- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.8.38-2.8.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在借由无知属于善抑或恶的抉择揭露诺斯底派的逻辑破绽后,作者论证了出于律法的惧怕乃是训育性的善而非情欲,对真神的敬畏实则是因惧怕离弃神并远离恶事的虔敬畏敬。
πότερον οὖν τῶν καλῶν ἢ φαύλων ἡ ἄγνοια; ἀλλ’ εἰ μὲν τῶν καλῶν, τί παύεται ἐκπλήξει; καὶ παρέλκει ὁ διάκονος αὐτοῖς καὶ τὸ κήρυγμα καὶ τὸ βάπτισμα. εἰ δὲ τῶν φαύλων, πῶς τῶν καλλίστων αἴτιον τὸ κακόν; εἰ μὴ γὰρ προϋπῆρχεν ἄγνοια, οὐκ ἂν ὁ διάκονος κατῆλθεν, οὐδ’ ἂν ἔκπληξις εἷλε τὸν Ἄρχοντα, ὡς αὐτοὶ λέγουσιν, οὐδ’ ἂν ἀρχὴν σοφίας ἐκ τοῦ φόβου ἔλαβεν εἰς τὴν φυλοκρίνησιν τῆς τε ἐκλογῆς τῶν τε κοσμικῶν. εἰ δὲ ὁ φόβος τοῦ προόντος Ἀνθρώπου ἐπιβούλους τοῦ σφετέρου πλάσματος πεποίηκε τοὺς ἀγγέλους, ὡς ἐνιδρυμένου τῷ δημιουργήματι ἀοράτου τοῦ σπέρματος τῆς ἄνωθεν οὐσίας, ἢ ὑπολήψει κενῇ παρεζήλωσαν, ὅπερ ἀπίθανον, ἀγγέλους δημιουργίας ἧς ἐπιστεύθησαν οἷον τέκνου τινὸς αὐθέντας γενέσθαι, ἄγνοιαν πᾶσαν κατεγνωσμένους·1 ἢ προγνώσει ἐνεχόμενοι κεκίνηνται, ἀλλ’ οὐκ ἂν ἐπεβούλευσαν δι’ οὗ ἐπεχείρησαν, ᾧ προέγνωσαν,2 οὐδ’ ἂν κατεπλάγησαν τὸ ἔργον τὸ αὑτῶν, ἐκ προγνώσεως τὸ ἄνωθεν σπέρμα νενοηκότες· ἢ τὸ τελευταῖον γνώσει πεποιθότες ἐτόλμησαν· ὃ καὶ αὐτὸ ἀδύνατον, μαθόντας τὸ διαφέρον τὸ ἐν πληρώματι Ἀνθρώπῳ ἐπιβουλεύειν, ἔτι καὶ τὸ κατ’ εἰκόνα, ἐν ᾧ καὶ τὸ ἀρχέτυπον καὶ τὸ σὺν τῇ γνώσει τῇ λοιπῇ ἄφθαρτον παρειλήφεσαν.
那么,无知是属于善事之列,还是属于恶事之列呢?若是属于善事,为何又因惊愕而终止?对他们而言,仆役、宣道与洗礼便成了多余之物。若是属于恶事,恶又怎能成为至善之事的肇因?因为倘若无知不曾预先存在,仆役就不会降下,执政官也不会如他们所说的那样被惊愕所俘获,他也绝不会从惧怕中领受智慧的开端,以辨别选民与属世之人。如果对先在之“人”的惧怕使天使们成为图谋加害自己受造物的凶手,理由是天上方本体的隐秘种子安设于这制品之中,那么他们要么是因空洞的臆测而生嫉妒——天使们被断定全然无知,竟成为受托于自己之受造物(宛如自己孩子)的杀害者,这乃是不可信的——;要么是受到预知的驱使而行动,但他们若预先知晓,便绝不会借所尝试的方式图谋加害他们预知的那一位,他们若凭预知理解了上方的种子,也绝不会为自己的作品惊愕;或者最后,他们是倚仗知识而敢于此举,然而这本身也是不可能的,即他们既然得知了那卓越者,竟会图谋加害在“圆满(普勒洛玛)”中的“人”,甚至加害那“照着形象”所造的物——在其中他们领受了原型,并连同其余知识一同领受了不朽之物。
Τούτοις τε οὖν αὐτοῖς καὶ ἑτέροις τισί, μάλιστα δὲ τοῖς ἀπὸ Μαρκίωνος ἐμβοᾷ οὐκ ἐπαΐουσιν ἡ γραφή· ὁ δὲ ἐμοῦ ἀκούων ἀναπαήσεται ἐπ’ εἰρήνης πεποιθώς, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. τί τοίνυν τὸν νόμον βούλονται; κακὸν μὲν οὖν οὐ φήσουσι, δίκαιον δέ, διαστέλλοντες τὸ ἀγαθὸν τοῦ δικαίου.3 ὁ δὲ κύριος φοβεῖσθαι τὸ κακὸν προστάττων οὐ κακῷ τὸ κακὸν ἀπαλλάττει, τῷ δὲ ἐναντίῳ τὸ ἐναντίον καταλύει. ἀγαθῷ δὲ κακὸν ἐναντίον, ὡς δίκαιον ἀδίκῳ. εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶν· φόβῳ δὲ ἀφοβίαν εἰσάγων οὐ πάθει ἀπάθειαν, παιδείᾳ δὲ μετριοπάθειαν ἐμποιεῖ.4 ἐπὰν οὖν ἀκούσωμεν· τίμα τὸν κύριον καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον, τὸ φοβεῖσθαι ἁμαρτάνειν, ἕπεσθαι δὲ ταῖς ὑπὸ θεοῦ δοθείσαις ἐντολαῖς τιμὴν εἶναι τοῦ θεοῦ ἐκδεχόμεθα.
