← 亚历山太的革利免

杂记

§2.6.28-2.6.31

信仰的定义与两约的统一及诸德的基石

作者将信仰界定为对神的坚定信靠,论证了旧约与新约乃是独一的神通过道所施行的同一救恩经纶,并阐明信仰是通向爱与知识的诸般德行之不可或缺的根本基石。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.28

τίς δ’ ἂν εἴη δυνατώτερος θεοῦ; ἡ δὲ ἀπιστία ὑπόληψις τοῦ ἀντικειμένου ἀσθενὴς ἀποφατική, καθάπερ ἡ δυσπιστία ἕξις δυσπαράδεκτος πίστεως. καὶ ἡ μὲν πίστις ὑπόληψις ἑκούσιος καὶ πρόληψις εὐγνώμων πρὸ καταλήψεως, προσδοκία δὲ μέλλοντος· ἡ δὲ τῶν ἄλλων προσδοκία δόξα ἀδήλου· πεποίθησις δὲ διάληψις βεβαία περί τινος. διὸ πιστεύομεν, ᾧ ἂν πεποιθότες ὦμεν, εἰς δόξαν θείαν καὶ σωτηρίαν· πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται1 τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ δεδωρημένα ὑπ’ αὐτοῦ ἡμῖν εὐνοϊκῶς. εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. ὃ μὲν γάρ ἐστιν ἀνενδεής· εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεία οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα. εἰ δὲ τῷ Ἀβραὰμ πιστεύσαντι ἐλογίσθη εἰς δικαιοσύνην, σπέρμα δὲ Ἀβραὰμ ἡμεῖς δι’ ἀκοῆς, καὶ ἡμῖν πιστευτέον. Ἰσραηλῖται γὰρ ἡμεῖς οἱ μὴ διὰ σημείων, δι’ ἀκοῆς δὲ εὐπειθεῖς. διὰ τοῦτο εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, φησίν, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ἐβίωσας εἰς τὸ περίφραγμα τοῦ λαοῦ, ἐνευλογήθησαν τὰ τέκνα σου εἰς τὰς σκηνὰς τῶν πατέρων. εἰ δὲ αἱ αὐταὶ μοναὶ ὑπὸ τῆς προφητείας ἡμῖν τε αὖ καὶ τοῖς πατριάρχαις καταγγέλλονται, εἷς ἀμφοῖν ταῖν διαθήκαιν δείκνυται ὁ θεός.

谁能比神更有力量呢?另一方面,不信乃是对对立面软弱且否定的臆测,正如难以置信乃是一种难以接纳信仰的习性。信仰是一种自愿的臆测,是理解之前通情达理的先取,是对将临之事的期待;而其他人的期待乃是对未明之事的意见。确信则是对某事坚固的判定。因此,为了神圣的荣耀与救恩,我们在所确信的那一位里相信;我们确信于独一的神,我们知道他绝不会违背美善地应许给我们之事,以及正因这些而由他出于好意为我们创造并赐予之事。好意乃是为他人自身的缘故而愿其得享美善。因为神自己是毫无所缺的;而从主而来的恩惠与慈爱临及我们,这既是神圣的好意,又是旨在行善的好意。如果“亚伯拉罕信了,这就算为他的义”,而我们是借着听道成为亚伯拉罕的后裔,那么我们也必须相信。因为我们是以色列人,不是凭着神迹,而是凭着听道而顺从的。因此经上说: “不怀孕不生养的,要歌唱;未曾经过产难的,要发声欢呼;因为没有丈夫的,比有丈夫的儿女更多。” “你生活在民的栅栏之内,你的儿女在列祖的帐棚中蒙了祝福。” 如果预言向我们以及列祖所宣告的是相同的居所,神便被表明为对两约而言都是独一的。

§2.6.29

ἐπιφέρει γοῦν σαφέστερον· ἐκληρονόμησας τὴν διαθήκην τοῦ Ἰσραήλ, τῇ ἐξ ἐθνῶν κλήσει λέγων, τῇ στείρᾳ ποτὲ τούτου τοῦ ἀνδρός, ὅς ἐστιν ὁ λόγος, τῇ ἐρήμῳ πρότερον τοῦ νυμφίου. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ’ ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρ’ ἑνὸς θεοῦ χορηγοῦνται. ᾗ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου διδάσκων σωτηρίαν. ταύτην, ἔφη, παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν, ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.

至少,预言更为清楚地附带说道: “你承受了以色列的约”,这是对来自外邦的呼召说的,是对一度对这位男子——即道——不能生育者说的,是对先前没有新郎而荒凉者说的。 “但义人必因信得生”,即因着依照约与诫命的信而生活;因为这两约虽在名称与时间上有所不同,是按着年龄与进阶在经纶中赐下的,但在效力上实为同一,一为旧约,一为新约,皆由独一的神借着子所供应。正因如此,使徒在《罗马书》中亦说: “因为神的义正在这福音上显明出来;这义是本于信,以致于信”,以此教导那由预言至福音而得以成全的、借着独一且同一的主而赐下的同一救恩。 他说: “我儿提摩太啊,我照从前指着你的预言,将这命令交托你,叫你借着这些预言打那美好的仗,常存信心和无亏的良心;有人丢弃良心,就在真道上如同船破坏了一般”,因为他们因着不信,玷污了那来自神的良心。

§2.6.30

οὔκουν † ἔτ’ εἰκότως πρόχειρον τὴν πίστιν διαβλητέον ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων. εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη· ἣ δὲ αὔξει καὶ οὐκ ἔστιν ἔνθα οὐκ ἔστιν. φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης ἐθεμελιώθη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ φόβου παρόντος διαλυομένην. ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ ὁ τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ’ ὧν πιστεύεται. καὶ φόβος εἶναι πιστεύεται. εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται. ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρών, πιστεύεται2 καὶ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.

