- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.12.79-3.12.81
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特正确解释了保罗关于婚姻与祈祷(林前7章)以及律法比喻(罗7章)的教导,捍卫了婚姻的固有价值与一夫一妇制,并驳斥了将夫妻交媾归咎于魔鬼的塔提安异端学说。
Ἡ δὲ ἐκ συμφώνου πρὸς καιρὸν σχολάζουσα τῇ προσευχῇ συζυγία ἐγκρατείας ἐστὶ διδασκαλία· προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον, πρὸς καιρὸν δὲ ὡς μὴ κατὰ ἀνάγκην ἐπιτηδεύων τὴν ἐγκράτειαν ὁ γήμας ὀλισθήσῃ ποτὲ εἰς ἁμαρτίαν, φειδοῖ μὲν τῆς ἑαυτοῦ συζυγίας, ἐπιθυμίᾳ δὲ ἀλλοτρίᾳ περιπεσών. ᾧ λόγῳ καὶ τὸν ἀσχημονεῖν ἑαυτὸν ἐπὶ τῇ παρθενοτροφίᾳ ὑπολαμβάνοντα καλῶς εἰς γάμον ἐκδώσειν τὴν θυγατέρα ἔλεγεν. ἡ πρόθεσίς τε ἑκάστου τοῦ τε ἑαυτὸν εὐνουχίσαντος τοῦ τε αὖ γάμῳ διὰ παιδοποιίαν συζεύξαντος ἀνένδοτος πρὸς τὸ ἧττον διαμένειν ὀφείλει. εἰ μὲν γὰρ ἐπιτεῖναι οἷός τε ἔσται τὸν βίον, μείζονα ἀξίαν ἐν θεῷ αὐτὸς ἑαυτῷ περιποιήσεται, καθαρῶς ἅμα καὶ λελογισμένως ἐγκρατευσάμενος· εἰ δὲ ὑπερβὰς ὃν εἵλετο κανόνα εἰς μείζονα δόξαν, ἔπειτα ἀποπέσῃ πρὸς τὴν ἐλπίδα.1 ἔχει γὰρ ὥσπερ ἡ εὐνουχία οὕτω καὶ ὁ γάμος ἰδίας λειτουργίας καὶ διακονίας τῷ κυρίῳ διαφερούσας, τέκνων λέγω κήδεσθαι καὶ γυναικός· πρόφασις γάρ, ὡς ἔοικεν, τῷ κατὰ γάμον τελείῳ ἡ τῆς συζυγίας οἰκειότης γίνεται τὴν πρόνοιαν πάντων ἀναδεδεγμένῳ κατὰ τὸν οἶκον τὸν κοινόν· αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδίου οἴκου καὶ τῆς ἐκκλησίας ἁπάσης προΐστασθαι μελετήσαντας. ἕκαστος οὖν ἐν ᾧ ἐκλήθη ἔργῳ τὴν διακονίαν ἐκτελείτω, ἵνα ἐλεύθερος ἐν Χριστῷ γένηται, τὸν νοῦ οἰκεῖον τῆς διακονίας ἀπολαμβάνων μισθόν.
