← 亚历山太的革利免

杂记

§2.4.16-2.4.19

作为预先把握的信仰与活的法律

作者将信仰界定为理智的先入之见(预先把握),引述圣经与希腊哲学,论证顺从基督与正确理性的信徒乃是真正王道的活法律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.16

Ὑποκρίνεται δὲ τὴν πίστιν ἡ εἰκασία, ἀσθενὴς οὖσα ὑπόληψις, καθάπερ ὁ κόλαξ τὸν φίλον καὶ ὁ λύκος τὸν κύνα. ἐπειδὴ δὲ ὁρῶμεν ὅτι ὁ τέκτων μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη ἄρα πειθόμενον μαθεῖν·1 τὸ δὲ πείθεσθαι τῷ λόγῳ, ὃν διδάσκαλον ἀνηγορεύσαμεν, αὐτῷ ἐκείνῳ πιστεῦσαί ἐστι κατ’ οὐδὲν ἀντιβαίνοντα. πῶς γὰρ οἷόν τε ἀντεφίστασθαι τῷ θεῷ; πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται. ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν. πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει· πρόληψιν δὲ ἀποδίδωσιν ἐπιβολὴν ἐπί τι ἐναργὲς καὶ ἐπὶ τὴν ἐναργῆ τοῦ πράγματος ἐπίνοιαν· μὴ δύνασθαι δὲ μηδένα μήτε ζητῆσαι μήτε ἀπορῆσαι μηδὲ μὴν δοξάσαι, ἀλλ’ οὐδὲ ἐλέγξαι χωρὶς προλήψεως.

另一方面,推测虽是一种微弱的意见,却伪装着信仰,正如谄媚者装作朋友、狼装作狗一样。当我们看到木匠通过学习某些知识成为工匠,舵手受过技术训练便能驾舵,凡认为单凭希望成为完善之人并不足够的人,就必然要通过顺从去学习;而顺从我们宣告为导师的圣道,就是信靠他本身而绝不违背。因为人怎能与神抗衡呢?因此,知识是值得信赖的,而信仰借着某种神圣的因果相循与互为推演而成为可知的。确实,连那最把快乐置于真理之上的伊壁鸠鲁,也认为信仰是理智的先入之见;他将先入之见定义为投向某种显明之物、投向该事物之显明观念的心灵观照;并且认为若没有先入之见,任何人都不能探求,不能生疑,不能形成意见,甚至不能反驳。

§2.4.17

πῶς δ’ ἂν μὴ ἔχων τις πρόληψιν οὗ ἐφίεται μάθοι περὶ οὗ ζητεῖ; ὁ μαθὼν δὲ ἤδη κατάληψιν ποιεῖ τὴν πρόληψιν. εἰ δὲ ὁ μανθάνων οὐκ ἄνευ προλήψεως μανθάνει τῆς τῶν λεγομένων παραδεκτικῆς, αὐτὸς μὲν ὦτα ἔχει τὰ ἀκουστικὰ τῆς ἀληθείας· μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὥσπερ ἀμέλει μακάριος καὶ αὐτὸς τῆς ὑπακοῆς. τὸ δὲ κατακοῦσαι συνεῖναί ἐστιν εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ ἄνευ προλήψεως. ἀληθὲς δ’ οὖν ὂν παντὸς μᾶλλον ἀποδείκνυται τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. τοῦτο καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τὸ λόγιον παραφράσας εἴρηκεν· ἐὰν μὴ ἔλπηται ἀνέλπιστον, οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.

一个人若对自己向往之事没有先入之见,又怎能学习自己所探求的事呢?而学会了的人,便已将先入之见化为确切的领会。学习者若非凭借那接纳所言之事的先入之见便不能学习,那么他本身就拥有倾听真理的耳朵;“向听者之耳说话的人是有福的”,正如他自己因顺从而蒙福一样。倾听也就是理解。因此,如果信仰无非是理智对所言之事的先入之见,并且这被称为顺从、理解与信服,那么人若没有信仰就绝不能学习,正如没有先入之见就不能学习一样。因此,先知所说的话被证明千真万确: “你们若是不信,定然不得领悟”。 以弗所的赫拉克利特也转述这一神谕说道: “若不期望意料之外的事,便不能发现它,因为它是不可追踪且难以通达的”。

