← 亚历山太的革利免

杂记

§3.11.76-3.11.78

罗马书解说与律法福音的合一及克治肉体

作者详细引用保罗《罗马书》(第7–8章)的论证,阐明律法与福音中的神为同一位,并通过指出使徒论及肉体与圣灵之争的言论并非贬损造物主、而是教导克治罪恶,从而驳斥了异端的曲解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11.76

Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπισημείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσει· τὸ γὰρ οὐκ ἐπιθυμήσεις ἐν τῷ εὐαγγελίῳ γεγραμμένον τῷ νόμῳ περιτίθησιν1 ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, ἕνα εἰδὼς τὸν διὰ νόμου καὶ προφητῶν κηρύξαντα καὶ τὸν δἰ αὐτοῦ εὐαγγελισθέντα πατέρα. φησὶ γάρ· τί ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις. κἂν οἱ ἀντιτασσόμενοι τῶν ἑτεροδόξων προσαποτεινόμενον τὸν Παῦλον τῷ κτίστῃ εἰρηκέναι ὑπολάβωσι τὰ ἑξῆς οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν, ἀλλ’ ἀναγινωσκόντων2 τὰ προειρημένα καὶ τὰ ἐπιφερόμενα· προεῖπε γάρ· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, δἰ ἣν ἀκόλουθον ἦν εἰπεῖν ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου ἀγαθόν.

行文至此,我认为不可不提的是,使徒正是通过律法、先知与福音宣讲了同一位神;因为他在《罗马书》中,把福音书中所载的“不可贪恋”归于律法,知道藉着律法与先知发出宣告的那一位,与藉着他作为福音被传讲的父乃为一位。因为他说:“这样,我们可说什么呢?律法是罪吗?断乎不是!只是非因律法,我就不知何为罪;若非律法说‘不可贪恋’,我就不知何为贪欲。” 异端中与我们作对的人,即使以为保罗接下来说的话——“因为我知道,在我的里头,就是在我肉体之中,没有良善”——是针对造物主而言的,也请他们读一读前文和后文;因为他前文已说过“乃是住在我里头的罪”,正是因这罪,说出“在我肉体之中没有良善”才是合乎逻辑的。

§3.11.77

ἑπομένως δ’ ἐπήγαγεν· εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ἐγὼ ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, ἥτις ἀντιστρατευομένη τῷ νόμῳ τοῦ θεοῦ καὶ τοῦ νοός μου, φησίν, αἰχμαλωτίζει με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; πάλιν τε αὖ (κάμνει γὰρ οὐδ’ ὁπωστιοῦν ὠφελῶν) οὐκ ὀκνεῖ ἐπιλέγειν· ὁ γὰρ νόμος τοῦ πνεύματος ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ἐπεὶ διὰ τοῦ υἱοῦ ὁ θεὸς κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. πρὸς τούτοις ἔτι ἐπισαφηνίζων τὰ προειρημένα ἐπιβοᾷ· τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν δηλῶν ὡς ὅτι μὴ νεώς, τάφος δ’ ἐστὶν ἔτι τῆς ψυχῆς· ὁπηνίκα γὰρ ἁγιασθῇ τῷ θεῷ, τὸ πνεῦμα, ἐποίσει. τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὃς ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.

随之他接着说道:“若我去做所不愿意做的,就不再是我做的,乃是住在我里头的罪做的”;他说,正是这罪“与神的律以及我心思的律交战,将我掳去,附从我肢体中那罪的律。我真是苦啊!谁能救我脱离这取死的身体呢?” 进而他再次(因为在行有益之事上他绝不知疲倦)毫不犹豫地接着说道:“因为灵的律把我从罪和死的律中释放了”,因为神藉着儿子“在肉体中定罪了罪,使律法的公义要求成就在我们这些不照着肉体、乃照着圣灵行事的人身上”。 除此以外,他进一步澄清上述内容,高呼道:“身体固然因罪而死”,以此表明身体尚非神殿,仍是灵魂的坟墓;因为当身体被献给神归为圣时,他便会接着说:“使耶稣从死里复活之者的灵住在你们心里,他也必藉着他住在你们心里的灵,使你们必死的身体活过来。”

