲论,指出消灭男女之别并非指肉体的残割或否定生殖,而是指克服愤怒与私欲,使灵魂与灵归于合一的寓意解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.91

Τοιούτοις ἐπιχειρεῖ καὶ ὁ τῆς δοκήσεως ἐξάρχων Ἰούλιος Κασσιανός. ἐν γοῦν τῷ Περὶ ἐγκρατείας ἢ περὶ εὐνουχίας κατὰ λέξιν φησίν· καὶ μηδεὶς λεγέτω ὅτι, ἐπειδὴ τοιαῦτα μόρια ἔσχομεν ὡς τὴν μὲν θήλειαν οὕτως ἐσχηματίσθαι, τὸν δὲ ἄρρενα οὕτως, τὴν μὲν πρὸς τὸ δέχεσθαι, τὸν δὲ πρὸς τὸ ἐνσπείρειν, συγκεχώρηται τὸ τῆς ὁμιλίας παρὰ θεοῦ. εἰ γὰρ ἦν παρὰ θεοῦ εἰς ὃν σπεύδομεν ἡ τοιαύτη διασκευή, οὐκ ἂν ἐμακάρισεν τοὺς εὐνούχους, οὐδ’ ἂν ὁ προφήτης εἰρήκει μὴ εἶναι ξύλον ἄκαρπον αὐτούς, μεταλαβὼν ἀπὸ τοῦ δένδρου ἐπὶ τὸν κατὰ προαίρεσιν ἄνθρωπον ἑαυτὸν τῆς τοιαύτης ἐννοίας εὐνουχίζοντα.1

幻影论的首领尤利乌斯·卡西安努斯亦尝试提出此类论点。他在《论自制或论阉割》一书中逐字写道:“任何人都不应说,因为我们拥有这样的肢体,即女性被塑造成这般模样,男性被塑造成那般模样,一方为了接纳,另一方为了播种,因而交合之事是受神准许的。因为若是这种构造出自我们所奔向的神,他就不会称阉人是有福的,先知也不会称他们‘不是枯树’——先知乃是将这一比喻从树木转移到因着自由抉择而将自己从这种念头中阉割出来的人身上。”

§3.13.92

καὶ ἔτι ἐπαγωνιζόμενος τῇ ἀθέῳ δόξῃ ἐπιφέρει· πῶς δὲ οὐκ ἂν καὶ εὐλόγως τις αἰτιῷτο τὸν σωτῆρα, εἰ μετέπλασεν ἡμᾶς καὶ τῆς πλάνης ἀπήλλαξεν καὶ τῆς κοινωνίας τῶν μορίων καὶ προσθεμάτων καὶ αἰδοίων; τὰ παραπλήσια τῷ Τατιανῷ κατὰ τοῦτο δογματίζων. ὁ δ’ ἐκ τῆς Οὐαλεντίνου ἐξεφοίτησε σχολῆς. διὰ τοῦτό τοι ὁ Κασσιανός φησι· πυνθανομένης τῆς Σαλώμης πότε γνωσθήσεται τὰ περὶ ὧν ἤρετο, ἔφη ὁ κύριος· >ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε καὶ ὅταν γένηται τὰ δύο ἕν καὶ τὸ ἄρρεν μετὰ τῆς θηλείας οὔτε ἄρρεν οὔτε θῆλυ.‹ Πρῶτον μὲν οὖν ἐν τοῖς παραδεδομένοις ἡμῖν τέτταρσιν εὐαγγελίοις οὐκ ἔχομεν τὸ ῥητόν, ἀλλ’ ἐν τῷ κατ’ Αἰγυπτίους. ἔπειτα δὲ ἀγνοεῖν μοι δοκεῖ ὅτι θυμὸν μὲν ἄρρενα ὁρμήν, θήλειαν δὲ τὴν ἐπιθυμίαν αἰνίττεται, οἷς ἐνεργήσασι μετάνοια ἕπεται καὶ αἰσχύνη. ὅταν οὖν μήτε τις θυμῷ μήτ’ ἐπιθυμίᾳ χαρισάμενος,2 ἃ δὴ καὶ ἐξ ἔθους καὶ τροφῆς κακῆς αὐξήσαντα ἐπισκιάζει καὶ ἐγκαλύπτει τὸν λογισμόν. ἀλλ’ ἀποδυσάμενος τὴν ἐκ τούτων ἀχλὺν ἐκ μετανοίας καταισχυνθεὶς πνεῦμα καὶ ψυχὴν ἑνώσῃ κατὰ τὴν τοῦ λόγου ὑπακοήν, τότε, ὡς καὶ ὁ Παῦλός φησιν, οὐκ ἔνι ἐν ὑμῖν οὐκ ἄρρεν, οὐ θῆλυ. ἀποστᾶσα γὰρ τοῦδε τοῦ σχήματος, ᾧ διακρίνεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, ψυχὴ μετατίθεται εἰς ἕνωσιν, οὐθέτερον οὖσα. ἡγεῖται δὲ ὁ γενναῖος οὗτος Πλατωνικώτερον θείαν οὖσαν τὴν ψυχὴν ἄνωθεν ἐπιθυμίᾳ θηλυνθεῖσαν δεῦρο ἥκειν3 εἰς γένεσιν καὶ φθοράν.

