← 亚历山太的革利免

杂记

§2.9.43-2.9.45

外邦人的蒙召与旧约义人的救赎及诸美德

本段论述了外邦人的蒙召以及依照《牧人书》对旧约义人死后受洗与得救的阐释,阐明诸美德的相依相随,并指出经由惊异、智慧与哲学,通过作为大祭司的道而与神相似的途径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.43

ὅθεν εἴρηται τούτοις παρὰ Μωυσέως· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς, τῷ εἰς ὑπακοὴν δηλονότι εὐτρεπεῖ γενομένῳ. καὶ διὰ Ἡσαΐου εὑρέθην λέγει τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, πρὸ τῆς τοῦ κυρίου παρουσίας δηλαδή, μεθ’ ἣν καὶ τῷ Ἰσραὴλ ἐκεῖνα τὰ προφητευθέντα οἰκείως λέγεται νῦν· ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ὁρᾷς τὴν αἰτίαν τῆς ἐξ ἐθνῶν κλήσεως σαφῶς πρὸς τοῦ προφήτου ἀπείθειαν τοῦ λαοῦ καὶ ἀντιλογίαν εἰρημένην;1 εἶθ’ ἡ ἀγαθότης καὶ ἐπὶ τούτοις δείκνυται τοῦ θεοῦ· φησὶ γὰρ ὁ ἀπόστολος· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτοὺς καὶ μετανοῆσαι βουληθῆναι. ὁ Ποιμὴν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἶδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος δίκαιος.

因此,借着摩西对他们说:“我要用那不成子民的惹动你们嫉妒,用愚昧的国民触动你们发怒”,显然是指那已经预备顺服的国民。他又借着以赛亚说:“没有寻找我的,我叫他们遇见;没有求问我的,我向他们显现”,这显然是在主降临之前;在此之后,那些预言之辞如今也适切地对以色列说:“我整天向那悖逆顶撞的百姓伸手。” 你是否看见,外邦人蒙召的原因被先知明确说成是百姓的悖逆与顶撞?随后,神的良善在此事上也得以显明;因为使徒说:“反倒因他们的过失,救恩便临到外邦人,为要激发他们发愤(嫉妒)”,并愿意悔改。而《牧人书》则纯粹将此话应用于那些已经睡了的人,知道无论是在主的降临之前,还是在律法之前,在外邦人与犹太人中间都有某些因蒙神喜悦而称义的人,如亚伯、如挪亚、或任何其他的义人。

§2.9.44

φησὶ γοῦν τοὺς ἀποστόλους καὶ διδασκάλους τοὺς κηρύξαντας τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κοιμηθέντας τῇ δυνάμει καὶ τῇ πίστει κηρῦξαι τοῖς προκεκοιμημένοις. εἶτα ἐπιφέρει· καὶ αὐτοὶ ἔδωκαν αὐτοῖς τὴν σφραγῖδα τοῦ κηρύγματος. κατέβησαν οὖν μετ’ αὐτῶν εἰς τὸ ὕδωρ καὶ πάλιν ἀνέβησαν. ἀλλ’ οὗτοι ζῶντες κατέβησαν καὶ πάλιν ζῶντες ἀνέβησαν· ἐκεῖνοι δὲ οἱ προκεκοιμημένοι νεκροὶ κατέβησαν, ζῶντες δὲ ἀνέβησαν, διὰ τούτων οὖν ἐζωοποιήθησαν καὶ ἐπέγνωσαν τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. διὰ τοῦτο καὶ συνανέβησαν μετ’ αὐτῶν καὶ συνήρμοσαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἀλατόμητοι συνῳκοδομήθησαν· ἐν δικαιοσύνῃ γὰρ ἐκοιμήθησαν καὶ ἐν μεγάλῃ ἁγνείᾳ, μόνην δὲ τὴν σφραγῖδα ταύτην οὐκ ἔσχον. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος κατὰ τὸν ἀπόστολον.

无论如何,他说那些宣讲神儿子之名并在权能与信心之中睡了的使徒和教师们,也向那些先已睡了的人传道。接着他又补充道:“他们便将宣道的印记赐给了他们。于是他们同他们一同下到水里,又重新上来。但这些人是活着下去,活着重新上来;而那些先已睡了的人乃是死了下去,却活着上来。因此,借着这些人,他们得以活过来,并认识了神儿子的名。正因如此,他们也同他们一同上来,被安置在建造的高塔之中,未经凿削便一同建造成形;因为他们是在公义与极大的纯洁中睡了,唯独缺少了这印记。”因为使徒说:“没有律法的外邦人,若顺着本性行律法上的事,他们虽然没有律法,自己就是自己的律法。”

