← 亚历山太的革利免

杂记

§2.6.25-2.6.27

信仰对教导的主动接纳与悔改的根基

克莱门特援引使徒保罗的话语,借助投球游戏与自然界亲和力的比喻,阐明信仰是接受教导的主动协作,并论述悔改与盼望皆根植于信仰坚固的赞同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.25

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἡσαΐας φησίν. ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ ἀπόστολος. πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. ὁρᾷς πῶς ἀνάγει τὴν πίστιν δἰ ἀκοῆς καὶ τῆς τῶν ἀποστόλων κηρύξεως ἐπὶ τὸ ῥῆμα κυρίου καὶ τὸν υἱὸν τοῦ θεοῦ; οὐδέπω συνίεμεν ἀπόδειξιν εἶναι τὸ ῥῆμα κυρίου; ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ,1 ἵνα δὴ κατὰ νόμους τοὺς σφαιριστικοὺς τὸ γυμνάσιον ἐκτελῆται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνῃ.

“主啊,谁信了我们所传的呢?”以赛亚说。因为使徒说:“信道是从听道来的,听道是从神的话来的。”“然而人未曾信他,怎能求他呢?未曾听见他,怎能信他呢?没有传道的,怎能听见呢?若没有奉差遣,怎能传道呢?如经上所记:‘报福音传喜信的人,他们的脚踪何等佳美!’”你岂不见他是如何借着听闻与使徒的宣讲,将信仰引向主的话语和神的儿子吗?难道我们还不明白主的话语就是论证吗?因此,正如投球游戏不仅依赖于以技巧投掷球的人,而且为了使这一锻炼能按照投球的规则完成,它还需要有人有节奏地接住球一样,当听者的信仰作为一种可以说是天然的技巧协同于学习时,教导也就因而具有了可信性。

§2.6.26

συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν. οὔτε γὰρ τῆς ἀρίστης παιδεύσεως ὄφελός τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας, τῆς τῶν ἀκουόντων εὐπειθείας μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπᾶται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ἀχυρμιὰς ἀνακινεῖ· πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀρρήτῳ ἑλκόμενα πνεύματι οὐχ ὡς αἴτια, ἀλλ’ ὡς συναίτια.2 διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ’ οὖν, ὅτι ἐφ’ ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ ἑκάστου ἀπαιτεῖ. τοῖς μὲν γὰρ ὁμοῦ τῷ θέλειν καὶ τὸ δύνασθαι πάρεστιν, ἐκ συνασκήσεως ηὐξηκόσι τοῦτο καὶ κεκαθαρμένοις· οἵ δέ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν. ἔργον δὲ τὸ μὲν βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος. οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἑκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἵλετο, εἰ ἐφ’ οἷς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφ’ οἷς ἔπταισεν, καὶ μετέγνω, ὅπερ ἐστὶ μετὰ ταῦτα ἔγνω· βραδεῖα γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία.

因此,肥沃的土地也有助于种子的播撒。因为若是没有学习者的接纳,即便最优秀的教育也毫无益处;若是没有听者的顺服,预言亦然。因为干燥的草屑既已预备好接受燃烧之力,便更容易被点燃;传说中的石头因着亲和性吸引铁,正如琥珀的泪滴吸引草屑,琥珀激起糠皮一样。被吸引之物因一种不可言喻的气息被牵引而顺从它们,不是作为主因,而是作为协同原因。既然恶的形态是双重的——一种伴随着欺瞒与隐匿,另一种则伴随着暴力而抢掠——神的道便呼喊着,总括性地呼召众人;他固然深知那些将不顺从的人,然而因为顺从与否在于我们自己,为使人无可借口说自己无知,他发出了公正的呼召,并按着各人的能力提出要求。因为在有些人身上,意愿与能力是并存的,他们通过共同的操练增长了这种能力并且得到了洁净;而在另一些人身上,即便他们尚无能力,却已拥有了意愿。意愿乃是灵魂之工,而行事则不能没有身体。再者,事情绝非仅以结果来衡量,而是也根据各人的自由抉择来判定:他是否欣然选择,是否就所犯之罪悔改,是否就跌倒之事获得明达而‘后知’(这正是‘事后知晓’之意);因为悔改乃是一种迟缓的知,而第一等的知乃是无罪之境。

