← 亚历山太的革利免

杂记

§3.12.88-3.12.90

婚姻中对主的专心与对一夫一妇的辩护

克莱门特论证了在婚姻中同样可以存着感谢顾念主的事,并引用使徒的话驳斥了将婚姻等同于淫乱的异端观点,为一夫一妇的婚姻辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.88

οὕτως οὖν ἐπιστραφέντας ἡμᾶς αὖθις ὡς τὰ παιδία γενέσθαι βούλεται, τὸν ὄντως πατέρα ἐπιγνόντας, δι’ ὕδατος ἀναγεννηθέντας, ἄλλης ταύτης οὔσης ἢ τῆς ἐν τῇ κτίσει σπορᾶς.1 ναί, φησίν, ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου· ὁ δὲ γαμήσας πῶς ἀρέσει τῇ γυναικί· τί δέ; οὐκ ἔξεστι καὶ τῇ γυναικὶ κατὰ θεὸν ἀρέσκοντας εὐχαριστεῖν τῷ θεῷ; οὐχὶ δὲ ἐφεῖται καὶ τῷ γεγαμηκότι σὺν καὶ τῇ συζύγῳ μεριμνᾶν τὰ τοῦ κυρίου; ἀλλὰ καθάπερ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, οὕτω καὶ ἡ γεγαμημένη τὰ τοῦ ἀνδρὸς καὶ τὰ τοῦ κυρίου μεριμνᾷ ἐν κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἄμφω γὰρ ἅγιαι ἐν κυρίῳ, ἣ μὲν ὡς γυνή, ἣ δὲ ὡς παρθένος. πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμον ἁρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησί· πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

因此,他愿我们如此回转,再次变得如同小孩子一样,认识真正的父,借由水而得以重生,而这重生是不同于受造物中的播种的。他说:“诚然,没有娶妻的,是挂虑主的事;娶了妻的,是挂虑怎样讨妻子的喜悦。” 然而,这又如何呢?难道按照神的意思讨妻子喜悦的人,就不能同时向神献上感谢吗?难道已婚者就不被允许与配偶一同挂虑主的事吗?相反,正如没有出嫁的女人挂虑主的事,叫她在身体和灵魂上都圣洁一样,已婚的女人也在主里挂虑丈夫的事和主的事,叫她在身体和灵魂上都圣洁;因为两者在主里都是圣洁的,一个作为妻子,另一个作为处女。但为了使那些容易倾向于二婚的人感到羞愧并加以制止,使徒和谐地发出严厉的声音,随即说道:“人所犯的一切罪都在身子以外;唯有行淫的,是得罪自己的身子。”

§3.12.89

εἰ δὲ πορνείαν τὸν γάμον τολμᾷ τις λέγειν, πάλιν ἐπὶ τὸν νόμον καὶ τὸν κύριον ἀνατρέχων βλασφημεῖ. ὡς γὰρ ἡ πλεονεξία πορνεία λέγεται τῇ αὐταρκείᾳ ἐναντιουμένη, καὶ ὡς ἡ εἰδωλολατρεία ἐκ τοῦ ἑνὸς εἰς τοὺς πολλοὺς ἐπινέμησίς ἐστι θεούς, οὕτως ἡ πορνεία ἐκ τοῦ ἑνὸς γάμου εἰς τοὺς πολλούς ἐστιν ἔκπτωσις· τριχῶς γάρ, ὡς εἰρήκαμεν, ἥ τε πορνεία ἥ τε μοιχεία παρὰ τῷ ἀποστόλῳ λαμβάνεται. ἐπὶ τούτων ὁ προφήτης φησί· ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ πάλιν· κατεμιάνθης ἐν γῇ ἀλλοτρίᾳ, τὴν κοινωνίαν μιαρὰν ἡγούμενος τὴν ἀλλοτρίῳ σώματι συμπλακεῖσαν καὶ μὴ τῷ κατὰ συζυγίαν εἰς παιδοποιίαν διδομένῳ. ὅθεν καὶ ὁ ἀπόστολος βούλομαι οὖν φησὶ νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.

