- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.23.144-2.23.147
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了克制情欲以持守婚姻纯洁的必要性,解释了关于休妻与奸淫的圣经诫命与旧约律法如何与福音相契合,并以此结束《缀锦集》第二卷。
θορόντα γοῦν ἔνια αὐτῶν ᾧ κελεύεται καιρῷ εὐθέως ἀπαλλάττεται καταλιπόντα τὴν δημιουργίαν τῇ διοικήσει. τοῖς τραγῳδοποιοῖς δὲ ἡ Πολυξένη καίτοι ἀποσφαττομένη ἀναγέγραπται, ἀλλὰ καὶ θνῄσκουσα ὅμως πολλὴν πρόνοιαν πεποιῆσθαι1 τοῦ εὐσχημόνως πεσεῖν, "κρύπτους̓ ἃ κρύπτειν ὄμματα ἀρρένων ἐχρῆν." ἦν δὲ κἀκείνῃ γάμος ἡ συμφορά. τὸ ὑποπεσεῖν οὖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ ἀμέλει τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. ἡ γοῦν θεία γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπρᾶσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοικείαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι.
总之,它们当中的某些物类,在受到吩咐的时刻交配之后便随即离去,将生殖的工作留给自然的治理。在悲剧诗人笔下,波吕克塞娜虽被割断喉咙,然而在垂死之际仍极其用心于体面地倒下,“遮蔽那理当对男人的目光隐蔽之处”。而对她而言,那场灾祸同样是她的婚礼。因此,屈服并让步于情欲乃是极度的奴役,正如克制情欲确实是唯一的自由。至少神圣的经书说,那些违背诫命的人被卖给外族人,即卖给与本性相悖的罪,直到他们回转悔改。
Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ’ εὐχαριστίας καὶ εὐχομένοις, "ἠμὲν ὅτ’ εὐνάζῃ καὶ ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ, "μαρτυρομένοις τὸν κύριον παρ’ ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος ἄγουσιν. θεοφιλές γὰρ τῷ ὄντι ἀπὸ τῆς γλώττης ἐπὶ τὰ ἔργα τὸ κόσμιον διαχειραγωγεῖν, ὁδὸς δὲ ἐπ’ ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ τέλος ἀμφοῖν ἡ αἰσχρουργία. ὅτι δὲ γαμεῖν ἡ γραφὴ συμβουλεύει οὐδὲ ἀφίστασθαί ποτε τῆς συζυγίας ἐπιτρέπει, ἄντικρυς νομοθετεῖ· οὐκ ἀπολύσεις γυναῖκα πλὴν εἰ μὴ ἐπὶ λόγῳ πορνείας· μοιχείαν δὲ ἡγεῖται τὸ ἐπιγῆμαι ζῶντος θατέρου τῶν κεχωρισμένων.
因此,应当保守婚姻纯洁,如同保守神圣的雕像一般远离玷污之事,在醒来时与主同在,在入睡时心存感谢并献上祈祷,“无论是在你卧下时,还是在圣洁之光到来时”,在我们整个一生中请主为证,在心灵中保持敬虔,并将节制延伸至肉体。因为将端庄从言语引导至行为确为神所喜悦,污言秽语乃通向无耻之途,而二者的终点皆是可耻之行。经书劝人嫁娶且绝不容许背弃结合,正如它明文立法道:“不可休妻,除非是因为淫乱的缘故”;并且它认为,在离异双方有一方尚在世时再婚,即是犯奸淫。
ἀνύποπτον δὲ εἰς διαβολὴν δείκνυσι γυναῖκα τὸ μὴ καλλωπίζεσθαι μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ δεήσεσι προσανέχουσαν ἐκτενῶς, τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς πολλάς, ἀποκλείουσαν δ’ ὡς οἷόν τε αὑτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως, προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ὁ δὲ ἀπολελυμένην λαμβάνων γυναῖκα μοιχᾶται, φησίν, ἐὰν γὰρ τις ἀπολύσῃ γυναῖκα, μοιχᾶται αὐτήν,2 τουτέστιν ἀναγκάζει μοιχευθῆναι. οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τούτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτήν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικί· εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἄνδρα.
