← 亚历山太的革利免

杂记

§3.12.85-3.12.87

驳绝对禁止婚姻与食物及以感恩领受的论据

革利免考查了禁欲派所引用的提摩太书信、福音书及先知书经文,驳斥了彻底禁止婚姻和特定食物的观点;他论证婚姻与独身皆可依各人的呼召和节制存感谢的心被接纳,而来世不娶不嫁的教导并不能作为定罪今世婚姻与生育的依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12.85

καὶ μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει1 ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν συνείδησιν καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων,2 ἅ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ’ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον. ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. ἐπάναγκες μὲν οὖν οὐ κωλυτέον γαμεῖν οὐδὲ μὴν κρεοφαγεῖν ἢ οἰνοποτεῖν, γέγραπται γάρ· καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πίνειν οἶνον, ἐὰν διὰ προσκόμματος ἐσθίῃ· καὶ καλὸν μένειν ὡς κἀγώ, ἀλλ’ ὅ τε χρώμενος μετ’ εὐχαριστίας ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς μετ’ εὐχαριστίας μετά τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον. καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου, πρὸς τὸ εὐαγγέλιον ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως.3 καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν, φησὶν ὁ προφήτης, τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζων. κατατρέχει δὲ τῆς γενέσεως φθαρτὴν καὶ ἀπολλυμένην λέγων καὶ βιάζεταί τις, ἐπὶ τεκνοποιίας λέγων εἰρηκέναι τὸν σωτῆρα ἐπὶ γῆς μὴ θησαυρίζειν ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ τὰ τοῦ προφήτου προσπαρατιθέναι τούτοις οὐκ αἰσχύνεται· πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ σὴς βρώσεται ὑμᾶς. ἀλλ’ οὐδὲ ἡμεῖς ἀντιλέγομεν τῇ γραφῇ, ὅτι φθαρτὰ ἡμῖν τὰ σώματα καὶ φύσει ῥευστά· τάχα δ’ ἂν καὶ οἷς διελέγετο ὡς ἁμαρτωλοῖς προφητεύοι φθοράν. ὁ σωτὴρ δὲ οὐ περὶ τεκνοποιίας εἴρηκεν, ἀλλ’ εἰς μετάδοσιν κοινωνίας προτρέπων τοὺς κτᾶσθαι μόνον τὴν τοῦ πλούτου περιουσίαν, ἐπικουρεῖν δὲ τοῖς δεομένοις μὴ βουλομένους.

难道圣灵不正是合宜地针对这样的人明确说道:“在后来的时代,必有人背弃信仰,听从引诱人的邪灵和鬼魔的道理;这是因为说谎之人的假冒,他们的良心被热铁烙惯了,他们禁止嫁娶,禁戒食物,就是神所造、给信道和认识真理的人存感谢的心领受的。因为神所造的各样物都是好的,若是存感谢的心领受,就没有一样可弃的,都因神的话和祈祷被分别成了圣洁”吗? 因此,绝不当强制禁止结婚,亦不当禁止吃肉或饮酒;因为经上记着说:“若吃得叫人跌倒,不吃肉,不饮酒才算好”,又记着说:“像我这样守素安常才算好”;但无论是在使用时“存着感谢”的人,还是在不使用时自身亦“存着感谢”并带着克制的享受而活的人,都当依照理智而生活。总的来说,使徒所有的书信都在教导节制与自守,包含无数关于婚姻、关于生养儿女以及关于管理家业的吩咐,却从未废弃过有节制的婚姻;相反,它们在保全律法的连续性之同时,亦依照福音同时接纳两者:既接纳存着对神的感谢而庄重度婚姻生活的人,也接纳依照主的心意在独身中度日的人,只要每个人按照他“蒙召”时的样子毫无瑕疵且完全地作出选择。先知在赞美他的灵的器皿时亦说道:“雅各之地胜过全地受到称赞”。 然而,有人攻击生育,称其为必朽和走向灭亡的,并强解经文,声称救主在地上说“不要在蛾子和锈蚀毁坏之处积攒财宝”是指生养儿女而言;他们甚至毫无羞耻地将先知的话附加于此:“你们都要像衣服渐渐变旧,蛾子必将你们咬尽”。但我们也不反驳圣经关于我们的身体是必朽的、在自然本性上是易逝的说法;先知或许也是在对那些他对其说话、作为罪人的人预言灭亡。但救主所言并非关于生养儿女,而是为了勉励那些只想获取丰盛财富却不愿周济困乏之人施行分享的相通。