然而,若有人胆敢将婚姻称为淫乱,他便是再次追溯反抗律法和主而犯了亵渎。因为,正如贪婪因背离自足而被称作淫乱,又如偶像崇拜是从独一的神分散到众神一样,淫乱亦是从独一的婚姻向多数堕落;因为正如我们所言,使徒是在三重意义上理解淫乱与奸淫的。针对这些人,先知说道:“因你们的过犯,你们被卖了”,又说:“你在异地沾染了污秽”,先知是将那与异己的肉体、而非与为了生养儿女而依婚配所赐予的〔肉体〕相交织的结合,视作污秽的交合。因此使徒亦说道:“所以我愿年轻的妇人嫁人,生养儿女,治理家务,不给敌人辱骂的把柄;因为已经有人转去随从撒旦了。”

§3.12.90

ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, ἀνεπιλήπτως γάμῳ χρώμενος· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. πάλιν τε αὖ ὁ σωτὴρ τοὺς Ἰουδαίους γενεὰν εἰπὼν πονηρὰν καὶ μοιχαλίδα διδάσκει μὴ ἐγνωκότας νόμον ὡς ὁ νόμος βούλεται, παραδόσει δὲ τῇ τῶν πρεσβυτέρων καὶ ἐντάλμασιν ἀνθρώπων κατηκολουθηκότας, μοιχεύειν τὸν νόμον,2 οὐχ ὡς ἄνδρα καὶ κύριον τῆς παρθενίας αὐτῶν δεδεγμένους. τάχα δὲ καὶ ἐπιθυμίαις δεδουλωμένους ἀλλοκότοις οἶδεν αὐτούς, δι’ ἃς καὶ συνεχῶς δουλούμενοι ταῖς ἁμαρτίαις ἐπιπράσκοντο τοῖς ἀλλοφύλοις, ἐπεὶ παρά γε τοῖς Ἰουδαίοις οὐκ ἦσαν ἀποδεδειγμέναι γυναῖκες κοιναί, ἀλλὰ καὶ ἡ μοιχεία ἀπηγόρευτο. ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ3 οὔθ’ οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ’ οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι σωθήσονται. κἂν ἐκεῖνο προκομίσωσιν αὖθις, ὡς καὶ ὁ προφήτης φησὶν ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, ἐχθροὺς τὰς ἁμαρτίας ἀκουέτωσαν· μία δέ τις ἁμαρτία, οὐχ ὁ γάμος, ἀλλ’ ἡ πορνεία, ἐπεὶ καὶ τὴν γένεσιν εἰπάτωσαν ἁμαρτίαν καὶ τὸν τῆς γενέσεως κτίστην.

实在地,他也完全接纳一妻之夫,无论他是长老、执事还是信徒,只要无可指摘地使用婚姻:“而且他必借着生养儿女而得救。” 再者,救主称犹太人为“邪恶淫乱的时代”,以此教导他们未能依照律法的本意认识律法,反而追随长老的传统和人的诫命,背叛了律法而犯奸淫,未曾将律法作为他们童贞的丈夫与主来接纳。或许救主亦深知他们沉溺于反常的欲望,因着这些欲望,他们不断沦为罪的奴仆,被卖给异族,因为在犹太人中并未设立公娼,奸淫亦被禁止。而对于神圣的筵席说出“我娶了妻,不能去”的那个人,乃是一个范例,用以斥责那些因享乐而背离神圣诫命的人;否则按此推论,无论在降临前的义人,还是在降临后结婚的人,纵使是使徒,都不能得救了。即使他们再次搬出那段话,正如先知所说“我在所有的仇敌中变老了”,也让他们听明仇敌乃是诸般罪恶;婚姻并非罪,淫乱才是某种罪,否则他们就该说生殖是罪,连生殖的创造者也是罪了。

语法注3 条
  1. 3.12.88ἄλλης ταύτης οὔσης ἢ τῆς ἐν τῇ κτίσει σπορᾶς

    以 ταύτης 为逻辑主语的独立属格结构。连词 ἤ 与 ἄλλης 呼应表示比较或区别(“与……不同”),补充说明借由水的属灵重生有别于受造界中的自然繁衍(播种)。

  2. 3.12.90μοιχεύειν τὸν νόμον

    通常用作不及物动词的 μοιχεύω 带了直接宾格 τὸν νόμον。此处为及物性比喻用法,意为“背叛律法而行奸淫”或“对律法不忠”,指他们未将律法视为合法的配偶,反而追随人的传统。

  3. 3.12.90τούτῳ τῷ λόγῳ

    表示方式或依据的与格短语,意为“照此论理/依据这一推论”。上下文指出,如果依循反对派将“娶妻故不能赴宴”解释为否定婚姻本身的逻辑,就会得出连过去与现今已婚的义人和使徒都无法得救的荒谬结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.12.88-3.12.90