§2.9.45

Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε,2 εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει συμπεραιοῦται εἰς ἀγάπην, ἣ δὲ τῇ γνώσει τελειοῦται; ἐκεῖνο δὲ ἐξ ἀνάγκης παρασημειωτέον ὡς μόνον τὸ θεῖον σοφὸν εἶναι φύσει νοεῖσθαι χρή· διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειαν· κἀνταῦθά που εἴληπται ἡ τελείωσις τῆς γνώσεως. φιλεῖ δὲ καὶ ἀγαπᾷ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι’ ἀγάπην ἤδη φίλος νομισθείς.3 ταύτης δὲ ἀρχὴ τὸ θαυμάσαι τὰ πράγματα, ὡς Πλάτων ἐν Θεαιτήτῳ λέγει, καὶ Ματθίας ἐν ταῖς Παραδόσεσι παραινῶν θαύμασον τὰ παρόντα, βαθμὸν τοῦτον πρῶτον τῆς ἐπέκεινα γνώσεως ὑποτιθέμενος· ᾗ κἀν τῷ καθ’ Ἑβραίους εὐαγγελίῳ ὁ θαυμάσας βασιλεύσει γέγραπται καὶ ὁ βασιλεύσας ἀναπαήσεται. ἀδύνατον οὖν τὸν ἀμαθῆ, ἔστ’ ἂν μένῃ ἀμαθής, φιλοσοφεῖν, τόν γε μὴ ἔννοιαν σοφίας εἰληφότα, φιλοσοφίας οὔσης ὀρέξεως τοῦ ὄντως ὄντος καὶ τῶν εἰς τοῦτο συντεινόντων μαθημάτων. κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι’ οὗ καθορᾶται τὰ κατ’ ἀλήθειαν καλὰ καὶ δίκαια. εὐσέβεια ἔστι πρᾶξις ἑπομένη καὶ ἀκόλουθος θεῷ.

那么,关于美德如何彼此相随,还有什么可说的呢?因为已经证明:信心立于悔改与盼望之上,敬虔立于信心之上,而对于这些的坚守与操练,连同学习,最终归结于仁爱,仁爱又借着认识(真知)而得以完满。然而必须指出的是,应当理解为唯独神性在本质上是智慧的;因此智慧乃是传授真理的神之大能;在此大抵已领悟了真知的完满。哲学家喜欢并热爱真理,因着爱,从忠实的侍者已被视为朋友。而它的开端在于对事物的惊异,正如柏拉图在《泰阿泰德篇》中所说,又如马提亚在《传统》中规劝说:“惊异于眼前之物”,并将此视为通往更高真知的第一个阶梯;依此,在《希伯来人福音》中也记载着:“惊异者必为王,为王者必得安息。” 因此,无知之人只要依然无知,就不可能从事哲学,至少对于未曾领受智慧概念的人是如此;因为哲学乃是对真实存在者以及指向此的学科的渴慕。即便有些人已经操练于行善,但关于如何运用与如何行事的知识亦必须一同研求,由此人得以与神相似——我指的是救主神——借着身为大祭司的道服侍万物的神,借着道,那真实美善与公义的事物得以被洞见。虔敬乃是顺从并跟随神之行动。

语法注3 条
  1. 2.9.43ὁρᾷς τὴν αἰτίαν τῆς ἐξ ἐθνῶν κλήσεως σαφῶς πρὸς τοῦ προφήτου ἀπείθειαν τοῦ λαοῦ καὶ ἀντιλογίαν εἰρημένην;

    介词短语 πρὸς τοῦ προφήτου 表示被动语态的动作发出者(πρός 接属格相当于 ὑπό,意为“被先知”)。分词 εἰρημένην 修饰宾格宾语 τὴν αἰτίαν,并支配宾格补足语 ἀπείθειαν ... καὶ ἀντιλογίαν,构成双宾格述谓结构,即“外邦人蒙召的原因被宣称为百姓的悖逆与顶撞”。

  2. 2.9.45ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε

    ἐπιδεδειγμένου 是完成时被动分词构成的非人称属格独立结构,其后整个 ὡς 从句充当其实质主语(“既然已经证明……”),为主句的疑问 τί χρὴ λέγειν 提供了原因背景。

  3. 2.9.45ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι’ ἀγάπην ἤδη φίλος νομισθείς

    在由带冠词不定式构成的介词短语 ἐκ τοῦ ... εἶναι 内部,表语补足语 θεράπων ... γνήσιος 采用了主格形式而非宾格。这是因为不定式的逻辑主语与主句主语 ὁ φιλόσοφος 一致而发生的主格同化现象。分词 νομισθείς 修饰主语 ὁ φιλόσοφος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.9.43-2.9.45