§3.12.87

διό φησιν· ἐργάζεσθε μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. ὁμοίως δὲ κἀκεῖνο κομίζουσι τὸ ῥητόν· οἱ υἱοὶ τοῦ αἰῶνος ἐκείνου οὔτε γαμοῦσιν οὔτε γαμίζονται. ἀλλὰ τὸ ἐρώτημα τοῦτο περὶ νεκρῶν ἀναστάσεως καὶ τοὺς πυνθανομένους αὐτοὺς ἐὰν ἀναπεμπάσηταί τις, οὐκ ἀποδοκιμάζοντα τὸν γάμον εὑρήσει τὸν κύριον, θεραπεύοντα δὲ τὴν κατὰ τὴν ἀνάστασιν τῆς σαρκικῆς ἐπιθυμίας προσδοκίαν. τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ’ ἐπ’ ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις εἰς τόνδε τὸν βίον παρελεύσεται, ἀλλ’ ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον. εἷς μὲν οὖν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ καὶ ἁπάντων πατὴρ κατὰ τὴν δημιουργίαν αὐτός. μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν,4 ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως.

因此他说:“不要为那必坏的食物劳力,要为那存到永生的食物劳力”。 同样,他们也搬出那段话:“那世代之子也不娶也不嫁”。但如果有人仔细查考这关于死人复活的问题以及那些提问者本身,就会发现主并非在废弃婚姻,而是在纠正人对复活时肉体欲望的期待。至于“这世代之子”这句话,他并非为了与某种另一个世代之子作对比而说,而是等同于“生在这世代的人”;他们因着生育而成为儿子,生育也被生育,因为没有人能不经由生育便进入这一生;然而,这接纳了相似必朽性的生育,便不再等待那一旦脱离这今生的人了。 “所以,你们在天上的父只有一位”,但他自身依凭创造亦是万有的父。因此他说:“不要在地上称呼人做你们的父”,其意即:不要将那以肉身的播种生下你们的人视为你们本质的原因,而当视为生育的协同原因,或者更应当视为生育的服事者。

语法注4 条
  1. 3.12.85καὶ μή τι ἐπὶ τῶν τοιούτων εἰκότως τὸ πνεῦμα ἄντικρυς λέγει

    小词组合 μή τι 在此引导一个带有委婉断定或强烈推测语气的修辞疑问句(“难道不正是……吗?”),而非预设单纯的否定回答。介词短语 ἐπὶ τῶν τοιούτων 表所指对象(“关于这样的人”),副词 εἰκότως 则修饰主要动词 λέγει。

  2. 3.12.85κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων

    引自提摩太前书4:3。不定词 γαμεῖν 直接由分词 κωλυόντων(禁止)统辖,而其后的 ἀπέχεσθαι βρωμάτων 则构成了配合法(zeugma),在句意上需要补出一个肯定的分词如 κελευόντων(吩咐断戒食物)。

  3. 3.12.86ἑλόμενον ἀπταίστως καὶ τελείως

    宾格分词 ἑλόμενον 在语法格上与前文的 ἑκάτερον 及其统辖的两个平行宾语成分(τόν τε... τόν τε...)相一致,表述每个人皆是无过失且完全地自主作出选择(αἱρέομαι)而蒙福音接纳的。

  4. 3.12.87μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν

    属于 ἡγήσησθε(认为/视作)所构成的双宾格结构:宾语为 τὸν σπείραντα ὑμᾶς...,补足语为 αἴτιον。属格短语 τῆς οὐσίας ὑμῶν 依附于 αἴτιον(“你们本质的原因”),而 τὴν κατὰ σάρκα σποράν 则作为同族/内部宾格修饰分词 σπείραντα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.12.85-3.12.87