← 亚历山太的革利免

杂记

§2.7.32-2.7.35

律法中惧怕的本质及其教导作用

革利免反驳了那些排斥律法及其惧怕的观点,论证了律法的惧怕乃是合乎理性的审慎,它引导人避开真正的恶,通向智慧、悔改与基督。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.32

Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ. τρία γὰρ ταῦτα ἐξ ἀνάγκης ὑφέστηκεν περὶ τὸ ὑποκείμενον, ὁ διοικῶν, ἡ διοίκησις, τὸ διοικούμενον. εἰ γοῦν καθ’ ὑπόθεσιν ἐξέλοιεν τὸν νόμον, ἀνάγκη δήπου ἕκαστον ὃς ἄγεται ὑπὸ ἐπιθυμίας, ἡδονῇ χαριζόμενον ἀμελεῖν μὲν τοῦ καλῶς ἔχοντος, ὑπερφρονεῖν δὲ τοῦ θείου, ἀσεβεῖν δὲ ἅμα καὶ ἀδικεῖν ἀδεῶς ἀποσκιρτήσαντα τῆς ἀληθείας.1 ναί, φασίν, ἄλογος ἔκκλισις ὁ φόβος ἐστὶ καὶ πάθος. τί σὺ λέγεις; καὶ πῶς ἄν σοι ἔτι σῴζοιτο οὗτος ὁ ὅρος διὰ λόγου δοθείσης μοι τῆς ἐντολῆς; ἐντολὴ δὲ ἀπαγορεύει, τὸν φόβον ἐπαρτῶσα διὰ παιδείαν τῶν οὕτως ἐπιδεχομένων νουθετεῖσθαι. οὐ τοίνυν ἄλογος ὁ φόβος, λογικὸς μὲν οὖν· πῶς γὰρ οὔ, παραινῶν οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις; ἀλλ’ εἰ σοφίζονται τὰ ὀνόματα, εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον.2

那些指责惧怕的人乃是在抨击律法;若是抨击律法,显然也是在抨击颁布律法的神。因为就此本质而言,三者必然并存:管理者、管理体制与被管理者。因此,假若他们设定废除律法,那么每个受欲望驱使的人,必当顺从享乐,忽视善美之事,藐视神圣之物,毫无惧怕地脱离真理,同时行出不敬与不义之举。“是的,”他们说,“惧怕是非理性的躲避与激情。”你在说什么呢?既然诫命是借着道赐予我的,这个定义对你而言怎能还成立呢?诫命提出禁令,为了教导那些能够以此方式接受规劝的人而将惧怕悬在〔他们〕头上。因此,惧怕绝非非理性,而是合乎理性的;当它告诫“不可杀人,不可奸淫,不可偷盗,不可作假见证”时,怎能不是理性的呢?但若他们要在名称上玩弄诡辩,就让哲学家们把对律法的惧怕称为审慎,即一种合乎理性的躲避吧。

§2.7.33

εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἄπο τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν. εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός. ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.

法塞利斯的克里托劳称这些人是“为名字而战的人”,绝非没有道理。因此,当借着名称的变换来理解诫命时,在控告我们的人眼中,它也已经显为文雅且极美之物了。故此,审慎被证明是合乎理性的,它是对有害之物的躲避,由此生发出对以往过犯的悔改。 “因为敬畏耶和华是智慧的开端,凡遵行的人都有良善的通达。”经上所说的是遵行智慧,即敬畏神乃是通往智慧之途。如果律法产生惧怕,那么智慧的开端便是认识律法,且没有律法便无人能成为智慧之人。因此,废弃律法的人乃是无智的,随之而来的结论是必须将他们视为无神之徒。教育乃是智慧的开端。“然而不敬虔的人必蔑视智慧和教育”,经上如此说。

§2.7.34

Τίνα δὲ τὰ φοβερὰ ὁ νόμος καταγγέλλει, θεασώμεθα. εἰ μὲν τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, οἷον πενίαν καὶ νόσον καὶ ἀδοξίαν καὶ δυσγένειαν καὶ ὅσα παραπλήσια, ταῦτα μὲν καὶ οἱ κατὰ πόλιν νόμοι προτείνοντες ἐπαινοῦνται, καὶ τοῖς ἐκ Περιπάτου τρία γένη τῶν ἀγαθῶν εἰσηγουμένοις καὶ τὰ τούτων ἐναντία λογιζομένοις εἶναι κακὰ ἁρμόνιος ἥδε ἡ δόξα· ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀποφεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας· δειναὶ γὰρ καὶ φοβεραὶ τῷ ὄντι κακίαι αὗται καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι· οὐ μὴν ἀδίκως ἐκτείνεσθαι δίκτυα πτερωτοῖς λέγουσιν οἱ χρησμοὶ οἱ θεῖοι, αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρός τινων αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα3 διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας; πρὸς οὕς φαμεν· ὁ νόμος οὐκ ἐποίησεν, ἀλλ’ ἔδειξεν τὴν ἁμαρτίαν· προστάξας γὰρ ἃ ποιητέον ἤλεγξε τὰ μὴ ποιητέα. ἀγαθοῦ δὲ τὸ μὲν σωτήριον ἐκδιδάξαι, τὸ δὲ δηλητήριον ἐπιδεῖξαι, καὶ τῷ μὲν χρῆσθαι συμβουλεῦσαι, τὸ δὲ ἀποφυγεῖν κελεῦσαι.

