- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.12.82-3.12.84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特援引使徒的话说明恢复夫妻结合是为了防止人不节制,从而驳斥了塔提安将律法归于恶神并否定婚姻的二元论。他指出律法与福音同出于一位神与基督;律法既是圣洁的,婚姻亦是圣洁的,使徒所谓“向律法死”乃是向罪死,而非否定婚姻本身。
ἡ δὲ ἐπιφορὰ τοῦ ἀποστόλου καὶ πάλιν ἐπὶ τὸ αὐτὸ γίνεσθαι διὰ τὸν σατανᾶν ἐκεῖνο προανακόπτει τὸ μὴ εἰς ἐπιθυμίας ἑτέρας ἐκτραπῆναί ποτε·1 οὐ γὰρ ἀποκρούεται τέλεον τὰς τῆς φύσεως ὀρέξεις δυσωποῦσα ἡ πρόσκαιρος συμφωνία, δἰ ἃς εἰσάγει πάλιν τὴν συζυγίαν τοῦ γάμου, οὐκ εἰς ἀκρασίαν καὶ πορνείαν καὶ τὸ τοῦ διαβόλου ἔργον, ἀλλ’ ὅπως μὴ ὑποπέσῃ ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ. χωρίζει δὲ καὶ τὸν παλαιὸν ἄνδρα καὶ τὸν καινὸν ὁ Τατιανός, ἀλλ’ οὐχ ὡς ἡμεῖς φαμεν· παλαιὸν μὲν ἄνδρα τὸν νόμον, καινὸν δὲ τὸ εὐαγγέλιον συμφωνοῦμεν αὐτῷ καὶ αὐτοὶ λέγοντες, πλὴν οὐχ ᾗ βούλεται ἐκεῖνος καταλύων τὸν νόμον ὡς ἄλλου θεοῦ· ἀλλ’ ὁ αὐτὸς ἀνὴρ καὶ κύριος παλαιὰ καινίζων οὐ πολυγαμίαν ἔτι συγχωρεῖ (τότε γὰρ ἀπῄτει ὁ θεός, ὅτε αὐξάνεσθαι καὶ πληθύνειν ἐχρῆν), μονογαμίαν δὲ εἰσάγει διὰ παιδοποιίαν καὶ τὴν τοῦ οἴκου κηδεμονίαν, εἰς ἣν βοηθὸς ἐδόθη ἡ γυνή. καὶ εἴ τινι ὁ ἀπόστολος δἰ ἀκρασίαν καὶ πύρωσιν κατὰ συγγνώμην δευτέρου μεταδίδωσι γάμου, καὶ οὗτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροῖ δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν κατ’ ἐπίτασιν τελειότητα· δόξαν δὲ αὑτῷ οὐράνιον περιποιεῖ ὁ μείνας ἐφ’ ἑαυτοῦ καὶ τὴν διαλυθεῖσαν θανάτῳ συζυγίαν ἄχραντον φυλάσσων καὶ τῇ οἰκονομίᾳ πειθόμενος εὐαρέστως. καθ’ ἣν ἀπερίσπαστος τῆς τοῦ κυρίου γέγονε λειτουργίας. οὐδὲ μὴν τὸν ἀπὸ τῆς κατὰ συζυγίαν κοίτης ὁμοίως ὡς πάλαι βαπτίζεσθαι καὶ νῦν προστάσσει ἡ θεία διὰ κυρίου πρόνοια. οὐ γὰρ ἐπάναγκες παιδοποιίας ἀφίστησι τοὺς πιστεύοντας δἰ ἑνὸς βαπτίσματος εἰς τὸ παντελὲς τῆς ὁμιλίας ἀπολούσας ὁ κύριος,2 ὁ καὶ τὰ πολλὰ Μωυσέως δἰ ἑνὸς περιλαβὼν βαπτίσματος.