§2.6.27

πίστεως οὖν καὶ ἡ μετάνοια κατόρθωμα· ἐὰν γὰρ μὴ πιστεύσῃ ἁμάρτημα εἶναι ᾧ προκατείχετο, οὐδὲ μεταθήσεται· κἂν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτῆσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδ’ οὕτως μεταβαλεῖται. ἤδη δὲ καὶ ἡ ἐλπὶς ἐκ πίστεως συνέστηκεν. ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρός τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι. ἐλπὶς δὲ προσδοκία κτήσεως ἀγαθοῦ· πιστὴν δὲ ἀνάγκη τὴν προσδοκίαν εἶναι. πιστὸς δὲ ὁ ἀπαραβάτως τηρητικὸς τῶν ἐγχειρισθέντων· ἐγχειρίζονται δὲ ἡμῖν οἱ περὶ θεοῦ λόγοι καὶ οἱ θεῖοι λόγοι, αἱ ἐντολαί, σὺν τῇ καταπράξει τῶν παραγγελμάτων. οὗτός ἐστιν ὁ δοῦλος ὁ πιστός, ὁ πρὸς τοῦ κυρίου ἐπαινούμενος. ἐπὰν δὲ εἴπῃ πιστὸς ὁ θεός, ᾧ ἀποφαινομένῳ πιστεύειν ἄξιον,3 μηνύει· ἀποφαίνεται δὲ ὁ λόγος αὐτοῦ, καὶ αὐτὸς ἂν εἴη πιστὸς ὁ θεός. πῶς οὖν εἰ τὸ πιστεύειν ὑπολαμβάνειν ἐστί, βέβαια τὰ παρ’ αὐτῶν οἱ φιλόσοφοι νομίζουσιν; οὐ γάρ ἐστιν ὑπόληψις ἡ ἑκούσιος πρὸ ἀποδείξεως συγκατάθεσις, ἀλλὰ συγκατάθεσις ἰσχυρῷ τινι.

所以悔改也是信仰的功业;因为一个人若不信自己原先所耽溺的是罪,就不会转变方向;他若不信刑罚悬在犯过者头上、救恩留给照诫命生活的人,亦绝不会如此改变自己。况且,盼望也早已由信仰构成。至少巴西里德的追随者们将信仰定义为:灵魂对因不在场而不触动感觉之物的赞同。而盼望则是对获取美善之事的期待;并且这种期待必然应当是可靠的。忠信之人乃是无可违越地守住所托付之物的人;而托付给我们的,乃是关于神的言说与神的圣言,即诫命,以及对命令的践行。这便是蒙主称赞的“忠心的仆人”。而当经上说“神是信实的”时,便表明了:在他作出宣示时,他是配得被相信的;而宣示的乃是他的道,并且神自己亦是信实的。既然如此,倘若相信不过是臆测,哲学家们又怎能将出自他们自身的东西视为确定不移的呢?因为在论证之前的自愿赞同并非臆测,而是对某种坚固之物的赞同。

语法注3 条
  1. 2.6.25τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ

    无人称动词 προσδεῖ(额外需要)要求属格补足语 τοῦ... ἀποδεχομένου(有节奏地接球者),与格代词 αὐτῷ 则指代前文的投球活动(τὸ σφαιρίζειν),用以强调行动的完成必须有接受者的参与。

  2. 2.6.26οὐχ ὡς αἴτια, ἀλλ’ ὡς συναίτια

    作为中性复数主格,与句子的主语 τὰ ἑλκόμενα(被吸引之物)构成表语性同位语。它表明被吸引之物虽受外力牵引,但并非作为主要原因,而是作为协助吸引发生的“协同原因”(συναίτια)在起作用,以此解释其“顺从”(πείθεται)的机制。

  3. 2.6.27ᾧ ἀποφαινομένῳ πιστεύειν ἄξιον

    关系代名词 ᾧ 的先行词为 ὁ θεός,与与格分词 ἀποφαινομένῳ 一致,作为 πιστεύειν 的与格宾语。该结构表明:当神发出宣明时,向他寄予信仰是理所应当的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.6.25-2.6.27