另一方面,“出于合意暂且专心于祈祷”的结合乃是关于自制的教导;因为他加上“出于合意”,免得有人解除婚姻;加上“暂且”,免得已婚者在被迫之下实行自制,因怜恤自己的结合却陷于对他人的贪欲之中,以致有朝一日滑入罪恶。根据这一理路,他也说那认为自己留养童女不合宜的人,把女儿嫁出去是好的。无论自阉者,抑或为了繁衍后代而结合于婚姻者,各人的心志都当坚定不屈,不致退向低下之境。因为他若能使自己的生活更为严谨,纯洁而明智地持守自制,他必为自己在神面前赚得更大的价值;但若为了更大的荣耀而逾越了自己所选定的准则,继而在指望上跌落,[便为害了]。因为正如独身一样,婚姻亦对主负有其独特的职分与服事,我指的是照顾妻子与儿女;因为对于在婚姻上得以完全的人而言,结合的亲密似乎成了契机,因他承担了在共同家中顾及万事的照料;因此他立刻说,当设立那些操练过治理自己家庭与全教会的人为监督。 因此,各人当在“蒙召的”职责中完成其服事,以便在基督里成为自由人,领受与其服事相称的明智奖赏。
πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενος ἀλληγορίᾳ χρώμενος ἡ γὰρ ὕπανδρος γυνὴ φησὶ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ καὶ τὰ ἑξῆς. αὖθίς τε· ἡ γυνὴ δέδεται ἐφ’ ὅσον ζῇ χρόνον ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ ἀποθάνῃ, ἐλευθέρα ἐστὶν γαμηθῆναι, μόνον ἐν κυρίῳ· μακαρία δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. ἀλλ’ ἐπὶ μὲν τῆς προτέρας περικοπῆς ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ,2 εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, νύμφην καὶ ἐκκλησίαν, ἣν ἁγνὴν εἶναι δεῖ τῶν τε ἔνδον ἐννοιῶν τῶν ἐναντίων τῇ ἀληθείᾳ τῶν τε ἔξωθεν πειραζόντων, τουτέστι τῶν τὰς αἱρέσεις μετιόντων καὶ πορνεύειν ἀπὸ τοῦ ἑνὸς ἀνδρὸς ἀναπειθόντων, τοῦ παντοκράτορος θεοῦ, ἵνα μὴ ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, τὴν λεγομένην ζωήν, καὶ ἡμεῖς ὑπὸ τῆς κατὰ τὰς αἱρέσεις λίχνου πανουργίας παραβῶμεν τὰς ἐντολάς. ἡ δευτέρα δὲ περικοπὴ μονογαμίαν ἵστησιν. οὐ γάρ, ὥς τινες ἐξηγήσαντο, δέσιν γυναικὸς πρὸς ἄνδρα τὴν σαρκὸς πρὸς τὴν φθορὰν ἐπιπλοκὴν μηνύεσθαι ὑποτοπητέον· τῶν γὰρ ἄντικρυς διαβόλῳ προσαπτόντων τὴν τοῦ γάμου εὕρεσιν ἀθέων ἀνθρώπων ἐπίνοιαν κατηγορεῖ, δἰ ἧς κινδυνεύει βλασφημεῖσθαι ὁ νομοθέτης.
随后他又借用寓意论及律法说道:“就如妇人有了丈夫,丈夫还活着,就被律法约束”,等等。他又说:“丈夫活着的时候,妻子是被约束的;丈夫若死了,便可以自由嫁人,只是要嫁在主里面。然而按我的意见,若常如此便是有福的。” 然而在前面的经文中,他说:“你们向律法死了”——而非向婚姻死了——“叫你们归于别人,就是归于那从死里复活的”,作为新娘与教会;这教会既须洁净,脱离与真理相悖的内在意念,也须脱离外来的试探者,即那些追随异端、诱使人离弃独一丈夫全能之神去行淫乱的人,免得“正如蛇诱骗了夏娃”——那被称为“生命”的夏娃——我们也因诸异端那贪婪的诡诈而违背诫命。而第二段经文确立了一夫一妇制。因为不可像某些人所解释的那样,揣度妇人与男人的结合是预示肉体与败坏的纠缠;因为这揭露了那些公然将婚姻的创立归咎于魔鬼的不敬之人的念头,因这念头,立法者面临被亵渎的危险。