因此,经上正对着这些人以及其他某些人,尤其是那些不肯倾听的马吉安追随者高声宣告: “听从我的,必安然信赖而得安息,安静无所惧怕,脱离一切灾祸。” 那么,他们究竟将律法当作什么?他们固然不肯说它是恶,却说它是公义的,以此将善与公义区分开来。然而主在吩咐人惧怕恶时,并非以恶除恶,而是以相反之物消灭相反之物。恶与善相反,正如同公义与不义相反。因此,主若将敬畏主所作成的果效称为离弃恶事的无所惧怕,那么敬畏便是善的,出于律法的惧怕不仅是公义的,而且也是除灭恶毒的善;它借着惧怕引入无所惧怕,并非借激情引入无激情,而是借训育产生情欲的节制。因此,当我们听见: “敬重主,你便刚强;除祂以外,不可惧怕别样,”我们便领会到:惧怕犯罪并遵行神所赐的诫命,就是敬重神。
δέος δέ ἐστι φόβος θείου. ἀλλ’ εἰ καὶ πάθος ὁ φόβος, ὡς βούλονταί τινες, ὅτι φόβος ἐστὶ πάθος, οὐχ ὁ πᾶς φόβος πάθος. ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα ἐκπαθῶν τε καὶ ἐμπαθῶν· ἔμπαλιν οὖν ὁ τοῦ ἀπαθοῦς θεοῦ φόβος ἀπαθής· φοβεῖται γάρ τις οὐ τὸν θεόν, ἀλλὰ τὸ ἀποπεσεῖν τοῦ θεοῦ· ὁ δὲ τοῦτο δεδιὼς τὸ τοῖς κακοῖς περιπεσεῖν φοβεῖται καὶ δέδιεν τὰ κακά· ὁ δεδιὼς δὲ τὸ πτῶμα ἄφθαρτον ἑαυτὸν καὶ ἀπαθῆ εἶναι βούλεται. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων μίγνυται πεποιθώς, ἡ γραφὴ λέγει· αὖθίς τε ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος φησίν.
畏敬乃是对神圣之物的惧怕。即使惧怕如某些人所愿是一种激情——因惧怕乃是激情——,也并非一切惧怕都是激情。迷信诚然是一种激情,乃是对狂乱而受激情支配之鬼魔的惧怕;反之,对不为激情所动的神的敬畏则是超越激情的;因为人所惧怕的并非神本身,而是从神面前堕落;凡惧怕这一点的,便是惧怕陷入恶事并畏惧恶事;而惧怕堕落的人,乃是愿自己成为不朽且不受激情支配的。 “智慧人有所惧怕而远离恶事,愚昧人却自信而与恶混杂,”经上这样说;又说: “在敬畏主之中,有力量的盼望。”
- 2.8.38ἀγγέλους δημιουργίας ἧς ἐπιστεύθησαν οἷον τέκνου τινὸς αὐθέντας γενέσθαι, ἄγνοιαν πᾶσαν κατεγνωσμένους
此句为接在 ὅπερ ἀπίθανον [ἐστί](“这是不可信的”)之后充当说明的宾格与不定式结构(ἀγγέλους... γενέσθαι)。名词 αὐθέντας 在此意为“杀害者”或“亲手毁灭者”。κατεγνωσμένους 是阳性复数完成时被动分词宾格,与 ἀγγέλους 一致,意为“被判定为全然无知的”。
- 2.8.38ἀλλ’ οὐκ ἂν ἐπεβούλευσαν δι’ οὗ ἐπεχείρησαν, ᾧ προέγνωσαν
此处为非真实条件句(ἄν + 不定过去时直陈语气)。关系代词 ᾧ 的先行词是前文中提到的“先在之人”(τῷ προόντι Ἀνθρώπῳ);ᾧ 既作为主句动词 ἐπεβούλευσαν 的与格补足语,同时也充当关系从句内动词 προέγνωσαν 的对象。
- 2.8.39διαστέλλοντες τὸ ἀγαθὸν τοῦ δικαίου
τοῦ δικαίου 是动词 διαστέλλω(“区分、分离”)所带的分离属格。此处指的是马吉安派将福音中“至善的神”与旧约律法中“公义的造物主神”截然划分对立的教义。
- 2.8.39παιδείᾳ δὲ μετριοπάθειαν ἐμποιεῖ
此处出现了亚里士多德与逍遥学派所倡导的“情欲之节制”(μετριοπάθεια),用以与斯多亚学派的“绝然无情欲”(ἀπάθεια)相对照。作者论证说,出于律法的惧怕并不是要消灭情感,而是通过训育使情欲归于适度与中庸。
