- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.5.20-2.5.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证了贤者拥有财富、王权与自由的哲学教义源自摩西,主张基督独一地体现了真正的美、财富、王权、大祭司职、立法权与高贵,并借由柏拉图与圣经的引文相互印证。
Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκει· καὶ διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. θεοφιλῆ δὲ αὐτὸν μηνύει λέγων· θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ. ὃ μὲν γὰρ φίλος ἄντικρυς κεκλημένος εὑρίσκεται, ὃ δὲ ὁρῶν τὸν θεὸν μετωνομασμένος δείκνυται· τόν τε Ἰσαὰκ ὡς καθωσιωμένον ἱερεῖον ἀλληγορήσας ἐξελέξατο ἑαυτῷ τύπον ἐσόμενον ἡμῖν οἰκονομίας σωτηρίου. παρά τε Ἕλλησιν ᾄδεται ὁ Μίνως ἐννέωρος βασιλεὺς ὀαριστὴς Διός, ἀκηκοότων αὐτῶν, ὅπως ποτὲ μετὰ Μωυσέως διελέγετο ὁ θεός, ὡς εἴ τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον.
因此,上述所有教义显然都是由伟大的摩西流传给希腊人的。诚然,他借由这些话教导“一切皆归智者所有”:“神既怜恤我,我便拥有一切。”他又表明他是神所钟爱的,说道:“亚伯拉罕的神,以撒的神,雅各的神。”因为前者被发现公然被称为“朋友”,而后者被指明改名为“见神者”;他把以撒寓意为奉献的祭牲,为自己拣选他作为对我们而言救恩经纶的预表。在希腊人中,米诺斯被歌颂为“九年为王的宙斯密友”,这是因为他们曾听闻神过去如何与摩西谈话,“如同人对自己的朋友说话一般”。
ἦν δ’ οὖν ὁ μὲν Μωυσῆς σοφός, βασιλεύς, νομοθέτης· ὁ σωτὴρ δὲ ἡμῶν ὑπερβάλλει πᾶσαν ἀνθρωπίνην φύσιν· καλὸς μὲν ὡς ἀγαπᾶσθαι μόνος πρὸς ἡμῶν τὸ καλὸν τὸ ἀληθινὸν ἐπιποθούντων, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, βασιλεὺς δὲ καὶ ὑπὸ παίδων ἀπείρων ἔτι καὶ ὑπὸ Ἰουδαίων ἀπιστούντων καὶ ἀγνοούντων ἀναγορευόμενος καὶ πρὸς αὐτῶν προφητῶν ἀνακηρυττόμενος δείκνυται· πλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ’ αὐτὴν χρυσίον ὑπερηφάνησεν1 σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ πρὸς τοῦ ἀντικειμένου. τί δεῖ λέγειν, ὡς μόνος ἀρχιερεὺς ὁ μόνος ἐπιστήμων τῆς τοῦ θεοῦ θεραπείας βασιλεὺς εἰρήνης Μελχισεδέκ, ὁ πάντων ἱκανώτατος ἀφηγεῖσθαι τοῦ τῶν ἀνθρώπων γένους; νομοθέτης δὲ ὡς ἂν διδοὺς τὸν νόμον ἐν τῷ στόματι τῶν προφητῶν τά τε πρακτέα καὶ μὴ σαφέστατα ἐντελλόμενός τε καὶ διδάσκων.