§2.4.18

ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵν’ ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη· πιστὸς γάρ. ὃ δὲ ἄπιστος, ᾧ φίλον ψεῦδος ἑκούσιον· ὅτῳ δὲ ἀκούσιον, ἄνους· ὧν οὐδέτερον ζηλωτόν· ἄφιλος γὰρ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής. καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει.2 ἐν γοῦν τῷ Πολιτικῷ πρὸς λέξιν φησίν· ὥστε ἡ τοῦ ἀληθινοῦ βασιλέως ἐπιστήμη βασιλική, καὶ ὁ ταύτην κεκτημένος, ἐάν τε ἄρχων ἐάν τε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσαγορευθήσεται. αὐτίκα οἱ εἰς τὸν Χριστὸν πεπιστευκότες χρηστοί τε εἰσὶ καὶ λέγονται, ὡς τῷ ὄντι βασιλικοὶ οἱ βασιλεῖ μεμελημένοι. ὡς γὰρ οἱ σοφοὶ σοφίᾳ εἰσὶ σοφοὶ καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι. οὕτως Χριστῷ βασιλεῖ βασιλικοὶ Χριστοῦ οἱ Χριστιανοί. εἶθ’ ὑποβὰς ἐπιφέρει σαφῶς· τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις. ὅ τε Ἐλεάτης ξένος τὸν βασιλικὸν καὶ πολιτικὸν ἄνδρα νόμον ἔμψυχον ἀποφαίνεται.

不仅如此,哲学家柏拉图在《法律篇》中也指出,那将要成为蒙福与幸福的人,必须从一开始就立时分享真理,说道: “以便他能在尽可能长的时间里作为真诚的人度日;因为他是值得信赖的。但那自愿喜爱虚谎的人是不信实的,那非自愿喜爱虚谎的人是无知的;这两者都不令人羡慕;因为一切不信实与愚昧的人都是没有朋友的”。 难道他不是在《欧绪德谟》中隐晦地将这种智慧称为“王者的”吗?无论如何,他在《政治家》中逐字说道: “因此,真正的国王的科学知识是王者的,拥有它的人,无论碰巧是统治者还是平民,按其技艺本身都绝对会被正确地称为王者的”。 随即,信靠基督的人既是有德者,也被称为有德者,正如蒙王顾念的人是真正王道的一样。因为正如“智者因智慧而为智,守法者因法律而守法”,同样,基督徒因着君王基督而成为属基督的王道者。随后他略降几句,明确补充道: “正当者当为合法的,而法律按本性而言乃是正确的理性,并非存在于文字或别的事物之中”。 爱利亚的异乡人也宣称王道与治邦之人乃是活的法律。

§2.4.19

τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος. ἴσασι δὲ Ἕλληνες τὰς τῶν ἐν Λακεδαίμονι ἐφόρων σκυτάλας νόμῳ ἐπὶ ξύλων ἀναγεγραμμένας· ὁ δὲ ἐμὸς νόμος, ὡς προείρηται, βασιλικός τέ ἐστι καὶ ἔμψυχος καὶ λόγος ὁ ὀρθός· "νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, "ὡς ὁ Βοιώτιος ᾄδει Πίνδαρος. Σπεύσιππος γὰρ ἐν τῷ πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος· ἃ καὶ ἔστιν. τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ ὃ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται.3

这样的人就是成全律法、遵行父的旨意、并公然被书写在高木之上、作为神圣美德的典范陈列给能洞察之人的人。希腊人知道拉刻代蒙监督官们的卷轴棒依照法律被刻写在木上;但我的法律正如前述,既是王者的,又是活的,并且是正确的理性: “律法乃一切凡人与不死者之王”,正如玻俄提亚的品达所歌唱的那样。因为斯珀西波在《致克利奥丰》卷一中,似乎借此写下了与柏拉图相似的观点: “因为如果王道是优异的,而唯独贤者是王与统治者,那么法律作为正确的理性也是优异的”;事实也确是如此。斯多亚派哲学家们也依此确立其教条,将王位、祭司职、预言力、立法权、财富、真正的美、高贵与自由,唯独归于他——而此人哪怕在他们自己看来也被承认极难寻觅。

语法注3 条
  1. 2.4.16οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη ἄρα πειθόμενον μαθεῖν

    分词 λογιζόμενος 为阳性单数主格,与随后非人称结构 ἀνάγκη [ἐστὶ] μαθεῖν 的逻辑主语(即“愿成为完善之人者”)在语义上形成破格呼应(anacoluthon)。其后的宾格分词 πειθόμενον 则充当不定式 μαθεῖν 的逻辑主语兼情态修饰。

  2. 2.4.18καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει

    小词组合 μή τι 引导带有推测色彩的反问句(“难道不是……吗?”),实际表示肯定判断。形容词 βασιλικήν 作宾语 ταύτην σοφίαν 的述谓性宾格(宾语补足语,意为“将这种智慧称为王者的”)。

  3. 2.4.19μόνῳ προσάπτοντες τῷ ὃ δὲ δυσεύρετος πάνυ σφόδρα καὶ πρὸς αὐτῶν ὁμολογεῖται

    与格定冠词 τῷ 后省略或脱落了名词(按文脉为 σοφῷ,“贤者”),冠词在此充当名词性成分指代该人。随后的 ὃ δὲ 起代词性作用指代该贤者(“然而他……”),引出一个转折性的评论从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.4.16-2.4.19