此外,使妇人免受毁谤嫌疑的,乃是不浓妆艳抹,亦不逾越合宜的限度来装饰自己,恳切专注于祈祷和恳求,留心避免频繁外出,尽可能避开不相干之人的目光,将操持家务看得重于不合时宜的闲聊。经上说:“娶被休之妇的,就是犯奸淫”;因为“凡休妻的,就是使她犯奸淫”——也就是说,强迫她陷于奸淫。不仅休妻者成为此事的祸首,那接纳她的亦然,因他为这妇人提供了犯罪的契机;因为他若不接纳,她便会回到丈夫身边。
τί οὖν ὁ νόμος; πρὸς ἀναστολὴν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσαν καὶ ἐπὶ τούτῳ ἐλεγχθεῖσαν· ἐὰν δὲ ἱέρεια ᾖ, πυρὶ παραδίδοσθαι προστάττει. λιθοβολεῖται δὲ καὶ ὁ μοιχός, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ τόπῳ, ἵνα μηδὲ ὁ θάνατος αὐτοῖς κοινὸς ᾖ. οὐ δὴ μάχεται τῷ εὐαγγελίῳ ὁ νόμος, συνᾴδει δὲ αὐτῷ. πῶς γὰρ οὐχί, ἑνὸς ὄντος ἀμφοῖν χορηγοῦ τοῦ κυρίου; ἡ γάρ τοι πορνεύσασα ζῇ μὲν τῇ ἁμαρτίᾳ, ἀπέθανεν δὲ ταῖς ἐντολαῖς, ἡ δὲ μετανοήσασα οἷον ἀναγεννηθεῖσα κατὰ τὴν ἐπιστροφὴν τοῦ βίου παλιγγενεσίαν ἔχει ζωῆς, τεθνηκυίας μὲν τῆς πόρνης τῆς παλαιᾶς, εἰς βίον δὲ παρελθούσης αὖθις τῆς κατὰ τὴν μετάνοιαν γεννηθείσης. μαρτυρεῖ τοῖς εἰρημένοις διὰ Ἰεζεκιὴλ τὸ πνεῦμα λέγον· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι. αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ,3 ᾧ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι ᾧ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται. Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς4 διὰ τὸ μῆκός τε καὶ πλῆθος τῶν κεφαλαίων.
那么,律法怎么说呢?为了抑制情欲的易发,律法吩咐将那行奸淫并因此被定罪的妇人处死;若她是女祭司,则吩咐将她付之一炬。奸夫亦被用石头打死,但不是在同一地点,免得连死亡也被他们所共有。可见律法绝不与福音相冲突,而是与之相契合。又怎能不契合呢,既然赐予二者的主乃是同一位?因为那行淫的妇人向着罪活着,却向着诫命死了;而那悔改的妇人,因着生命的归正宛若重获新生,拥有了生命的重生,往昔的淫妇已死,因悔改而生的妇人重新踏入生命。圣灵藉着以西结为所说的话作见证说:“我不喜悦罪人的死亡,惟喜悦他回转。”他们随即被石头打死,乃是因着心蒙脂油,向着他们所不顺从的律法死了;而对于女祭司,刑罚更为加重,因为“多给谁,就向谁多取”。 由于篇幅冗长且章节繁多,我们的第二部《缀锦集》便在此处完结罢。
- 2.23.144ἀναγέγραπται ... πεποιῆσθαι
完成体被动直陈式 ἀναγέγραπται(“被记载”)后接完成体不定式 πεποιῆσθαι。主语 ἡ Πολυξένη 作为主句动词的主格主语,同时兼任不定式的逻辑主语(人称被动句式)。与格 τοῖς τραγῳδοποιοῖς 表示基准或施动者(“在悲剧诗人的记载中/被悲剧诗人记载”)。
- 2.23.146μοιχᾶται αὐτήν
动词 μοιχάω 通常作中间态表示“犯奸淫”,此处接宾格代词 αὐτήν,具有使役含义(“使她犯奸淫”)。克莱门特紧随其后的解释 τουτέστιν ἀναγκάζει μοιχευθῆναι(“即强迫她陷于奸淫”)明确证实了这一构文理解。
- 2.23.147ἀποθανόντες τῷ νόμῳ
与格 τῷ νόμῳ 作关系与格(“相对于律法/在律法面前”),表明被处以石刑者就其所违抗的律法而言,在法理与属灵意义上已成为死人。
- 2.23.147Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς
使用第三人称单数完成体被动命令式 περιγεγράφθω(“让它被完结”)构成的卷末惯用套语。与格 ἡμῖν 作关联或主体与格(“对我们而言 / 我们的”)。