使徒所附加的“又同房,免得撒旦”,乃是预先防备人有朝一日偏向别的欲念。因为暂时的合意并不能通过强加约束而彻底消除本性的欲望,使徒正是因这些欲望才再次引入婚姻的结合——这不是为了不能自制、淫乱以及魔鬼的作为,而是为了免得人屈从于不能自制、淫乱和魔鬼。塔提安也区分了旧丈夫与新丈夫,但并非如我们所说的那样。将律法视为旧丈夫、将福音视为新丈夫,我们在如此论述时固然与他一致;然而并不像他所希冀的那样,将律法作为属于另一位神的产物予以废除。相反,正是同一位丈夫与主更新了旧有的事物,不再准许一夫多妻(因为神在理当繁衍增多的时代确曾如此要求),而是为了繁衍后代和照管家庭引入了一夫一妇,正为了这一照管,女人被赐予作为“帮手”。即便使徒因着不能自制和情欲的火烧,出于“宽容”而向某人分赐了第二次婚姻,这人依约亦不算犯罪(因为律法并未禁止他),却未能成全那依照福音之生活的至高完全。然而,那常守独身、保守那因死亡而解除的结合不受玷污、并甘心乐意顺从这一经纶的人,却为自己赢得了属天的荣耀;依据这一经纶,他在主的职事上变得“毫无纷扰”。再者,神圣的护理藉着主,如今并不吩咐从婚配同床而起的人像古时那样受浸(行洁净之洗)。因为主藉着一次洗礼包容了摩西的诸多浸洗,藉由一次洗礼彻底洗净了交合的污秽,绝非必然使信徒远离后代的繁衍。
ἄνωθεν οὖν ὁ νόμος τὴν ἀναγέννησιν ἡμῶν προφητεύων διὰ σαρκικῆς γενέσεως ἐπὶ τῇ γεννητικῇ καταβολῇ τοῦ σπέρματος προσέφερε τὸ βάπτισμα, οὐ βδελυσσόμενος ἀνθρώπου γένεσιν· ὃ γὰρ φαίνεται γεννηθεὶς ἄνθρωπος, τοῦτο δύναται ἡ τοῦ σπέρματος καταβολή.3 οὔκουν αἱ πολλαὶ συνουσίαι γόνιμοι, ἀλλ’ ἡ τῆς μήτρας παραδοχὴ τὴν γένεσιν ὁμολογεῖ, ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλαττομένου τοῦ σπέρματος εἰς ἔμβρυον. πῶς δὲ ὁ μὲν γάμος παλαιὸς μόνον καὶ νόμου εὕρημα, ἀλλοῖος δὲ ὁ κατὰ τὸν κύριον γάμος τοῦ αὐτοῦ θεοῦ πρὸς ἡμῶν τηρουμένου; οὐ γὰρ ἂν ὅ συνέζευξεν ὁ θεός, διαλύσειέν ποτε ἄνθρωπος εὐλόγως. πολὺ δὲ πλέον ἅπερ ὁ πατὴρ προσέταξεν, τηρήσει ταῦτα καὶ ὁ υἱός. εἰ δὲ ὁ αὐτὸς νομοθέτης ἅμα καὶ εὐαγγελιστής, οὐ μάχεταί ποτε ἑαυτῷ. ζῇ γὰρ ὁ νόμος πνευματικὸς ὢν καὶ γνωστικῶς νοούμενος. ἡμεῖς δ’ ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
因此,古时的律法藉着肉身的生育预表我们的重生,在种子的生育射出之际规定了浸洗,并非厌恶人的生育;因为凡生而显为人的,正是种子的投射所具有的权能。因此,频繁的交合并不带来生育,唯有子宫的领受证实了生育,种籽乃是在大自然的作坊中被塑造成胚胎。既然我们所持守的是同一位神,又怎能说婚姻仅仅是旧物、是律法的发明,而属乎主的婚姻却是另一类呢?因为“神所配合的,人断不可合理地分开”。圣子更必彻底守全圣父所吩咐的事。如果同一位既是立法者又是福音者,他绝不会自相矛盾。因为律法既是属灵的,又按灵知的方式被理解,因此是活的。而我们“藉着基督的身体,向律法死了,叫我们归于别人,就是归于那从死里复活的”——也就是律法所预言的那位——“叫我们向神结果子”。
διὸ ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. ἐθανατώθημεν οὖν τῷ νόμῳ, τουτέστι τῇ ὑπὸ τοῦ νόμου δηλουμένῃ ἁμαρτίᾳ, ἣν δείκνυσιν, οὐ γεννᾷ ὁ νόμος, διὰ τῆς προστάξεως τῶν ποιητέων καὶ ἀπαγορεύσεως ὧν οὐ ποιητέον ἐλέγχων τὴν ὑποκειμένην ἁμαρτίαν, ἵνα φανῇ ἁμαρτία. εἰ δὲ ἁμαρτία ὁ γάμος ὁ κατὰ νόμον, οὐκ οἶδα πῶς τις ἐρεῖ θεὸν ἐγνωκέναι λέγων τὸ πρόσταγμα τοῦ θεοῦ ἁμαρτίαν εἶναι· ἁγίου δὲ ὄντος τοῦ νόμου ἅγιος ὁ γάμος. τὸ μυστήριον τοίνυν τοῦτο εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἄγει ὁ ἀπόστολος. καθάπερ τὸ γεννώμενον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω τὸ ἐκ πνεύματος πνεῦμα οὐ μόνον κατὰ τὴν ἀποκύησιν, ἀλλὰ καὶ κατὰ τὴν μάθησιν. αὐτίκα ἅγια τὰ τέκνα, αἱ εὐαρεστήσεις, τῷ θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν. πορνεία γοῦν καὶ γάμος κεχώρισται, ἐπεὶ μακρὰν ἀφέστηκε τοῦ θεοῦ ὁ διάβολος. καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι· συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομένους,4 ἐπεὶ καὶ κατὰ τὴν ἀλήθειαν τοῦ νόμου τῷ αὐτῷ κυρίῳ ὑπακούομεν πόρρωθεν παρακελευομένῳ.