让我们看看律法所宣告的可怕之事是什么。如果它宣告的是处于美德与恶德之间的中间之物,如贫困、疾病、卑微、出身低下以及诸如此类的事物,那么提出这些的城邦法律也受赞赏,且这一观点与那些引入三类善并将与之对立者视为恶的漫步学派相协调;然而赐予我们的律法所命令躲避的,乃是真正为恶之事:奸淫、放荡、娈童、无知、不义、灵魂的疾病,以及死亡——不是将灵魂与身体分开的死亡,而是将灵魂与真理分开的死亡;因为这些才是真正可怕而战栗的恶德以及由其而来的行为。“捕鸟的网罗张设绝非不公”,神圣的神谕说道,“因为他们自己分享流血,为自己积蓄祸患。” 那么,那些援引使徒所言“因为律法本是叫人知罪”的某些异端,怎能还说律法不是美善的呢?对于他们,我们回答说:律法并未制造罪,而是显明了罪;因为通过吩咐何者当行,它指责了何者不当行。美善之物的本质乃是教导得救之道,指出有害之物,劝勉实行前者,命令躲避后者。

§2.7.35

αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ ὑπόστασιν εἰληφέναι. πῶς δ’ οὐκ ἀγαθὸς ὁ παιδεύων νόμος, ὁ παιδαγωγὸς εἰς Χριστὸν δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικῶς κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν; οὐ βούλομαι, φησίν, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. μετάνοιαν δὲ ἐντολὴ ποιεῖ, κωλυτικὴ μὲν τῶν μὴ ποιητέων, ἐπαγγελτικὴ δὲ τῶν εὐεργεσιῶν. θάνατον, οἶμαι, τὴν ἄγνοιαν λέγει· καὶ ὁ ἐγγὺς κυρίου πλήρης μαστίγων· ὁ συνεγγίζων δηλονότι τῇ γνώσει κινδύνων, φόβων, ἀνιῶν, θλίψεων διὰ τὸν πόθον τῆς ἀληθείας ἀπολαύει·4 υἱὸς γὰρ πεπαιδευμένος σοφὸς ἀπέβη, καὶ διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, υἱὸς δὲ νοήμων δέξεται ἐντολάς. καὶ Βαρνάβας ὁ ἀπόστολος οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες προτάξας ἐπήγαγεν· πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ. ἐφ’ ὅσον ἐστὶν ἐφ’ ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν. ὅθεν ἀρχὴ σοφίας φόβος θεοῦ θείως λέλεκται.

事实上,他们所不理解的那位使徒说道,通过律法显明的是罪的知识,而不是罪获得了实体。那么,作为“引向基督的启蒙师”而赐下的训诲律法,为了叫我们通过惧怕受到教育性引导而归向借着基督成就的完全,怎能不是美善的呢?他说:“我断不喜悦恶人死亡,唯愿他悔改。”诫命产生悔改,既阻止不当行之事,又应许诸般恩惠。我认为,他把无知称为死亡;又有话说:“靠近主的人必满受鞭笞”;这显然是说,靠近知识的人因着对真理的渴求而领受了危险、惧怕、苦痛与患难。“因为受教的儿子成为智慧,通达的儿子免遭炎热,明理的儿子必领受诫命。”使徒巴拿巴在先行引述“祸哉,那些自以为智慧、自看为通达的人”之后,接着说:“让我们成为属灵的,成为献给神完全的圣殿。只要在我们能力范围之内,就让我们操练对神的敬畏,竭力遵守他的诫命,好叫我们在他的典章中欢喜快乐。”因此,“敬畏神是智慧的开端”乃是出于神圣的启示。

语法注4 条
  1. 2.7.32ἀνάγκη δήπου ἕκαστον ὃς ἄγεται ὑπὸ ἐπιθυμίας, ἡδονῇ χαριζόμενον ἀμελεῖν μὲν τοῦ καλῶς ἔχοντος, ὑπερφρονεῖν δὲ τοῦ θείου, ἀσεβεῖν δὲ ἅμα καὶ ἀδικεῖν ἀδεῶς ἀποσκιρτήσαντα τῆς ἀληθείας

    无人称谓语 ἀνάγκη(省略了 ἐστί)支配带不定式的宾格结构。不定式 ἀμελεῖν、ὑπερφρονεῖν、ἀσεβεῖν 和 ἀδικεῖν 的逻辑主语是宾格 ἕκαστον。分词 χαριζόμενον 与 ἀποσκιρτήσαντα 均为阳性单数宾格,与 ἕκαστον 一致。插入的关系从句 ὃς ἄγεται ὑπὸ ἐπιθυμίας 虽使句式延长,但基本结构仍是“……做某事是必然的”。

  2. 2.7.32εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον

    动词 καλούντων 是第三人称复数现在时主动命令语气(相当于 καλείτωσαν),表示让步性的祈使:“让哲学家们把……称作……”。它接双宾格:以 τὸν τοῦ νόμου φόβον 为直接宾语,以 εὐλάβειαν 为补足语宾格。

  3. 2.7.34ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα

    属格分词 ἐπιβοωμένων 修饰介词 πρός 所支配的 τινων αἱρέσεων。动词 ἐπιβοάομαι 在此意为“呼求、援引……作为权威”,后接直接宾语 τὸν ἀπόστολον。整个短语意为“被那些援引使徒所说之言的某些异端所声称”。

  4. 2.7.35ἀπολαύει

    动词 ἀπολαύει 通常支配属格,意为“享受(某美善之物)”,但在此处反讽性或广义地支配属格(κινδύνων, φόβων, ἀνιῶν, θλίψεων),表示因追求真理而“领受、经历”危险、恐惧、痛苦与患难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.7.32-2.7.35