← 亚历山太的革利免

杂记

§3.11.71-3.11.75

律法对房事的节制与合法婚姻的权柄

作者援引新旧约圣经驳斥异端,论证了律法对房事的节制规范(对女俘的等待期、妊娠与哺乳期的禁欲、西奈山的自洁),并阐明信徒应当脱离的是异教放荡与异端而非婚姻,教会在保持纯洁的同时,个人仍保有依律法初婚的权柄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11.71

Τούτων ὧδε ἐπιδεδειγμένων φέρε, ὁπόσαι τούτοις τοῖς κατὰ τὰς αἱρέσεις σοφισταῖς ἐναντιοῦνται γραφαί, ἤδη παραθώμεθα, τὸν κανόνα τῆς κατὰ λόγον τηρουμένης ἐγκρατείας μηνύοντες. ἑκάστῃ δὲ τῶν αἱρέσεων τὴν οἰκείως ἐνισταμένην γραφὴν ὁ συνίων ἐπιλεγόμενος κατὰ καιρὸν χρήσεται πρὸς κατάλυσιν τῶν παρὰ τὰς ἐντολὰς δογματιζόντων. ἄνωθεν μὲν οὖν ὁ νόμος, ὥσπερ προειρήκαμεν, τὸ οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον, τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν1 τῆς αὐτῆς αὐτοπροσώπως λεγούσης· ἠκούσατε τοῦ νόμου παραγγέλλοντος· οὐ μοιχεύσεις. ἐγὼ δὲ λέγω· οὐκ ἐπιθυμήσεις. ὅτι γὰρ σωφρόνως ἐβούλετο ταῖς γαμεταῖς χρῆσθαι τοὺς ἄνδρας ὁ νόμος καὶ ἐπὶ μόνῃ παιδοποιίᾳ, δῆλον ἐκ τοῦ κωλύειν μὲν τῇ αἰχμαλώτῳ παραχρῆμα ἐπιμίγνυσθαι τὸν ἄγαμον, ἐπιθυμήσαντος δὲ ἅπαξ τριάκοντα πενθεῖν ἐπιτρέπειν ἡμέρας κειραμένῃ καὶ τὰς τρίχας,2 εἰ δὲ μηδ’ οὕτως μαραίνοιτο ἡ ἐπιθυμία, τότε παιδοποιεῖσθαι, δεδοκιμασμένης τῆς ὁρμῆς τῆς κυριευούσης κατὰ τὴν προθεσμίαν τοῦ χρόνου εἰς ὄρεξιν εὔλογον.

既然这些问题已作如上论证,那么请看,现在就让我们列举有多少圣经经文与这些各派异端的诡辩家相对立,以此阐明依循理性所持守的节制之规范。明智通达之人将挑选恰切针对各个异端的经文,应时加以运用,以击破那些违背诫命立论之人。因此,正如我们前面所言,律法自古便以“不可贪恋邻人的……”预先宣告了主在新约中切近的声音,这声音亲自说道:“你们听见有律法吩咐说:不可奸淫。但我告诉你们:不可动贪念。” 因为律法意在让男人们本着节制并仅为了生育去与妻子同房,这从以下规定中已显而易见:律法禁止未婚男子立即与女俘同房;当他动了情欲,只许她在剃光头发后哀悼三十天;若即使如此情欲仍未衰退,那时方可生育;这是因为支配着他的冲动经过这限定的时间受到了验炼,从而转变为合乎理性的欲望。

§3.11.72

ὅθεν οὐ δείξειας ἂν ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφήν, ἀλλ’ ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν γινωσκομένας τὰς γυναῖκας. αὐτίκα τοῦτον εὑρήσεις τὸν σκοπὸν καὶ τὸν τοῦ Μωυσέως πατέρα φυλάσσοντα, τριετίαν διαλιπόντα μετὰ τὴν τοῦ Ἀαρὼν ἀποκύησιν, γεννήσαντα τὸν Μωσέα. ἥ τε αὖ Λευιτικὴ φυλὴ τοῦτον φυλάσσουσα τὸν τῆς φύσεως νόμον ἐκ θεοῦ ἐλάττων τὸν ἀριθμὸν παρὰ τὰς ἄλλας εἰς τὴν προκατηγγελμένην εἰσῆλθε γῆν· οὐ γὰρ ῥᾳδίως αὐξάνει γένος εἰς πολυπληθίαν σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόντων δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν.3

因此,照着圣经,你指不出任何一位古时列祖曾在妇人怀孕期间亲近她;相反,你会发现,在妊娠之后以及在婴儿断奶之后,妻子们才重新被丈夫同房认知。你立刻就会发现摩西的父亲也谨守这一目标,他在亚伦出生后间隔了三年才生出摩西。利未支派同样因谨守这出于神的自然法则,在进入那预先宣告的应许之地时人数少于其他支派;因为当那些承担律法婚姻的男子不仅等待妊娠、而且等待哺乳期结束才去播种时,一个部族自然不易繁衍成为大群。

§3.11.73

ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ’ ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων. ἡμεῖς οὖν ναοὶ τοῦ θεοῦ ἐσμεν· καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός, ἐὰν κατὰ τὰς ἐντολὰς πολιτευώμεθα εἴτε ὁ καθ’ ἕκαστον ἡμῶν εἴτε καὶ ἀθρόα ἡ ἐκκλησία. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. οὐ τῶν γεγαμηκότων, ὥς φασιν, ἀλλὰ τῶν ἐθνῶν τῶν ἐν πορνείᾳ βιούντων ἔτι, πρὸς δὲ καὶ τῶν προειρημένων αἱρέσεων ἀφορισθῆναι ὡς ἀκαθάρτων καὶ ἀθέων κελεύει προφητικῶς ἡμᾶς.