因此,“律法是圣洁的,诫命也是圣洁、公义、良善的”。所以我们向律法死了,也就是向律法所指明的罪死了;律法指明了罪,却不产生罪,而是藉着吩咐当行的事和禁止不当行的事驳斥了潜伏的罪,“叫罪显出是罪来”。然而,如果照着律法的婚姻是罪,我不知道有谁在说神的命令是罪的同时,还能说自己认识神;律法既是圣洁的,婚姻也是圣洁的。因此使徒将这奥秘引向基督与教会。正如“从肉身生的就是肉身,从灵生的就是灵”,这不仅关乎生育,亦关乎领受教诲。因此,当主的话语将灵魂许配给神,“儿女也是圣洁的”——即蒙喜悦的行为。无论如何,淫乱与婚姻是截然分开的,因为魔鬼远离神。 “因此,你们藉着基督的身体,向律法也是死了,叫你们归于别人,就是归于那从死里复活的”。因为这紧接着便含示了成为顺从的人,既然依照律法的真理,我们亦顺从从远古发号施令的同一位主。
- 3.12.82ἐκεῖνο προανακόπτει τὸ μὴ εἰς ἐπιθυμίας ἑτέρας ἐκτραπῆναί ποτε
指示代词 ἐκεῖνο 用作动词 προανακόπτει(预先防备)的宾语,其后的带冠词否定不定式短语 τὸ μὴ ... ἐκτραπῆναι 与之构成同位语,说明其具体内容(“即决不偏向别的欲望”)。
- 3.12.82οὐ γὰρ ἐπάναγκες παιδοποιίας ἀφίστησι τοὺς πιστεύοντας δἰ ἑνὸς βαπτίσματος εἰς τὸ παντελὲς τῆς ὁμιλίας ἀπολούσας ὁ κύριος
该句的核心骨架为 ὁ κύριος(主格主语)... οὐ ... ἀφίστησι(主要动词)τοὺς πιστεύοντας(宾格宾语)παιδοποιίας(分离属格)。分词 ἀπολούσας 为与主语 ὁ κύριος 一致的不定过去时主动分词(“彻底洗净了……”),修饰动词并与副词短语 εἰς τὸ παντελὲς(完全地)连用,支配 τῆς ὁμιλίας。
- 3.12.83ὃ γὰρ φαίνεται γεννηθεὶς ἄνθρωπος, τοῦτο δύναται ἡ τοῦ σπέρματος καταβολή
由关系代词 ὃ 引导的关系从句与主句中的指示代词 τοῦτο 形成呼应。短语 ὃ ... ἄνθρωπος 包含表语性质的成分(“那生而显为人的存在”),主句的动词 δύναται 以 τοῦτο 为直接宾语,意为“具有产生……的能力/功效”。
- 3.12.84συνεξακούεται γὰρ προσεχῶς ὑπηκόους γενομένους
无人称动词 συνεξακούεται(“同时被理解/含示”)统辖宾格分词短语 ὑπηκόους γενομένους(“成为顺从的人”),其结构相当于宾格加不定式。该分词在逻辑上的主语为前文引述中的第二人称复数(ὑμᾶς)或泛指的“我们”(ἡμᾶς)。