Τατιανὸν οἶμαι τὸν Σύρον τὰ τοιαῦτα τολμᾶν δογματίζειν. γράφει γοῦν κατὰ λέξιν ἐν τῷ Περὶ τοῦ κατὰ τὸν σωτῆρα καταρτισμοῦ· συμφωνία μὲν οὖν ἁρμόζει προσευχῇ, κοινωνία δὲ φθορᾶς λύει τὴν ἔντευξιν. πάνυ γοῦν δυσωπητικῶς διὰ τῆς συγχωρήσεως εἴργει· πάλιν γὰρ ἐπὶ ταὐτὸ συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον ›δυσὶ κυρίοις μέλλειν δουλεύειν‹ ἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ. ταῦτα δέ φησι τὸν ἀπόστολον ἐξηγούμενος· σοφίζεται δὲ τὴν ἀλήθειαν δἰ ἀληθοῦς ψεῦδος κατασκευάζων. ἀκρασίαν μὲν γὰρ καὶ πορνείαν διαβολικὰ εἶναι πάθη καὶ ἡμεῖς ὁμολογοῦμεν, γάμου δὲ τοῦ σώφρονος μεσιτεύει συμφωνία, ἐπί τε τὴν εὐχὴν ἐγκρατῶς ἄγουσα ἐπί τε τὴν παιδοποιίαν μετὰ σεμνότητος νυμφεύουσα. γνῶσις γοῦν καὶ ὁ τῆς παιδοποιίας καιρὸς πρὸς τῆς γραφῆς εἴρηται, ἐπειδὰν φῇ· ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ· ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ. ὁρᾷς εἰς τίνα βλασφημοῦσιν οἱ μυσαττόμενοι τὴν σώφρονα σπορὰν καὶ τῷ διαβόλῳ προσάπτοντες τὴν γένεσιν; οὐ γὰρ θεὸν ἁπλῶς προσεῖπεν ὁ τῇ τοῦ ἄρθρου προτάξει τὸν παντοκράτορα δηλώσας.3
我想叙利亚人塔提安竟敢立下这般的教条。他在《论遵照救主的成全》中逐字写道: “因此合意固然适于祈祷,但败坏的交通却瓦解了祈求。无论如何,他通过准许极其严厉地加以禁阻;因为因着撒旦和不能自制而准许再次同房之后,他表明凡顺从的人‘必服事两个主’:借着合意服事神,借着不合意服事不能自制、淫乱与魔鬼。” 他说这些话是在解释使徒;但他却通过真实的事物构筑谎言,诡辩地曲解了真理。因为不能自制与淫乱乃是魔鬼般的情欲,对此我们亦予以承认;然而贞洁婚姻的合意担当了中保,既以节制引导人祈祷,又以尊严为繁衍后代结合于婚配。至少,繁衍后代的时刻在圣经中亦被称为“认识”,正如圣经所说:“亚当认识了他的妻子夏娃,夏娃怀孕生了一个儿子,起名叫塞特,说:‘神给我立了另一个后裔代替亚伯。’” 你可看见,那些厌恶贞洁播种并将生育归咎于魔鬼的人,究竟是在亵渎谁?因为那位藉着冠词的前置指明全能者的人,说的并不是笼统的“一位神”。
- 3.12.79εἰ δὲ ὑπερβὰς ὃν εἵλετο κανόνα εἰς μείζονα δόξαν, ἔπειτα ἀποπέσῃ πρὸς τὴν ἐλπίδα
此句为与前文 εἰ μὲν γὰρ... περιποιήσεται(若是……便赚得……)相对的条件分句(εἰ δὲ...),但在行文中省略了主句结论(破格文法,anacoluthon)。依据上下文,此处需补足如“则必受亏损”或“归于失败”等否定性归结。πρὸς τὴν ἐλπίδα 意为“有悖于指望”或“在指望上”。
- 3.12.80ἐθανατώθητε φησὶ τῷ νόμῳ, οὐ τῷ γάμῳ
τῷ νόμῳ 与 τῷ γάμῳ 均为表关涉的与格(或受损与格),用以限定被动动词 ἐθανατώθητε(“你们受死”),意为“就律法而言死了,并非就婚姻而言死了”。作者借此驳斥异端将此段经文曲解为废除婚姻的观点。
- 3.12.81ὁ τῇ τοῦ ἄρθρου προτάξει τὸν παντοκράτορα δηλώσας
基于语法的论证。指创世记4:25引文中神带有定冠词(ὁ θεός)。作者指出,通过前置(προτάξει)冠词,经文指明了独一全能的神,而非泛指的“神”,以此确证繁衍生育是出于独一真神,而非源自魔鬼。
