← 亚历山太的革利免

杂记

§2.10.46-2.10.47

真知者的三要素与遵行神命

克莱门指出真正的真知者所必须坚持的三件事为沉思、实行诫命与造就善人,并引用《利未记》经文论述弃绝世俗恶习、遵守神的诫命,以及由此通向生命与对神的认识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.46

Τριῶν τοίνυν τούτων ἀντέχεται ὁ ἡμεδαπὸς φιλόσοφος, πρῶτον μὲν τῆς θεωρίας, δεύτερον δὲ τῆς τῶν ἐντολῶν ἐπιτελέσεως, τρίτον ἀνδρῶν ἀγαθῶν κατασκευῆς· ἃ δὴ συνελθόντα τὸν γνωστικὸν ἐπιτελεῖ.1 ὅ τι δ’ ἂν ἐνδέῃ τούτων, χωλεύει τὰ τῆς γνώσεως. ὅθεν θείως ἡ γραφή φησι· καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε· καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε· τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε, πορεύεσθαι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου, καὶ ποιήσετε αὐτά. ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

因此,我们这类的哲学家紧紧坚持这三件事:第一是沉思,第二是践行诫命,第三是造就善人;这三者汇合在一起,便造就了完全的真知者(诺斯替者)。但这些之中若有任何一件欠缺,真知的诸事便会残缺跛行。因此,圣经带着神圣的启示说: “耶和华对摩西说:你晓谕以色列人说:我是耶和华你们的神。你们从前住的埃及地的风俗,你们不可照着行;我要领你们进入的迦南地的风俗,你们也不可照着行,也不可照他们的规矩行。你们要遵行我的典章,谨守我的律例,按此而行:我是耶和华你们的神。所以你们要守我的一切律例,并要遵行;人若遵行,就必因此活着:我是耶和华你们的神。”

§2.10.47

εἴτ’ οὖν κόσμου καὶ ἀπάτης εἴτε παθῶν καὶ κακιῶν σύμβολον Αἴγυπτος καὶ ἡ Χανανῖτις γῆ, ὧν μὲν ἀφεκτέον, ὁποῖα δὲ ἐπιτηδευτέον ὡς θεῖα καὶ οὐ κοσμικά, ἐπιδείκνυσιν2 ἡμῖν τὸ λόγιον. ὅταν δὲ εἴπῃ ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοῖς, τήν τε Ἑβραίων αὐτῶν ἐπανόρθωσιν τήν τε τῶν πέλας, ἡμῶν3 αὐτῶν, συνάσκησίν τε καὶ προκοπὴν ζωὴν λέγει αὐτῶν τε καὶ ἡμῶν. οἱ γάρ νεκροὶ τοῖς παραπτώμασι συζωοποιοῦνται Χριστῷ διὰ τῆς ἡμετέρας διαθήκης. πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη. αὕτη ἂν εἴη μόνη ἡ τῆς σοφίας γνῶσις, ἧς οὐδέποτε χωρίζεται ἡ δικαιοπραγία.

因此,无论埃及与迦南地是世界与欺骗的象征,抑或情欲与恶德的象征,这圣言都向我们表明了当远离何事,以及当作为属神而非属世的事去践行何等的事。而当它说“遵行的人就必因此活着”时,乃是将希伯来人自身的归正,以及身为其邻人的我们自身的共同操练与长进,称为他们与我们的“生命”。 因为借着我们的约,“那因过犯而死的人与基督一同活过来”。圣经屡次重申“我是耶和华你们的神”这一句话,既极具规劝之意地令人心生敬畏,教导人顺从那颁布诫命的神;又柔和地提醒人们当寻求神,并尽力去认识神——这乃是至高的沉思,即最高的奥秘洞察,真正的知识,借着道(理性)成为不可动摇之物。这便是智慧独一的真知,公义的行为绝不与之分离。

语法注3 条
  1. 2.10.46ἃ δὴ συνελθόντα τὸν γνωστικὸν ἐπιτελεῖ

    关系代词 ἃ 为中性复数主格,先行词为前文提及的三项要素(θεωρία、ἐπιτέλεσις、κατασκευή),并与分词 συνελθόντα 一致。谓语动词 ἐπιτελεῖ 采用第三人称单数,符合中性复数主语接单数动词的古典希腊语语法规则。其直接宾语为 τὸν γνωστικόν,全句意为“这些汇合在一起,便造就了完全的真知者”。

  2. 2.10.47ὧν μὲν ἀφεκτέον, ὁποῖα δὲ ἐπιτηδευτέον ὡς θεῖα καὶ οὐ κοσμικά, ἐπιδείκνυσιν

    动形容词 ἀφεκτέον 与 ἐπιτηδευτέον 的非人称结构构成了间接疑问从句,作为主动词 ἐπιδείκνυσιν 的宾语。由于 ἀπέχομαι 要求属格,故代词用属格 ὧν;而 ἐπιτηδεύω 要求宾格,故用宾格 ὁποῖα。

  3. 2.10.47τήν τε Ἑβραίων αὐτῶν ἐπανόρθωσιν τήν τε τῶν πέλας, ἡμῶν αὐτῶν, συνάσκησίν τε καὶ προκοπὴν ζωὴν λέγει αὐτῶν τε καὶ ἡμῶν

    此句为动词 λέγει 所支配的双宾格(直接宾格+谓语宾格)结构。直接宾语为 τήν τε ... ἐπανόρθωσιν 以及 τήν τε ... συνάσκησίν τε καὶ προκοπήν,谓语宾格为 ζωὴν αὐτῶν τε καὶ ἡμῶν。全句意为“把希伯来人自身的归正,以及身为其邻人的我们自身的共同操练与长进,称为他们与我们的‘生命’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.10.46-2.10.47