所以,摩西循序渐进地引导犹太人走向节制,命令他们一连三天禁绝房事之乐,然后聆听神圣的圣言,也是极其合情合理的。 “因此我们是神的殿;正如先知所说:‘我要住在他们中间,在他们中间行走;我要作他们的神,他们要作我的子民’”,只要我们无论是个别之人还是整个教会,都照着诫命行事。 “所以主说:你们务要从他们中间出来,与他们分别,不要沾不洁净的物;我就收纳你们,我要作你们的父亲,你们要作我的儿女。这是全能的主说的。” 他预言性地吩咐我们脱离分别的,并非如他们所言是那些已婚之人,而是那些仍生活在淫乱之中的外邦人,此外还有前述的异端,因他们是不洁与不敬神的。

§3.11.74

ὅθεν καὶ ὁ Παῦλος, πρὸς τοὺς ὁμοίους ἀποτεινόμενος τοῖς εἰρημένοις, ταύτας οὖν ἔχετε τὰς ἐπαγγελίας φησίν, ἀγαπητοί· καθαρίσωμεν ἑαυτῶν τὰς καρδίας ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ· ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. ἐκκλησία δὲ ἄλλον οὐ γαμεῖ τὸν νυμφίον κεκτημένη, ἀλλ’ ὁ καθ’ ἕκαστον ἡμῶν ἣν ἂν βούληται κατὰ τὸν νόμον γαμεῖν, τὸν πρῶτον λέγω γάμον, ἔχει τὴν ἐξουσίαν. φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν, σφόδρα εὐλαβῶς καὶ διδασκαλικῶς εἴρηκεν ὁ ἀπόστολος.

因此保罗也针对与上述类似之人说道:“亲爱的,因此你们有这些应许;我们当洁净自己的心,除去身体和灵魂的一切污秽,敬畏神,得以全然圣洁;因为我以神的愤恨极其爱护你们,因为我曾把你们许配给一个丈夫,要把你们如同贞洁的童女献给基督。” 然而教会既然已有了自己的新郎,便不再嫁与他人;但我们之中的每个人都有权柄照着律法与自己所愿的女子结婚——我是指初婚。 “我只怕你们的心或偏于邪,失去向基督所存的纯一,就像蛇用诡计欺骗了夏娃一样”,使徒极其严谨且具教导意义地如此说道。

§3.11.75

διὸ καὶ ὁ θαυμάσιος Πέτρος φησίν· ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν καλὴν ἔχοντες ἐν τοῖς ἔθνεσιν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἐργασίαν, ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι θεοῦ. ὁμοίως δὲ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας ἕως μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ.

为此,令人赞叹的彼得也说:“亲爱的,我劝你们作寄居的和客旅的,要禁戒肉体的私欲,这私欲是与灵魂争战的;你们在外邦人中应当品行端正,因为神的旨意原是要你们行善,堵住糊涂人的作为;你们虽是自由的,却不可藉着自由遮盖恶毒,总要作神的仆人。” 同样,保罗在《罗马书》中也写道:“我们向罪死了的人,怎可仍在罪中活着呢?因为我们的旧人和他同钉十字架,使罪身灭绝,”直到“也不要把你们的肢体献给罪作不义的器具”。

语法注3 条
  1. 3.11.71τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν

    复合动词 προαναφωνέω(预先宣告)在此支配属格 τῆς ... φωνῆς,体现了由前缀 προ- 引出的比较或时间在先的属格结构(即“在……切近的声音之前预先宣告”)。中性冠词短语 τὸ οὐκ ἐπιθυμήσεις 则充当该动词的直接宾格宾语。

  2. 3.11.71ἐπιθυμήσαντος δὲ ἅπαξ τριάκοντα πενθεῖν ἐπιτρέπειν ἡμέρας κειραμένῃ καὶ τὰς τρίχας

    ἐπιθυμήσαντος 是省略了逻辑主语(承前指未婚男子 τὸν ἄγαμον)的独立属格。而与格分词 κειραμένῃ 则在格上与被俘女子(τῇ αἰχμαλώτῳ)保持一致,作为不定式 πενθεῖν 的逻辑主语。不同的格交替清晰地区分了动情的男子与行哀悼剃发的女子。

  3. 3.11.72σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόντων δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν

    这是一个表示原因的长大独立属格结构。中心词 τῶν ἀνδρῶν 被定语分词短语 τῶν ... ἀναδεδεγμένων 修饰,两个并列分词 σπειράντων 与 ἀναμενόντων 由 μὲν ... δὲ 连接,构成了“当男子们……播种,却不仅等待妊娠而且等待哺乳之时”的因果/条件从属结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:3.11.71-3.11.75