无论如何,摩西曾是智者、国王和立法者;但我们的救主超越了一切人性:他是如此之美,以至于唯独他应当被我们这些渴求真实之美的人所爱慕,因为“他是真光”;他也被显明,甚至被尚且蒙昧的孩童以及不信和无知的犹太人宣称为“王”,并由众先知亲自宣布;他又极其富足,以至于轻视了对头所给予他的一切[土地]以及地上地下的黄金和一切荣耀。又何须多说他是唯一的大祭司呢?他是唯一通晓敬奉神之知识者,是“和平之王麦基洗德”,是全人类中最有能力统领人类族类的那一位;他是立法者,正如他将律法赐在先知们的口中,极其清晰地吩咐和教导何者当行何者不当行。
τίς δ’ ἂν τούτου εὐγενέστερος, οὗ μόνος πατὴρ ὁ θεός; φέρε δὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἐπιβάλλοντα παραστησώμεθα δόγμασιν· πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, ὦ φίλε Πὰν λέγων καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἶναί μοι φίλα πλούσιον δὲ νομίζοιμι τὸν σοφόν. καταμεμφόμενος δὲ ὁ Ἀθηναῖος ξένος τῶν οἰομένων πλουσίους εἶναι τοὺς πολλὰ κεκτημένους χρήματα ὧδε λέγει· πλουσίους δ’ αὖ σφόδρα εἶναι καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι· λέγουσι δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κέκτηται. τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, ὁ Σολομὼν λέγει, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. πειστέον οὖν πολλῷ μᾶλλον τῇ γραφῇ λεγούσῃ θᾶττον κάμηλον διὰ τρυπήματος βελόνης διελεύσεσθαι ἢ πλούσιον φιλοσοφεῖν· μακαρίζει δ’ ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων· πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω.2 οὐ γάρ ποτε ἡ ὀλιγοχρηματία, ἀλλ’ ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γ’ ἂν εἴη.3 ἐν τε τῷ Ἀλκιβιάδῃ δουλοπρεπὲς μὲν τὴν κακίαν προσαγορεύει, ἐλευθεροπρεπὲς δὲ τὴν ἀρετήν. ἄρατε, φησίν, ἀφ’ ὑμῶν τὸν βαρὺν ζυγὸν καὶ λάβετε τὸν πρᾶον, ἡ γραφή φησι, καθάπερ καὶ οἱ ποιηταὶ δούλειον καλοῦσι ζυγόν. καὶ τὸ ἐπράθητε ταῖς ἁμαρτίαις ὑμῶν τοῖς προειρημένοις συνᾴδει. πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. ἐὰν δὲ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. καλὸν δ’ αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ὡδὶ λέγει· ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἄν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν λέγειν· καὶ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν ἡ προφητεία προηγόρευσεν. Πλάτων δὲ βασιλέα τὸν σοφόν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.
除了以神为独一之父的他之外,谁还能更显高贵呢?来吧,让我们也列举柏拉图,他也领悟了同样的教义:他在《斐德罗篇》中称智者为富足,说道:“亲爱的潘神以及此地的诸神,请赐予我内在的美好;愿我外在的所有能与内在相融洽;愿我视智者为富足。”雅典的异乡人谴责那些以为占有大量资财就是富有的人,这样说道:“然而,绝不可能让那些被大众算为富有的人既极其富有同时又是善人;大众称那些在少数人中占有价值最多金钱之财产的人为富人,但这等财产哪怕恶人也能拥有。”所罗门说:“对信者而言,拥有整个世界的财富;对不信者而言,连一文钱也没有。”因此,我们更应当信从经上的话,经上说“骆驼穿过针眼”比富人追求哲学更容易;相反,经书祝福贫穷的人,正如柏拉图所领会的那样,他说:“不可将贫穷视为财产减少,而当视为贪欲增加。”因为使人贫穷的绝非资财之匮乏,而是贪欲;良善者既摆脱了贪欲,自然是富足的。在《阿契比埃德篇》中,他称恶行为“卑贱奴性”,称美德为“自由高贵”。经上说:“当除去你们身上的重轭,负起温和的轭”,正如诗人们也称之为“奴役之轭”。那句“你们因自己的罪孽被卖”也与前述诸事相合:“凡犯罪的,就是奴隶。奴隶不能永远住在家里。但若子叫你们自由,你们就必自由,并且真理必叫你们自由。”雅典人又谈及智者之美,这样说道:“因此,若有人坚称义人纵然身体丑陋,但在其至公至义的品行上却全属至美,那么这样说话的人恐怕绝不会被认为说得失当。”先知亦曾预先宣告:“他的面貌比所有世人更为憔悴。”柏拉图在《政治家篇》中称智者为王,那段引文前文已经载明。
- 2.5.21πᾶσαν τὴν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ’ αὐτὴν χρυσίον ὑπερηφάνησεν
阴性宾格 πᾶσαν τὴν 后方因省略或抄本脱文而缺少被修饰的名词(如 γῆν 或 οἰκουμένην),并与后文中性短语 καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ’ αὐτὴν χρυσίον 形成构词断裂(anacoluthon)。此处按上下文补入与地上地下之黄金相并列的“大地”,统归动词 ὑπερηφάνησεν 支配。
- 2.5.22πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω
带冠词不定式短语 τὸ ... ποιεῖν 作动词性形容词 ἡγητέον 的主语,πενίαν 作谓语宾格。在不定式内部,τὴν οὐσίαν 与省略的 ποιεῖν 的宾语 τὴν ἀπληστίαν 分别带有比较级形容词 ἐλάττω 和 πλείω 作述语补足成分,构成双宾格结构。
- 2.5.22ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γ’ ἂν εἴη
关系代词 ἧς 的先行词是前文的 ἀπληστία(贪欲)。形容词 φροῦδος(离去、摆脱)支配表示分离的属格,故 ἧς 为分离属格。分词 ὢν 带有原因或条件意味(“善人既然/若是摆脱了贪欲”),修饰主句的潜在希求法 ἂν εἴη。