§3.11.78

αὖθις οὖν τοῖς φιληδόνοις ἐπιπλήττων ἐκεῖνα προστίθησι· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, ὅτι οἱ κατὰ σάρκα ζῶντες τὰ τῆς σαρκὸς φρονοῦσιν, καὶ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οἱ δὲ ἐν σαρκὶ ὄντες, οὐχ ὥς τινες δογματίζουσι, θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ ὡς προειρήκαμεν. εἶτα πρὸς ἀντιδιαστολὴν τούτων τῇ ἐκκλησίᾳ φησίν· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν.3 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ. καὶ πρὸς τὴν εὐγένειαν καὶ πρὸς τὴν ἐλευθερίαν τὴν καταπτύστως ὑπὸ τῶν ἑτεροδόξων εἰσαγομένην τῶν ἐπ’ ἀσελγείᾳ καυχωμένων ἐπιφέρει λέγων· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ· τουτέστιν εἰς τοῦτο ἐλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὄντι πατέρα, τὸν τῶν ὄντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον † ἀπειλεῖ.

因此,他再次谴责纵欲者,并补充了那些话:“体贴肉体的就是死,因为随从肉体的人体贴肉体的事;体贴肉体的是与神为仇,因为不服神的律法。而且属肉体的人”——并非如某些人所立的教条那般,而是如我们前文所述——“不能得神的喜欢。”随后,为了与这些人形成对比,他对教会说道:“如果神的灵住在你们心里,你们就不属肉体,乃属圣灵了。人若没有基督的灵,就不是属基督的。基督若在你们心里,身体固然因罪而死,心灵却因义而活。弟兄们,这样看来,我们并不是欠肉体的债去顺从肉体活着。你们若顺从肉体活着,必要死;若靠着圣灵治死身体的恶行,必要活着。因为凡被神的灵引导的,都是神的儿子。” 针对那些夸耀放荡的异端分子所卑劣引入的高贵与自由,他接着说道:“因为你们所受的,不是奴仆的灵,仍旧害怕;所受的,乃是儿子的灵,因此我们呼叫:‘阿爸!父!’” 也就是说,我们领受这灵,是为了使我们认识我们所祈求的那一位:那位真正的父,万有唯一的父,像父亲一样管教我们以得救恩、并[警告]惧怕的那一位。

语法注3 条
  1. 3.11.76τῷ νόμῳ περιτίθησιν

    动词 περιτίθημι 支配宾格(此处为 τὸ οὐκ ἐπιθυμήσεις ἐν τῷ εὐαγγελίῳ γεγραμμένον)与与格(τῷ νόμῳ),意为“将某物归于/附加于某物”。表示保罗将福音书中的诫命归于律法,确认了二者源于同一位神。

  2. 3.11.76κἂν οἱ ἀντιτασσόμενοι τῶν ἑτεροδόξων προσαποτεινόμενον τὸν Παῦλον τῷ κτίστῃ εἰρηκέναι ὑπολάβωσι τὰ ἑξῆς ... ἀλλ’ ἀναγινωσκόντων

    让步句结构:让步连词 κἄν(即 καὶ ἐάν)搭配虚拟式 ὑπολάβωσι,主句则以第三人称复数现在时命令式 ἀναγινωσκόντων(等同于 ἀναγινωσκέτωσαν)呼应,意为“即使他们认为……,也让他们去读……”。

  3. 3.11.78ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν

    名词 ὀφειλέται 后面接与格 τῇ σαρκί(对谁欠债)以及带属格定冠词的不定词短语 τοῦ κατὰ σάρκα ζῆν(说明所负义务内容的解释性格或宾格性属格),意为“不是欠肉体的债去顺从肉体活着”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.11.76-3.11.78