- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:2.4.12-2.4.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在确认主已赐予人类自主选择权并援引圣经中因信称义的例证之后,作者在感觉、理智、科学知识与意见的认识阶层中,从哲学上论证了唯有自愿的信仰才能达致不可论证的万物第一原理。
Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπαναπαυώμεθα, τὸ πνεῦμα πρόθυμον ἐνδειξάμενοι, ὅτι εἱλόμεθα τὴν ζωὴν καὶ τῷ θεῷ διὰ τῆς ἐκείνου φωνῆς πεπιστεύκαμεν· καὶ ὁ τῷ λόγῳ πιστεύσας οἶδεν τὸ πρᾶγμα ἀληθές· ἀλήθεια γὰρ ὁ λόγος· ὁ δὲ ἀπιστήσας τῷ λέγοντι ἠπίστησε τῷ θεῷ. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι,1 φησὶν ὁ ἀπόστολος· πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάιν προσήνεγκε, δἰ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτῷ τοῦ θεοῦ· καὶ δἰ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ καὶ τὰ ἑξῆς ἕως ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. τούτους μὲν οὖν καὶ πρὸ νόμου ἡ πίστις δικαιώσασα κληρονόμους κατέστησε τῆς θείας ἐπαγγελίας.
而我们既然通过圣经领受了主赐予人类自主的抉择与舍弃之权,就让我们安息于信仰这一不可动摇的准绳之上,展现出热切的心灵,因为我们抉择了生命,并借着他的声音信靠了神;信靠圣道的人知道事实是真实的,因为圣道就是真理;而不信说话者的人,也就是不信神。 “因着信,我们领悟到诸世界是借着神的话造成的,以致所看见的并不是从显见之物造出来的,”使徒说;“因着信,亚伯献了比该隐更美的祭,因此便得了称义的见证,神为他的礼物作了见证;他虽然死了,却因着信仍旧说话;”诸如此类,直到: “胜于享受暂时罪中之乐。” 因此,甚至在律法之前,信仰就已使这些人称义,立他们为神圣应许的后嗣。
τί οὖν ἔτι τὰ τῆς πίστεως ἐκ τῆς παρ’ ἡμῖν ἱστορίας ἀναλεγόμενος παρατίθεμαι μαρτύρια; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν καὶ τὰ τούτοις ἑπόμενα. τεσσάρων δὲ ὄντων ἐν οἷς τὸ ἀληθές, αἰσθήσεως, νοῦ, ἐπιστήμης, ὑπολήψεως, φύσει μὲν πρῶτος ὁ νοῦς, ἡμῖν δὲ καὶ πρὸς ἡμᾶς ἡ αἴσθησις, ἐκ δὲ αἰσθήσεως καὶ τοῦ νοῦ ἡ τῆς ἐπιστήμης συνίσταται οὐσία, κοινὸν δὲ νοῦ τε καὶ αἰσθήσεως τὸ ἐναργές. ἀλλ’ ἡ μὲν αἴσθησις ἐπιβάθρα τῆς ἐπιστήμης, ἡ πίστις δὲ διὰ τῶν αἰσθητῶν ὁδεύσασα ἀπολείπει τὴν ὑπόληψιν, πρὸς δὲ τὰ ἀψευδῆ σπεύδει καὶ εἰς τὴν ἀλήθειαν καταμένει. εἰ δέ τις λέγοι τὴν ἐπιστήμην ἀποδεικτικὴν εἶναι μετὰ λόγου, ἀκουσάτω ὅτι καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοι· οὔτε γὰρ τέχνῃ οὔτε μὴν φρονήσει γνωσταί. ἣ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενά ἐστιν ἄλλως ἔχειν, ἣ δὲ ποιητικὴ μόνον, οὐχὶ δὲ καὶ θεωρητική.2
那么,我又何必继续从我们自己的历史中摘录信仰的见证加以陈列呢? “因为若要细说基甸、巴拉、参孙、耶弗他、大卫、撒母耳和众先知的事,时间就不够了,”以及随后的经文。既然真理存在于四者之中——感觉、理智、科学知识、意见——就本性而言理智居先,但对我们而言、相对于我们而言则是感觉居先;由感觉与理智构成了科学知识的本质,而清晰明了则是理智与感觉所共有的。然而感觉是通往科学知识的阶梯,信仰则穿过感觉对象,抛下意见,奔向无伪之事,并安住于真理之中。如果有人说科学知识是伴随理性的论证性知识,就让他听听:诸原理本身也是不可论证的;因为它们既不能通过技艺、也不能通过明智来获知。因为后者关涉可有不同情况的事物,而前者仅是创制性的,并非沉思性的。
πίστει οὖν ἐφικέσθαι μόνῃ οἷόν τε τῆς τῶν ὅλων ἀρχῆς. πᾶσα γὰρ ἐπιστήμη διδακτή ἐστι· τὸ δὲ διδακτὸν ἐκ προγινωσκομένου. οὐ προεγινώσκετο τὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οὔτ’ οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις φυσικοῖς τοῖς ἑξῆς· ἐπεὶ εἰ καὶ Ἀναξαγόρας πρῶτος ἐπέστησε τὸν νοῦν πράγμασιν, ἀλλ’ οὐδὲ οὗτος ἐτήρησε τὴν αἰτίαν τὴν ποιητικήν, δίνους τινὰς ἀνοήτους ἀναζωγραφῶν σὺν τῇ τοῦ νοῦ ἀπραξίᾳ τε καὶ ἀνοίᾳ. διὸ καί φησιν ὁ λόγος· μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς· ἡ μὲν γὰρ ἐπιστήμη ἕξις ἀποδεικτική, ἡ πίστις δὲ χάρις ἐξ ἀναποδείκτων εἰς τὸ καθόλου ἀναβιβάζουσα τὸ ἁπλοῦν, ὃ οὔτε σὺν ὕλῃ ἐστὶν οὔτε ὕλη οὔτε ὑπὸ ὕλης.
