← 亚历山太的革利免

杂记

§2.5.23-2.5.24

柏拉图论信仰的至高性与本原之知

作者援引柏拉图《法律篇》论证信实与和平的至高地位,结合关于智慧与明智的哲学论述与圣经经文,强调对万物本原的认知依赖于信仰而非论证,并指明聆听真理需要心灵之耳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.23

Τούτων δὴ ἐπιδεδειγμένων ἀναδράμωμεν αὖθις ἐπὶ τὸν περὶ τῆς πίστεως λόγον. ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πως παρίστησιν, ἐξυμνῶν ἅμα τὴν εἰρήνην· πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν που γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· μαχητικοὶ δὲ καὶ ἐθελονταὶ ἀποθνῄσκειν ἐν πολέμῳ τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν πλεῖστοι γίνονται θρασεῖς καὶ ἄδικοι ὑβρισταί τε καὶ ἄφρονες, ἐκτὸς δή τινων μάλα ὀλίγων. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, πᾶς νομοθέτης, οὗ καὶ σμικρὸν ὄφελος,1 παρὰ τὴν μεγίστην ἀρετὴν ἀποβλέπων μάλιστα θήσεται τοὺς νόμους. αὕτη δέ ἐστι πιστότης, ἧς κατὰ πάντα καιρὸν χρῄζομεν ἔν τε εἰρήνῃ καὶ παντὶ πολέμῳ κἀν τῷ ἄλλῳ σύμπαντι βίῳ. συλλαβοῦσα γὰρ ἔοικε τὰς ἄλλας περιέχειν. τὸ δὲ ἄριστον οὔθ’ ὁ πόλεμος οὔτε ἡ στάσις· ἀπευκτὸν γὰρ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη τὸ κράτιστον. ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη δὲ ἀρετῶν μήτηρ ἡ πίστις.

既然这些事已得到论证,就让我们再次回到关于信仰的讨论上来。诚然,柏拉图以充分的论证表明到处都需要信实,同时赞美和平,他是这样陈述的:“因为在内讧中忠诚且健全的人,绝不可能缺乏完满的美德;但在雇佣军中,勇于作战并甘愿战死沙场的人虽极多,然而他们中的大多数——除极少数人之外——却变得鲁莽、不义、骄横而愚蠢。如果这些话说得正确,那么任何略微有用的立法者,都必会主要着眼于最伟大的美德来制定法律。”这就是忠诚,我们在任何时刻都需要它,无论是在和平中、在一切战争中,还是在整个其余的生命中;因为它似乎汇聚并包含了其他美德。“而最善的既非战争,亦非内讧——因为需要这些乃是应当祈求避免的——彼此间的和平与亲睦才是最至上的。”由此可见,按照柏拉图的观点,拥有和平乃是最大的祈求,而信仰是一切美德最伟大的母亲。

§2.5.24

εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία. δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πίστις, ἀλλ’ οὐκ ἀπόδειξις εἶναι.2 καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρ’ αὐτοῦ.3 ὃ δὲ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω λέγει. καὶ τίς οὗτος; Ἐπίχαρμος εἰπάτω· "νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά." ἀπίστους εἶναί τινας ἐπιστύφων Ἡράκλειτός φησιν, ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν, ὠφεληθεὶς δήπουθεν παρὰ Σολομῶντος, ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.

因此,所罗门书中恰当地说:“智慧在信者的口中”;因为色诺克拉底在《论明智》中也说,智慧是关于第一原因和理知实在的科学,他认为明智有二重:一是实践的,一是沉思的,而这后者正是属人的智慧。因此智慧固然是明智,但并非所有明智都是智慧。而且已经证明,关于万物本原的知识乃是信仰,而非论证。因为这实属荒谬:萨摩斯的毕达哥拉斯的狂热追随者们尚且拒绝探求之事的论证,将“他自己如是说”视为信据,并仅仅满足于这一句话来确证他们所听闻的事;而真理的爱观者们,竟企图不信一位值得信赖的导师——独一的救主神——反而向他索求所言之事的验证。但他却说:“有耳可听的,就应当听。”而这人是谁呢?让埃庇卡摩斯来说吧:“心灵看,心灵听;其余的皆聋且瞎。”赫拉克利特斥责某些人不信时说:“既不知如何听,亦不知如何说”,他想必受惠于所罗门:“如果你乐于倾听,就会领会;如果你侧耳听,就会有智慧。”

语法注3 条
  1. 2.5.23οὗ καὶ σμικρὸν ὄφελος

    关系代名词 οὗ 指向前行词 πᾶς νομοθέτης,作为表示所有或从属的属格修饰不可变中性名词 ὄφελος(“益处”、“用处”)。该惯用表达意为“哪怕只有极微小用处的立法者”。

  2. 2.5.24δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πίστις, ἀλλ’ οὐκ ἀπόδειξις εἶναι

    由被动语态动词 δέδεικται 支配的不定式 εἶναι 构成的“主格带不定式”(nominativus cum infinitivo)结构。句子的主语是主格名词 ἐπιστήμη,τῆς τῶν ὅλων ἀρχῆς 是其宾格性属格;πίστις 与 οὐκ ἀπόδειξις 则是不定式 εἶναι 的表语主格,在格上与主语一致,意为“关于万物本原的知识已被证明是信仰而非论证”。

  3. 2.5.24καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρ’ αὐτοῦ

    由非人称表达 ἄτοπον [ἐστι](“……是荒谬的”)所支配的长大对偶句,统摄由 μέν 和 δέ 引导的两个平行的“对格带不定式”从句:即 τοὺς μὲν ... ἡγεῖσθαι καὶ ... ἀρκεῖσθαι 与 τοὺς δὲ ... ἀπαιτεῖν。其结构清晰地对比了毕达哥拉斯门徒对师说权威的盲从,与追求真理之人反而向救主神索求论证的悖理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.5.23-2.5.24