- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.9.41-2.9.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中阐述了从对神的敬畏上升至悔改、盼望乃至仁爱的属灵进阶,结合经文与名言界定了款待、弟兄相爱与心意相通的本质,并对照揭示了犹太人因缺乏真知识而仅凭字句之惧顺从律法的偏误。
Ἀνάγει γοῦν ὁ τοιοῦτος φόβος ἐπί τε τὴν μετάνοιαν ἐπί τε τὴν ἐλπίδα. ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ εὐεμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι1 κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων. ὁ δὲ ἑταῖρος ἕτερος ἐγώ· ᾗ καὶ ἀδελφοὺς τοὺς τῷ αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν. παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων· ξένοι δὲ ὧν ξένα τὰ κοσμικά.2 κοσμικοὺς γὰρ τοὺς εἰς γῆν ἐλπίζοντας καὶ τὰς σαρκικὰς ἐπιθυμίας ἐξακούομεν· μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. ἀναστρέφει τοίνυν ἡ φιλοξενία περὶ τὸ ὠφέλιμον τοῖς ξένοις, ξένοι δὲ οἱ ἐπίξενοι, ἐπίξενοι δὲ οἱ φίλοι, φίλοι δὲ οἱ ἀδελφοί· φίλε κασίγνητε φησὶν Ὅμηρος, ἥ τε φιλανθρωπία, δἰ ἣν καὶ ἡ φιλοστοργία, φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα, ἥ τε φιλοστοργία, φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων, συμπαρομαρτοῦσιν ἀγάπῃ.
因此,这样的惧怕既引导人悔改,又引导人盼望。而盼望乃是对美好之事的期待,即对缺失之善事的良好期望。确实,易于领受的心态亦被视为归于盼望,我们已知晓这盼望会携手引人走向仁爱。爱乃是依于理性、生命与行事为人方面的一致,或者简而言之,是生命的相通,或是伴随着关乎与同伴交往的正当理性而有的友谊与慈爱的殷切。同伴乃是另一个自己;正因如此,我们称那些蒙同一之道重生的人为弟兄。伴随于仁爱的还有好客,这是一种关乎对待外人的专心热忱;而外人就是世俗事物对其而言是陌生的人。因为我们将寄望于尘世和肉体欲望的人理解为属世之人;“不要效法这个世代,”使徒说,“只要藉着心意的更新而变化,叫你们察验何为神的善良、纯全、可喜悦的旨意。”因此,好客围绕着对外人有益之事展开;外人即是宾客,宾客即是朋友,朋友即是弟兄;“亲爱的弟兄,”荷马如是说;而通过其促成亲情的人道(即与人之间友善的交际),以及对关怀朋友或家人之专心热忱的亲情,均与仁爱相伴随。
εἰ δ’ ὁ τῷ ὄντι ἄνθρωπος ὁ ἐν ἡμῖν ἐστιν ὁ πνευματικός, φιλαδελφία ἡ φιλανθρωπία τοῖς τοῦ αὐτοῦ πνεύματος κεκοινωνηκόσιν· στέρξις δ’ αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως, ἀγάπησις δὲ ἀπόδεξις παντελής, καὶ τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤθει, ἀγόμενόν τε καὶ ἀπαγόμενον·3 ἄγονται δὲ εἰς ταὐτότητα δἰ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν· καὶ γὰρ ἡ ὁμογνωμοσύνη συμφωνία γνωμῶν. καὶ ἡ ἀγάπη φησὶν ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοί τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε καὶ τὰ ἑξῆς ἕως εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. ἔπειτα μὴ νικῶ λέγει ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἰουδαίοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· οὐ γὰρ τὸ βούλημα τοῦ νόμου ἔγνωσάν τε καὶ ἐποίησαν, ἀλλ’ ὃ ὑπέλαβον αὐτοί, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ᾠήθησαν· οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην, ὁ ὑπὸ νόμου προφητευθείς, παντὶ τῷ πιστεύοντι.
倘若在我们内里的真实之人乃是属灵之人,那么对于共享同一位圣灵之人而言,人道就是弟兄之爱;而眷爱又是恩惠或爱意的守持,爱意乃是完全的接纳,去爱乃是对品性的悦纳,既受其引导又被其感化;而他们借着一致(即对共同美善之事的认识)被引向合一;因为意见一致乃是诸般判断的和谐。并且他说:“爱对我们不可虚假;我们自己也要变得厌恶恶,亲近善;并以弟兄之爱,”等等,直到“若是能行,总要尽力与众人和睦。”接着他说:“不可为恶所胜,反要以善胜恶。”同一位使徒还承认向犹太人作见证说:“他们向神有热心,但不是按着真知识;因为不知道神的义,想要立自己的义,就不服神的义了。”因为他们既未晓得律法的旨意,亦未践行,反而把自己所揣度的当作律法的意愿;他们未曾信赖律法如先知般的预言,仅凭空洞的言语与惧怕顺从,却未凭心性与信心顺从;“因为律法的总结就是基督,使凡信祂的都得着义”——即那位蒙律法所预言的基督。
- 2.9.41συνελόντι φάναι
由表示限制或判断视角的与格分词(συνελόντι,动词 συναιρέω 的不定过去时分词)与不定式 φάναι 构成的习惯用语,意为“简而言之”或“概括而言”。
- 2.9.41ξένοι δὲ ὧν ξένα τὰ κοσμικά
关系代词 ὧν 作所有属格(或关涉属格),构成从句“对他们而言(ὧν)属世之事(τὰ κοσμικά)乃是陌生的(ξένα)”。主句及关系从句中均省略了系动词 εἰσίν。
- 2.9.42ἀγόμενόν τε καὶ ἀπαγόμενον
阳性单数宾格现在时被动态分词,与前面不定式短语(τὸ ἀγαπᾶν ἀρέσκεσθαι τῷ ἤθει)中隐含的宾格逻辑主语(即施爱者)一致,描写出在爱之中“既被引导又被感化/吸引”的响应性心理状态。