因此,唯有通过信仰才可能达到万物的本原。因为一切科学知识都是可教授的,而可教授之物是从预先已知之物出发的。希腊人并未预先知晓万物的本原,无论是将水认识为第一因的泰勒斯,还是其后继的其余自然哲学家都不曾知晓。因为即使阿那克萨哥拉最先将理智置于诸事物之上,但他也没有保留创生原因,在理智的无所作为与无知中描绘出某些盲目的旋涡。因此圣道也说: “不要在地上称自己有导师;”因为科学知识是一种论证性的品质,而信仰则是一种恩典,它从不可论证之物提升到那既非伴随质料、亦非质料、亦不在质料之下的纯一普遍者。
οἱ δὲ ἄπιστοι, ὡς ἔοικεν, ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσιν εἰς γῆν, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες κατὰ τὸν Πλάτωνα· τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτ’ εἶναι μόνον, ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι. οἱ δὲ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν. ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι.3 ἰδοὺ δή. ποιῶ καινά, ὁ λόγος φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· καινῷ ὀφθαλμῷ, καινῇ ἀκοῇ, καινῇ καρδίᾳ ὅσα ὁρατὰ καὶ ἀκουστὰ καὶ καταληπτὰ διὰ τῆς πίστεως καὶ συνέσεως, πνευματικῶς λεγόντων, ἀκουόντων, πραττόντων τῶν τοῦ κυρίου μαθητῶν. ἔστι γὰρ δόκιμον νόμισμα καὶ ἄλλο κίβδηλον, ὅπερ οὐδὲν ἔλαττον ἀπατᾷ τοὺς ἰδιώτας, οὐ μὴν τοὺς ἀργυραμοιβούς, οἵ ἴσασι μαθόντες τό τε παρακεχαραγμένον καὶ τὸ δόκιμον χωρίζειν καὶ διακρίνειν. οὕτως ὁ ἀργυραμοιβὸς τῷ ἰδιώτῃ τὸ νόμισμα τοῦτο μόνον. ὅτι κίβδηλόν ἐστι, φησί· τὸ δὲ πῶς, πῶς, μόνος ὁ τοῦ τραπεζίτου γνώριμος καὶ ὁ ἐπὶ τοῦτο ἀλειφόμενος μανθάνει. Ἀριστοτέλης δὲ τὸ ἑπόμενον τῇ ἐπιστήμῃ κρῖμα, ὡς ἀληθὲς τόδε τι, πίστιν εἶναί φησι. κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἔστιν αὐτῆς κριτήριον.
而不信者,正如柏拉图所言,似乎“将一切从天上和不可见之界拖拽到地上,简直用双手紧抱岩石与橡树”;“因为他们接触所有这类事物,坚称只有提供抵触和某种触觉的事物才存在,把物体与存在定义为同一回事。” “而与他们争辩的人,则极为审慎地从高处、从不可见之界的某处防守,强行主张某些理知的、无形的相才是真正的存在。” “看哪,我要作新事,”圣道说,“是眼睛未曾看见,耳朵未曾听见,人心也未曾想到的;”当主的门徒们属灵地言说、聆听与践行时,借着信仰与明悟,一切以新的眼睛、新的耳朵、新的心灵可见、可听、可领悟的事物〔便是如此〕。因为既有真钱,又有伪币,后者对常人的欺骗丝毫不减,但决不能欺骗兑币商,兑币商因学得专门知识而懂得区分和辨别伪币与真币。于是兑币商只向常人说明这枚钱币是假的;但具体如何,唯有钱庄主的门生以及为此受过专门训练的人才能知晓。亚里士多德也说,伴随科学知识而来的判断——即认定某事物为真——就是信仰。因此,信仰高于科学知识,并且是科学知识的准绳。
- 2.4.12εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι
引用自《希伯来书》11:3。“εἰς τὸ + 不定词”表结果或目的,否定词“μή”紧接在介词短语“ἐκ φαινομένων”之前否定该短语,构成“以致所见之物并非由显见之物产生”的句式。
- 2.4.13ἣ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενά ἐστιν ἄλλως ἔχειν, ἣ δὲ ποιητικὴ μόνον, οὐχὶ δὲ καὶ θεωρητική.
指示代词对前文“οὔτε γὰρ τέχνῃ οὔτε μὴν φρονήσει”的指代构成交错对应(chiasmus):依据亚里士多德的经典定义,“ἣ μὲν”指后出现的“φρόνησις”(明智),因其关涉可变之物;而“ἣ δὲ”指先出现的“τέχνη”(技艺),因其属于创制性而非沉思性知识。
- 2.4.15νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι.
引自柏拉图《智者篇》246b。动词分词“βιαζόμενοι”带宾格不定词结构,“νοητὰ ἄττα καὶ ἀσώματα εἴδη”为不定词的主语宾格,“τὴν ἀληθινὴν οὐσίαν”为宾格补足成分,意为“强力主张/硬把某些理知的无形相说成是真正的存在”。
