- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.8.36-2.8.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免引用并批驳了诺斯替派巴西里德与瓦伦廷将“敬畏主”解释为执政官及天使之惊愕与惧怕的学说,指出在独一的真正本原之下,惧怕只是教导顽梗之人的训育工具,并驳斥了将神自身置于无知与激情之中的谬论。
Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι1 τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ’ ἐλπίδας εὐηγγελισμένον, καὶ τὴν ἔκπληξιν αὐτοῦ φόβον κληθῆναι ἀρχὴν γενόμενον σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς· οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει, ἔοικε δὲ καὶ Οὐαλεντῖνος ἔν τινι ἐπιστολῇ τοιαῦτά τινα ἐν νῷ λαβὼν αὐταῖς γράφειν ταῖς λέξεσι· καὶ ὡσπερεὶ φόβος ἐπ’ ἐκείνου τοῦ πλάσματος ὑπῆρξε τοῖς ἀγγέλοις, ὅτε μείζονα ἐφθέγξατο τῆς πλάσεως2 διὰ τὸν ἀοράτως ἐν αὐτῷ σπέρμα δεδωκότα τῆς ἄνωθεν οὐσίας καὶ παρρησιαζόμενον· οὕτω καὶ ἐν ταῖς γενεαῖς τῶν κοσμικῶν ἀνθρώπων φόβοι τὰ ἔργα τῶν ἀνθρώπων τοῖς ποιοῦσιν ἐγένετο, οἷον ἀνδριάντες καὶ εἰκόνες καὶ πάνθ’ ἃ χεῖρες ἀνύουσιν εἰς ὄνομα θεοῦ· εἰς γὰρ ὄνομα Ἀνθρώπου πλασθεὶς Ἀδὰμ φόβον παρέσχεν προόντος Ἀνθρώπου. ὡς δὴ αὐτοῦ ἐν αὐτῷ καθεστῶτος καὶ κατεπλάγησαν καὶ ταχὺ τὸ ἔργον ἠφάνισαν.
在此,巴西里德的门徒们解释这句经文时说,执政官自己在听见服役之灵的言语后,因那出乎意料地传给他的福音,为所听见和所看见的惊愕不已,而他的惊愕被称为“惧怕”,成为辨别部族、分界、成全与恢复之智慧的开端;因为统管万有者不仅区分了世界,也区分了选民,并将他们送出。瓦伦廷似乎也在某一封信中怀着类似的想法,用原原本本的文字这样写道: “正如同当天使们因那无形地将上方本体的种子放置于他之内并放胆直言者的缘故,听见那受造物发出超越其受造限度的言语时,便对那受造物心生惧怕一样;在属世之人的世代中,人们的作品对制造它们的人也成了惧怕,例如雕像、画像以及凡人手奉神之名所造的一切;因为亚当是奉‘人’之名被造的,从而引发了对先在之‘人’的惧怕。天使们仿佛看见那先在者亲自立于他之中,既惊愕万分,又迅速毁坏了这件作品。”
Μιᾶς δ’ οὔσης ἀρχῆς, ὡς δειχθήσεται ὕστερον, τερετίσματα καὶ μινυρίσματα ἀναπλάσσοντες οἵδε οἱ ἄνδρες φανήσονται. ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῷ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις· οὓς γὰρ οὐχ αἱρεῖ λόγος, τιθασεύει τούτους φόβος. ὃ καὶ προϊδὼν ἄνωθεν ὁ παιδεύων λόγος ἑκατέρῳ τῶν τρόπων, ἐκκαθαίρων οἰκείως εἰς θεοσέβειαν, ἥρμοσεν ὄργανον. ἔστι μὲν οὖν ἡ ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπ’ ἀπροσδοκήτῳ φαντασίᾳ, † ἅτε καὶ ἀγγελίας. φόβος δὲ ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα. οὐ συνορῶσι τοίνυν ἐμπαθῆ ποιήσαντες δι’ ἐκπλήξεως τὸν μέγιστον καὶ πρὸς αὐτῶν ἀνυμνούμενον θεὸν καὶ πρό τῆς ἐκπλήξεως ἐν ἀγνοίᾳ γενόμενον. εἰ δὴ ἄγνοια προκατῆρξε τῆς ἐκπλήξεως, ἡ δ’ ἔκπληξις καὶ ὁ φόβος ἀρχὴ σοφίας τοῦ θεοῦ γεγένηται, κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς.3
然而,既然只有独一的本原(如后文将要证明的那样),这些人便将显出是在虚构空话与呓语。既然在神看来,借着主从律法与先知接受初步训练是有益的,故而经上说“敬畏主是智慧的开端”,这是主借着摩西赐给悖逆和刚硬之人的;因为理性所不能降服的人,惧怕能使其驯化。那训育的道从上方预见了这一点,便为了敬虔而适当地加以洁净,使工具协调适用于这两种方式。其实,惊愕乃是因不寻常的幻象或对不可预料的幻象而起的惧怕,† 亦如对信息一般。而惧怕乃是针对既成之事或现存之事,或者是压倒性的惊异。因此,他们并未察觉到,自己借由惊愕使得他们所赞美的至高无上的神变得受激情支配,且在惊愕之前处于无知之中。假若无知确实先于惊愕,而惊愕与惧怕成了神智慧的开端,那么令人担忧的是,无知竟然成了神的智慧、全宇宙的创造、乃至选民自身的恢复的原初肇因。
- 2.8.36αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι
由主动词 φασίν(他们说)所支配的带不定式的宾格句式。其逻辑主语是 αὐτὸν Ἄρχοντα(执政官自己),分词 ἐπακούσαντα 与 εὐηγγελισμένον 与之一致。不定式 ἐκπλαγῆναι 表示“感到惊愕”。
- 2.8.36μείζονα ἐφθέγξατο τῆς πλάσεως
τῆς πλάσεως 是与比较级中性复数宾格 μείζονα(更大事物)连用的比较属格,意指该受造物“说出了超越其受造限度(或受造成分)的伟大言辞”。
- 2.8.37κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς
这是 κινδυνεύει + 不定式(προκατάρχειν)的句式,表示“有……的危险/可能导致……荒谬后果”。不定式的逻辑主语是 ἄγνοια(无知),而动词 προκατάρχειν 支配一系列属格短语(τῆς σοφίας, τῆς κοσμοποιίας, τῆς ἀποκαταστάσεως),表达“作为肇因而先行于……”之意。