并且,他还进一步为这不敬的观点争辩,补充道:“如果救主重新塑造了我们,使我们脱离了迷误,脱离了肢体、附加物与私处的交合,那么有谁能不对救主提出合理的非难呢?” 在这点上,他的教义与塔提安十分相似。但他其实出自瓦伦廷的学派。正是为此,卡西安努斯说道:“当撒罗米询问她所问之事何时才得显明时,主说:‘当你们踏碎那羞耻的衣裳,当二者成为一体,男与女同在而既非男亦非女的时候。’”首先,在我们所流传的四福音书中并没有这句话,它见于《埃及人福音》。其次,在我看来,他似乎不知晓主是在隐喻愤怒为男性的冲动,而私欲为女性;一旦这两者发生作用,随后而来的便是悔改与羞耻。因此,当一个人既不迁就愤怒,也不迁就私欲——这二者因习惯和不良养育而滋长,遮蔽并蒙蔽了理性——而是蜕除由它们所生的迷雾,因悔改而自省羞愧,使灵与魂按照对道(逻各斯)的顺从结合为一,那时正如保罗所说,“在你们中间并不分男女”。因为脱离了分别男女的这一形相,灵魂便既非此亦非彼地进入合一之中。然而,这位高贵之人以更为柏拉图式的方式认为,灵魂本源自上界的神圣,却因欲望而女性化,由此降临至此生殖与毁灭之境。

语法注3 条
  1. 3.13.91μεταλαβὼν ἀπὸ τοῦ δένδρου ἐπὶ τὸν κατὰ προαίρεσιν ἄνθρωπον ἑαυτὸν τῆς τοιαύτης ἐννοίας εὐνουχίζοντα

    分词 μεταλαβών 与主语 ὁ προφήτης 一致,意为“(将比喻)从……转移到……”。它表示将意象从字面意义的树木(ἀπὸ τοῦ δένδρου)转移到施行自制的人(ἐπὶ τὸν ... ἄνθρωπον)身上。属格 τῆς τοιαύτης ἐννοίας 是由 εὐνουχίζοντα 支配的分离属格。

  2. 3.13.93ὅταν οὖν μήτε τις θυμῷ μήτ’ ἐπιθυμίᾳ χαρισάμενος

    该句呈现出破格(破式语法,anacoluthon)结构。句子以主格分词短语 μήτε τις ... χαρισάμενος 开头,中间插入了关系从句(ἃ δὴ ... ἐγκαλύπτει τὸν λογισμόν),继而经由形成对比的分词(ἀλλ’ ἀποδυσάμενος ... καταισχυνθείς),最终归结为由 ὅταν 引领的虚拟语气动词 ἑνώσῃ。主句则由 τότε ... οὐκ ἔνι ... 引导。

  3. 3.13.93θείαν οὖσαν τὴν ψυχὴν ἄνωθεν ἐπιθυμίᾳ θηλυνθεῖσαν δεῦρο ἥκειν

    由动词 ἡγεῖται(认为)支配的带对格的不定式结构。逻辑主语是对格 τὴν ψυχήν,由两个分词短语修饰:θείαν οὖσαν ἄνωθεν(自上界而来是神圣的)与 ἐπιθυμίᾳ θηλυνθεῖσαν(因欲望而被女性化),最终落在不定式 ἥκειν(来到)之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.13.91-3.13.93