因此,绝不应理所当然地把信仰贬斥为微不足道之事,视为容易、众人皆有且属于寻常之人的。因为这项事业若是属人的,正如希腊人所设想的那样,它早就熄灭了;然而它却不断增长,无处不在。因此我说,信仰无论如控告者所说是由爱所奠基,还是由惧怕所奠基,它都是某种神圣之物,既不被世俗的其他情爱所割裂,亦不被现前的惧怕所消解。因为爱借着对信仰的情谊造就信者,而信仰则是爱的根基,反过来引出行善;此时作为律法启蒙师的惧怕也是源自所信之事。并且惧怕也被信为存在。因为存在是通过活动彰显出来的,而惧怕既是未来的、威吓的,而非活动着的与现存的,却被信以为真;并且在被信为存在的同时,它自身并不是信仰的产生者,它反而通过信仰才被检验为是可靠的。

§2.6.31

θεία τοίνυν ἡ τοσαύτη μεταβολὴ ἐξ ἀπιστίας πιστόν τινα γενόμενον καὶ τῇ ἐλπίδι καὶ τῷ φόβῳ πιστεῦσαι. καὶ δὴ ἡ πρώτη πρὸς σωτηρίαν νεῦσις ἡ πίστις ἡμῖν ἀναφαίνεται, μεθ’ ἣν φόβος τε καὶ ἐλπὶς καὶ μετάνοια σύν τε ἐγκρατείᾳ καὶ ὑπομονῇ προκόπτουσαι ἄγουσιν ἡμᾶς ἐπί τε ἀγάπην ἐπί τε γνῶσιν. εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας ἀφ’ οὗ φησὶν ἔλαβον. μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν. τῆς μὲν οὖν πίστεως ἡμῶν εἰσιν οἱ συλλήπτορες φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια. τούτων οὖν, φησί, τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς.3 συνευφραίνονται αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις. στοιχείων γοῦν οὐσῶν τῆς γνώσεως τῶν προειρημένων ἀρετῶν στοιχειωδεστέραν εἶναι συμβέβηκε τὴν πίστιν, οὕτως ἀναγκαίαν τῷ γνωστικῷ ὑπάρχουσαν, ὡς τῷ κατὰ τὸν κόσμον τόνδε βιοῦντι πρὸς τὸ ζῆν τὸ ἀναπνεῖν· ὡς δ’ ἄνευ τῶν τεσσάρων στοιχείων οὐκ ἔστι ζῆν, οὐδ’ ἄνευ πίστεως γνῶσιν ἐπακολουθῆσαι. αὕτη τοίνυν κρηπὶς ἀληθείας.

因此,从不信转变为信者,并在盼望与惧怕中相信,这样巨大的转变实乃神圣之工。信明确地向我们显现为迈向救恩的最初倾向,在此之后,惧怕、盼望与悔改伴随着节制与忍耐一同进深,引导我们走向爱与知识。因此,使徒巴拿巴说得十分恰当: “从我所领受的当中,我竭力一点一点地送一部分给你们,好叫你们在拥有信仰的同时,也拥有完全的知识。与我们的信仰同工的乃是惧怕与忍耐,而与我们一同作战的盟友乃是恒忍与节制。” 接着他说: “当这些德行向着主保持纯洁时,智慧、悟性、科学与知识便与它们一同欢喜。” 既然上述诸德乃是知识的构成要素,信仰便比它们更为根本,它对属灵知者而言是如此必需,犹如呼吸之于生活在这世界中的人的生存一样;正如没有四大元素就无法活着,没有信仰,知识亦无法随之而来。因此,这便是真理的基石。

语法注3 条
  1. 2.6.28ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται

    先取句式(prolepsis)。关系代词 ὃν 处于主句动词 γινώσκομεν 的宾格补足语位置,但在逻辑上充当随后 ὅτι 从句的主语(“我们知道他必不违背……”)。

  2. 2.6.30ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρών, πιστεύεται

    此处 ὃ(作指示代词用的阳性单数冠词 ὁ 加重音的写法 ὃ δέ)指代“惧怕”(φόβος),起指示代词主语的作用。现在分词 μέλλων、ἀπειλῶν、ἐνεργῶν、παρών 为修饰 ὃ 的述谓性分词,构成一种反常的论证结构:即惧怕虽非现前且活动着的、而只是将来的威吓,却仍被信为真实存在。

  3. 2.6.31τούτων οὖν, φησί, τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς

    独立属格结构。属格分词 μενόντων 的逻辑主语是代词 τούτων,指代前述诸德行。中性复数宾格短语 τὰ πρὸς τὸν κύριον 起副词性/关涉宾格作用,表示“在关涉主的事上”纯全存留。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.6.28-2.6.31